Σελίδα 1 από 1

Ἐπίσκεψη

ΔημοσίευσηΔημοσιεύτηκε: Σάβ 28 Αύγ 2010, 13:02:35
από MTheodorakis
«τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; » (Ψ. η’ 5). «ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός» (Ψ. ιf’ 3). «ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου» (Ψ. οθ’ 15-16)· «μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου» (Ψ. ρε’ 4). «μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ» (Σρ. ζ’ 35). «Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν» (Ἱρ. ιε’ 15).

«ἠσθένησα καὶ ἐπεσκέψασθέ με» (Μτ. κε’ 36). «θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν» (Ἰκ. α’ 27).