Δειλία

διάφορες σημειώσεις γιὰ θέματα τυπικοῦ, λειτουργικῆς, μουσικῆς, ὑμνογραφίας, ἁγιολογίας, πνευματικῆς ζωῆς κλπ.

Δειλία

Δημοσίευσηαπό MTheodorakis » Τρί 29 Δεκ 2009, 21:46:46

«Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;» (Ψ. κf’, 1). «ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξεναντίας τὰ ἀνομήματα αὐτῶν» (Σ. Σολ. δ’, 20) «λογισμοὶ γὰρ θνητῶν δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν. φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα» (Σ. Σολ. θ’, 14-15). «δειλὸν γὰρ ἰδίως πονηρία μαρτυρεῖ καταδικαζομένη, ἀεὶ δὲ προσείληφε τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει· οὐθὲν γάρ ἐστι φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων» (Σ. Σολ. ιζ’, 10-11). «οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται» (Σρ. β’, 12-13) «Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει...χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ» (Σρ. κβ’, 16, 18). «ὁ φοβούμενος Κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ» (Σρ. λδ’, 14). «ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται» (Ἀμβ. β’, 4). «καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι;» (Μτ. η’, 26). «Τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν;» (Μρ. δ’, 40) «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω» (Ἰω. ιδ’, 27)· «οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς Πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ» (Β’ Τιμ. α’, 7), «ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς» (Ἑβ. ι’, 38-39)· «τοῖς δὲ δειλοῖς...τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος» (Ἀπ. κα’, 8).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Επιστροφή στην Δημοσιεύματα Μανόλη Θεοδωράκη

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 2 επισκέπτες

cron