Φόβος Θεοῦ

διάφορες σημειώσεις γιὰ θέματα τυπικοῦ, λειτουργικῆς, μουσικῆς, ὑμνογραφίας, ἁγιολογίας, πνευματικῆς ζωῆς κλπ.

Φόβος Θεοῦ

Δημοσίευσηαπό MTheodorakis » Τρί 01 Ιουν 2010, 10:51:05

«Κύριον τὸν Θεόν σου φοβηθήσῃ» (Δτ. f’, 13). «καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλε Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς» (Δ' Βασ. ιζ', 25). «δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ» (ψ. β’, 11). «ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος» (ψ. ιη’, 10). «κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν» (ψ. κδ’, 14). «ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ» (ψ. λβ’, 18). «παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς ...φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν» (λγ’, 8, 10). «ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου» (ψ. νθ’, 6), «ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου» (ψ. ξ’, 6), «εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου»» (ψ. πε’, 11). «ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ» (ψ. ρι’, 9). «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται. δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» (ψ. ρια’, 1-3). «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον» (ψ. ρκζ’, 1-4). «θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς» (ψ. ρμδ’, 19).

«᾿Αρχὴ σοφίας φόβος Κυρίου» (Πρμ α’, 7). «φόβος Κυρίου προστίθησιν ἡμέρας...ὀχύρωμα ὁσίου φόβος Κυρίου» (Πρμ. ι’, 27, 29). «ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα» (Πρμ. ιδ’, 26). «φόβος Θεοῦ παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ» (Πρμ. ιε’, 33), «φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις» (Πρμ. ιθ’, 23). «γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή» (Πρμ. κβ’, 4). «ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν» (Πρμ. κγ’, 17). «μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς» (Πρμ. κη', 14). «Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ὁ ἄνθρωπος» (Ἐκκ. ιβ’, 13).

«φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος. φόβος Κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπ᾿ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν. ἀρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς... πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς...στέφανος σοφίας φόβος Κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως... ρίζα σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. φόβος Κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέψει ὀργήν... σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης. μὴ ἀπειθήσῃς φόβῳ Κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ» (Σρ. α’, 11-14, 16, 18, 20-21, 27-28). «ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη;» (Σρ. β’, 10). «φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν (Σρ. f’, 16). «μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν Κύριον» (Σρ. ι’, 24). «οὐθὲν κρεῖττον φόβου Κυρίου καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου» (Σρ. κγ’, 27). «ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ᾿ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον· φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται; φόβος Κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ, πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ» (Σρ. κε', 10-12). «φοβουμένου τὸν Κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει καὶ τίς ἀντιστήριγμα αὐτοῦ;» (Σρ. λδ’, 15). «οὐκ ἔστιν ἐν φόβῳ Κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν· φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν» (Σρ. μ’, 26-27). «καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα» (Μλ. δ’, 2).

«καὶ ἐγένετο φόβος μέγας ἐφ' ὅλην τὴν ἐκκλησίαν» (Πρ. ε’, 11). «καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε» (Α’ Πτ. α’, 17). «τὸν Θεὸν φοβεῖσθε» (Α’ Πτ. β’, 17). «τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν» (Ἀπ. ιε’, 4). «Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτῷ, οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς» (Ἀπ.κ', 11).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Επιστροφή στην Δημοσιεύματα Μανόλη Θεοδωράκη

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 3 επισκέπτες

cron