Στιχηρὸν ἓν ἰδιόμελον τῆς ἰνδίκτου καὶ ἕτερα τρία προσόμοια τῶν ἁγίων.
᾿Ιδιόμελον τῆς ἰνδίκτου. ἦχος β΄. Κυπριανοῦ.
Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου,
καὶ αἱ ὁδοί σου ἀνεξιχνίαστοι·
πέλεις γὰρ σοφία τοῦ Θεοῦ
καὶ ὑπόστασις τελεία καὶ δύναμις
συνάναρχός τε καὶ συναΐδιος συνεργία·
διὸ παντοδυνάμῳ ἐξουσίᾳ
κόσμῳ ἐπεδήμησας,
ζητῶν ὃ ἐκάλλυνας πλάσμα,
ἀνεκφράστως ἐξ ἀπειράνδρου μητρός, μὴ τραπεὶς τῇ θεότητι,
διαθέμενος ὅρους καὶ χρόνους,
εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε,
διὰ τοῦτό σοι βοῶμεν· Ἀγαθὲ Κύριε, δόξα σοι.
῞Ετερα προσόμοια τῶν ἁγίων.
ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Χαίροις, ἀθλητριῶν ἡ πληθύς,
λελαμπρυσμένη παρθενίᾳ καὶ αἵματι·
καλῶς γὰρ κατηχηθεῖσαι ὑπὸ ὁσίου 'Αμμοὺν
τῇ ἀσκήσει πρῶτον διελάμψατε·
Εὐτέρπη, Χαρίκλεια, Οὐρανία καὶ ἅπασα
τῶν τεσσαράκοντα παρθένων ὁμήγυρις
ἡ παλαίσασα καὶ νομίμως ἀθλήσασα·
πάρεστε μέσον, ἅγιαι, ἡμῶν καταπέμπουσαι
τῶν αἰτημάτων τὴν λύσιν παρὰ Χριστοῦ καὶ τὴν ἄφεσιν,
τιμώντων ἐκ πόθου τὴν ὁσίαν ὑμῶν μνήμην, θεομακάριστοι.
Στίχος. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Πάντες οἱ τῶν ἁγίων χοροὶ
τῶν ἀσωμάτων στρατιαί τε καὶ τάγματα
ἐξέστησαν, ἀθλοφόροι, κατανοοῦντες ὑμῶν
τὰς φρικτὰς βασάνους καὶ τὰ σκάμματα,
τὸ πῦρ καὶ τὸν σίδηρον, τὰς μαχαίρας καὶ ἕτερα,
τὰς μαστιγώσεις, φυλακίσεις καὶ θάνατον,
ἃς οἱ κάκιστοι καθ' ὑμῶν ἐτεκτήναντο·
ἃς καὶ καθυπεμείνατε ἀνδρείως καὶ ἔστητε
ἐν τῇ ἀθλήσει γενναίως παρὰ Χριστοῦ δυναμούμεναι·
αὐτὸς γὰρ δωρεῖται τοῖς αὐτὸν ἠγαπηκόσι χάριν καὶ δύναμιν.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαῖρε ἐν παραδείσῳ, 'Αμμούν,
ταῖς διδαχαῖς καὶ ἀρεταῖς ὁ σοφώτατος·
καλῶς γὰρ ποιμάνας, πάτερ, τὰς ἀθλητρίας Χριστοῦ
ἀρεταῖς ἐνθέοις καὶ διδάγμασιν,
αὐτὰς καθωδήγησας πρὸς νυμφῶνα οὐράνιον
καὶ ἐν νηστείαις ἀγρυπνίαις καὶ δάκρυσιν
ἐγαλούχησας ὡς ποιμὴν ἐνθεώτατος·
δέχου τοίνυν τὰ ἔπαθλα χειρὸς τοῦ παντάνακτος
μετὰ συνάθλων, ὦ πάτερ, καὶ ἐκδυσώπει τὸν Κύριον,
ἡμῖν καταπέμψαι ἱλασμὸν ἁμαρτημάτων καὶ μέγα ἔλεος.
Δόξα. τῶν ἁγίων. ἦχος πλ. α΄.Τῶν τεσσαράκοντα γυναικῶν
ἀσκητριῶν, παρθένων καὶ μαρτύρων, καὶ διακόνου 'Αμμοὺν
τὴν ἐτήσιον μνήμην δεῦτε, πιστοί, τιμήσωμεν·
τῷ Χριστῷ γὰρ ἀκολουθοῦσαι πιστῶς ὡς ἐν τῇ ἀσκήσει,
οὕτω καὶ ἐν ἀθλήσει οὐκ ἠρνήσαντο αὐτόν·
πᾶσαν βάσανον καὶ θλῖψιν ὑπέμειναν·
αἱ μὲν δέκα εἰς πῦρ ἐμβληθεῖσαι,
αἱ δὲ ὀκτὼ μετὰ τοῦ διδασκάλου αὐτῶν ἀποκεφαλισθεῖσαι·
ἕτεραι δὲ δέκα διὰ ξίφους τελειωθεῖσαι,
καὶ ἓξ ὑπὸ μαχαιρῶν,
καὶ αἱ λοιπαὶ διὰ σιδήρων πεπυρακτωμένων·
στεφηφόροι δὲ ἀνῆλθον εἰς οὐρανοὺς
τῷ ἀθανάτῳ Νυμφίῳ ἐκτενῶς πρεσβεύουσαι
ὑπὲρ εἰρήνης τοῦ κόσμου
καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. τῆς ἰνδίκτου. ἦχος ὁ αὐτός.
Ἰωάννου Mοναχοῦ.Σύ, βασιλεῦ, ὁ ὢν καὶ διαμένων καὶ εἰς αἰῶνας ἀτελευτήτους,
δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν·
καὶ παράσχου, φιλάνθρωπε, τῇ γῇ σου εὐφορίαν,
εὐκράτους τοὺς ἀέρας χαριζόμενος·
τῷ πιστοτάτῳ βασιλεῖ συμπολέμει κατὰ ἀθέων βαρβάρων,
ὡς ποτὲ τῷ Δαυΐδ·
ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου,
καὶ τὸν πανάγιον τόπον ἐμίαναν, σῶτερ·
ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός,
τῇ πρεσβείᾳ τῆς θεοτόκου·
νίκη γὰρ σὺ τῶν ὀρθοδόξων καὶ καύχημα.
«Νῦν ἀπολύεις», τρισάγιον κ.λπ. καὶ τὰ ἀπολυτίκια.
Ἀπολυτίκιον τῆς ἰνδίκτου. ἦχος β΄.
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως,
ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος,
εὐλόγησον τὸν στέφανον
τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε,
φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου,
πρεσβείαις τῆς θεοτόκου, καὶ σῶσον ἡμᾶς.
Δόξα. τῶν ἁγίων.
ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
'Αθλητῶν αἱ χορεῖαι, δεῦτε συνδράμετε
καὶ τεσσαράκοντα κόρας μετὰ 'Αμμοὺν εὐσεβοῦς
μεγαλύνατε λαμπρῶς πανηγυρίζουσαι·
ὅτι ἐνήθλησαν στερρῶς,
τῇ ἀσκήσει ἐν Χριστῷ ῥωσθεῖσαι καὶ λαμπρυνθεῖσαι·
πρεσβεύουσαι τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. τῆς θεοτόκου. ἦχος βαρὺς
Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε,
λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων·
ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου·
μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος,
ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.