«Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδειαλείπτως κατατρυφῶν» (Περὶ ἀγάπης ἑκατοντὰς α’ κεφ. ιθ’ ἔκδ. Φιλοκαλία τῶν ἱερῶν νηπτικῶν 1984 τ. 2 σ. 5).
«Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει (Πρμ. ιδ’, 29)· ὅτι πάντα τὰ συμβαίνοντα ἐπὶ τὸ τέλος ἀναφέρει, κἀκεῖνο περιμένων, ἀνέχεται τῶν λυπηρῶν· τὸ δὲ τέλος ἐστὶ ζωὴ αἰώνιος κατὰ τὸν ἀπόστολον (Ρμ. f’, 22)» (Περὶ ἀγάπης ἑκατοντὰς δ’ κεφ. κδ’ σ. 43).
«Πάντα ἄνθρωπον ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ δὲ μόνῳ τὴν ἐλπίδα θετέον καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον» (ὅπ. πρ. κεφ. 95 σ. 51).
«Τέσσαρές εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου, ἵνα, διὰ τῆς δοκούσης ἐγκαταλείψεως, οἱ ἐγκαταλελειμμένοι σωθῶσιν· ἡ δὲ πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ Ἰωσήφ· ἵνα, ὁ μὲν ἀνδρείας, ὁ δὲ σωφροσύνης στῆλαι ἀναφανῶσιν· ἡ δὲ πρὸς παίδευσιν πατρικήν, ὡς ἐπὶ τοῦ ἀποστόλου, ἵνα, ταπεινοφρονῶν, τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος· ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα, κολαζόμενοι, πρὸς μετάνοιαν κατακαμφθῶσιν. Σωτήριοι δὲ πάντες οἱ τρόποι ὑπάρχουσι καὶ τῆς θείας ἀγαθότητος καὶ φιλανθρωπίας ἀνάμεστοι» (ὅπ. πρ. κεφ. 96).