«Ἀπὸ τῶν πολλῶν μου ἀνομιῶν
ἀσθενεῖ τὸ σῶμα καὶ ὁ νοῦς μου καὶ ἡ ψυχή·
Πρὸς σὲ καταφεύγω τὴν κεχαριτωμένην.
Ὦ δέσποινα τοῦ κόσμου, σύ μοι βοήθησον.
Ἵλεως γενοῦ μοι τῷ ταπεινῷ,
ὅτι πλήν σου ἄλλην οὐ γινώσκω καταφυγήν,
ὁ ἐν ἁμαρτίαις συσχεθεὶς ἀμετρήτοις·
ἐλέησόν με, μόνη χριστιανῶν ἡ ἐλπίς.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς,
οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν ὑπὲρ ἡμῶν πρὸς Θεόν»
(Νικηφόρου Καλλίστου τοῦ ξανθοπούλου (+1330) Τροπάρια διάφορα ἔκδ. M. Jugie, "Poésies rhythmiques de Nicéphore Calliste Xanthopoulos," Byzantion 5. Brussels, 1929/30 σσ.362-390).