Σπατάλη

διάφορες σημειώσεις γιὰ θέματα τυπικοῦ, λειτουργικῆς, μουσικῆς, ὑμνογραφίας, ἁγιολογίας, πνευματικῆς ζωῆς κλπ.

Σπατάλη

Δημοσίευσηαπό MTheodorakis » Πέμ 31 Δεκ 2009, 14:29:51

«ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ᾿ ἑαυτῷ» (Πρμ. κθ’, 21). «Ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται» (Σρ. μ’, 18), «πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς. τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο» (Ἰζ. ιf’, 49). «ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται» (Πρ. κ’, 33-34), «δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν» (Β’ Κρ. θ’, 8). «ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. οἶδα καὶ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ» (Φλ. δ’, 11-13), «ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας» (Α’ Τμ. f’, 6). «ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς» (Ἰκ. ε’, 5).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Επιστροφή στην Δημοσιεύματα Μανόλη Θεοδωράκη

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 3 επισκέπτες

cron