Σελίδα 1 από 1

Μάξιμος ὁμολογητὴς (+662)

ΔημοσίευσηΔημοσιεύτηκε: Τετ 17 Ιουν 2009, 23:29:02
από MTheodorakis
«Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδειαλείπτως κατατρυφῶν» (Περὶ ἀγάπης ἑκατοντὰς α’ κεφ. ιθ’ ἔκδ. Φιλοκαλία τῶν ἱερῶν νηπτικῶν 1984 τ. 2 σ. 5).

«Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει (Πρμ. ιδ’, 29)· ὅτι πάντα τὰ συμβαίνοντα ἐπὶ τὸ τέλος ἀναφέρει, κἀκεῖνο περιμένων, ἀνέχεται τῶν λυπηρῶν· τὸ δὲ τέλος ἐστὶ ζωὴ αἰώνιος κατὰ τὸν ἀπόστολον (Ρμ. f’, 22)» (Περὶ ἀγάπης ἑκατοντὰς δ’ κεφ. κδ’ σ. 43).

«Πάντα ἄνθρωπον ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ δὲ μόνῳ τὴν ἐλπίδα θετέον καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον» (ὅπ. πρ. κεφ. 95 σ. 51).

«Τέσσαρές εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου, ἵνα, διὰ τῆς δοκούσης ἐγκαταλείψεως, οἱ ἐγκαταλελειμμένοι σωθῶσιν· ἡ δὲ πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ Ἰωσήφ· ἵνα, ὁ μὲν ἀνδρείας, ὁ δὲ σωφροσύνης στῆλαι ἀναφανῶσιν· ἡ δὲ πρὸς παίδευσιν πατρικήν, ὡς ἐπὶ τοῦ ἀποστόλου, ἵνα, ταπεινοφρονῶν, τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος· ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα, κολαζόμενοι, πρὸς μετάνοιαν κατακαμφθῶσιν. Σωτήριοι δὲ πάντες οἱ τρόποι ὑπάρχουσι καὶ τῆς θείας ἀγαθότητος καὶ φιλανθρωπίας ἀνάμεστοι» (ὅπ. πρ. κεφ. 96).

Re: Μάξιμος ὁμολογητὴς (+662)

ΔημοσίευσηΔημοσιεύτηκε: Τετ 17 Ιουν 2009, 23:29:50
από MTheodorakis
«Τὰ φαινόμενα πάντα δεῖται σταυροῦ, τῆς τῶν ἐπ’ αὐτοῖς κατ’ αἴσθησιν ἐνεργουμένων ἐπεχούσης τὴν σχέσιν ἕξεως· τὰ δὲ νοούμενα πάντα χρήζῃ ταφῆς, τῆς τῶν ἐπ’ αὐτοῖς κατὰ νοῦν ἐνεργουμένων ὁλικῆς ἀκινησίας» (Περὶ θεολογίας ἑκατοντὰς α’ κεφ. ξζ’ σ. 62).

«Ἡ πίστις ἀναπόδεικτος γνῶσίς ἐστιν· εἰ δὲ γνῶσις ἐστὶν ἀναπόδεικτος, ἄρα σχέσις ἐστὶν ὑπὲρ φύσιν ἡ πίστις, δι’ ἦς ἀγνώστως, ἀλλ’ οὐκ ἀποδεικτικῶς, ἑνοῦμεθα τῷ Θεῷ κατὰ τὴν ὑπὲρ νόησιν ἕνωσιν» (Περὶ θεολογίας ἑκατοντὰς δ’ κεφ. ιβ’ σ. 111).

«μόνος γὰρ ἐκεῖνος ἐστὶν ὑπερήφανος, ὁ καὶ τὴν θείαν βοήθειαν καὶ τὴν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν» (Περὶ θεολογίας ἑκατοντὰς ε’ κεφ. ξδ’ σσ. 139-140).

«Τὸ Χριστὸς ὄνομα οὔ τε ὅρου δύναμιν ἔχει, οὔ τε μὴν τήν τινος οὐσίαν δηλοῖ» (Ἐπιστολὴ πρὸς Ἰωάννην κουβικουλάριον ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 15Β σ. 194).

«τὰ ἅγια Εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς Δεσποίνης ἡμῶν, τῆς αὐτὸν τεκούσης παναγίας Θεοτόκου ἠσπάσαντο» (Περὶ τῶν πραχθέντων ἐν Βιζύῃ ὅπ. πρ. τ. 15Γ σ. 42· σειρὰ προσκυνήσεως).

«εἴπερ ὁ φύσει σώζων Θεὸς οὐκ ἔσωσεν ἕως ἐταπεινώθη θέλων, πῶς ὁ φύσει σωζόμενος ἄνθρωπος ἤ σωθήσεται ἤ σώσει μὴ ταπεινούμενος;» (ὅπ. πρ. σ. 48).

«τὰ τυπωθέντα καὶ δόξαντα ἐπὶ τῶν ἁγίων Εὐαγγελίων καὶ τοῦ ζωοποιοῦ σταυροῦ καὶ τῆς εἰκόνος τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς αὐτὸν τεκούσης παναγίας ἀειπαρθένου μητρός» (ὅπ. πρ. σ. 54· σειρὰ προσκυνήσεως).