Σελίδα 1 από 1

Ματαιότης

ΔημοσίευσηΔημοσιεύτηκε: Τετ 14 Ιούλ 2010, 19:27:31
από MTheodorakis
«ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με» (ψ. ριη’, 37). «Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης» (Ἐκκλ. α’, 2), «ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καί τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος» (Ἐκκλ. β’, 26), «ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται· πᾶν τὸ ἐρχόμενον ματαιότης» (Ἐκκλ. ια’, 8). «ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;» (Πρ. δ’, 25) «διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία» (Ρμ. α’, 21). «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι» (Α’ Κρ. γ’, 20), ἀλλ᾿ «ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου» (Α’ Πτ. α’, 18). «τῇ γὰρ ματαιότητι» ἀκόμη καὶ «ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ» (Ρμ. η’, 20-21).

Re: Ματαιότης

ΔημοσίευσηΔημοσιεύτηκε: Πέμ 05 Φεβ 2015, 21:30:00
από MTheodorakis
«Ἐὰν ἐλευθερωθῇ ὁ νοῦς ἀπὸ πάσης ἐλπίδος τοῦ κόσμου τῶν ὁρωμένων, τοῦτό ἐστι τὸ σημεῖον ὅτι ἀπέθανεν ἐν σοὶ ἡ ἁμαρτία»

(Ἀββᾶ Ἡσαΐου τοῦ ἀναχωρητοῦ (+372;) Περὶ τηρήσεως τοῦ νοὸς η' ἔκδ. Φιλοκαλία τῶν ἱερῶν νηπτικῶν 1984 τ. 1 σ. 31).