Σελίδα 1 από 1

Θεῖος ζῆλος

ΔημοσίευσηΔημοσιεύτηκε: Πέμ 03 Ιουν 2010, 22:50:00
από MTheodorakis
«Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβε διαθήκην ἱερωσύνης αἰωνίας. ᾿Ιησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν ᾿Ισραήλ. Χάλεβ ἐν τῷ ἐπιμαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβε γῆς κληρονομίαν. Δαυὶδ ἐν τῷ ἐλέῳ αὐτοῦ ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος. ᾿Ηλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήφθη ἕως εἰς τὸν οὐρανόν» (Α’ Μακ. β’ 54-58). «ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου» (ψ. ριη’, 139).

«Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;» (Λκ. κδ’, 32). «τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες» (Ρμ. ιβ’, 11), «ζηλοῦτε δὲ τὰ πνευματικά» (Α’ Κρ. ιδ’, 11), «καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε» (Γλ. δ’, 18).« τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς» (Ἀπ. β’, 4-5)· «ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον» (Ἀπ. γ’, 19).