Σελίδα 1 από 1

Φλυαρία

ΔημοσίευσηΔημοσιεύτηκε: Τρί 19 Ιαν 2010, 14:14:39
από MTheodorakis
«Εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν» (Ψ. λη’, 2). «θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου» (Ψ. ρμ’, 3). «ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ» (Πρμ. ι’, 19). «ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν» (Πρμ. ιγ’, 3). «θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς» (Πρμ. ιη’, 21). «ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ» (Πρμ. κα’, 23) «καὶ ὁ ἄφρων πληθύνει λόγους» (Ἐκκ. ι’, 14). «δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ» (Σρ. ε’, 13). «ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ» (Σρ. ιθ’, 11-12)· «χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται» (Σρ. κα’, 25). «Τίς δώσει μοι ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγίδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ᾿ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;» (Σρ. κβ’, 27) «τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν, καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν. πρόσεχε μήπως ὀλισθήσῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος» (Σρ. κη’, 25-26).


«λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως» (Μτ. ιβ’, 36). «ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι» (Ἰκ. α’, 19). «Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ, ἀλλ' ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία» (Ἰκ. α’, 26)· «οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα» (Ἰκ. γ’, 6).