MTheodorakis έγραψε:Τὸ τροπάριο «Ἤχθης δι’ ἡμᾶς...» ἀπαντᾶται στὴν θ’ ᾠδὴ ἀναστασίμου κανόνα πλ. α’ ἤχου:
«ᾨδὴ θ’»
Ὁ εἱρμὸς
«Χαίροις παρ’ ἡμῶν Θεοτόκε βοήσωμεν οἱ πιστοὶ ὅτι Θεὸς Κύριος πάντων βασιλεὺς ἐξ αὐτῆς προέρχεται υἱὸς ἀνθρώπου γεγονώς. Δεῦτε ἄσατε θυγατέρες Ἱερουσαλὴμ βοῶσαι εὐλογημένη ἡ κοιλία σου ἡ σαρκὶ Θεὸν χωρήσασα».
Τροπάρια.
«Ἤχθης δι’ ἡμᾶς εἰς θυσίαν Χριστὲ ὡς πρόβατον καὶ ὡς ἀμνὸς ἄμωμος ὁ Ἐμμανουὴλ εἰς σφαγὴν ἑκούσιον μετ’ ἀνόμων λογισθείς. Δεῦτε ἴδετε αἱ πατριαὶ πᾶσαι τῶν ἐθνῶν τὸν ἐπὶ πάντων Θεὸν ἐν σαρκὶ κρεμάμενον τὴν ζωὴν τὴν ἀτελεύτητον.
Δεῦτε ἀπὸ θέας γυναῖκες εὐαγγελίστριαι καὶ τῇ Σιὼν εἴπατε δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια τῆς ἀναστάσεως Χριστοῦ. Χαῖρε χόρευε καὶ φωτίζου Ἱερουσαλὴμ τὸν βασιλέα Χριστὸν θεασαμένη ἐκ τοῦ μνήματος ὡς νυμφίον προερχόμενον.
Δεῦτε τὴν ὑπέρθεον φύσιν ὑμνήσωμεν οἱ πιστοὶ καὶ πλαστουργὸν ἅπαντες τὴν ἀμερίστως τρισσαῖς ὑποστάσεσιν δοξαζομένην εὐσεβῶς. Πατέρᾳ ἀχρόνῳ αὐτοῦ Υἱῷ καὶ παρακλήτῳ καὶ παναγίῳ πνεύματι ἀσυγχύτως τε δοξάζοντες.
Πάντως ἡ προέλευσις τῶν γνωστῶν σήμερον «στιχηρῶν τοῦ πάσχα» ἐκ τῆς θ΄ ᾠδῆς ἀρχαίου ἀναστασίμου κανόνος ἤχου πλ.α΄, καταργηθέντος καὶ ἀντικατασταθέντος ὑπὸ τοῦ σημερινοῦ ἀναστασίμου ὁμοήχου κανόνος τῆς παρακλητικῆς, ἐξηγεῖ προφανῶς διατί τὰ ἐν λόγῳ στιχηρὰ δὲν εἶναι γνωστὰ εἰς στιχηραρικὴν μελοποίησιν ἐκ τοῦ Πα (ὅ περ ἐπὶ παραδείγματι συμβαίνει μὲ τὰ στιχηρὰ τοῦ σημερινοῦ ἀργοσυντόμου ἀναστασιματαρίου).