Σελίδα 1 από 1

Σιωπὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Σάβ 04 Οκτ 2014, 11:47:21
από MTheodorakis
«Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου» (Ψ. ρμ' 3). «καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν» (Ἐκκ. γ' 7). «κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν» (Σειρ. λβ' 8). «ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ᾖρεν ἐφ' ἑαυτῷ» (Θρ. γ' 27-28) «Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος...ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν. ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν. ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται» (Σειρ. κ' 1, 5-8).

«Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν» (Α' Κορ. ιδ' 34). «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ» (Α' Τιμ. β' 11-12).

Re: Σιωπὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Σάβ 04 Οκτ 2014, 12:22:36
από MTheodorakis
«Ἀρσένιε φεῦγε, σιώπα, ἡσύχαζε· αὕται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας» (Ἀββᾶ ἀρσενίου ἀπόφθεγμα β'). «Ὑπὲρ πάντα τὴν σιωπὴν ἀγάπησον, ὅτι προσεγγίζει σοι πρὸς καρπόν» (Ἀββᾶ Ἰσαὰκ λόγος λδ' ἔκδ. Ἰ. Σπετσιέρη σ. 149). «Ἡ σιωπὴ μυστήριόν ἐστι τοῦ αἰῶνος τοῦ μέλλοντος » (Ἀββᾶ Ἰσαὰκ ἐπιστολὴ γ' σ. 365).