Σελίδα 1 από 1

Θεόδωρος στουδίτης (+826)

ΔημοσίευσηΔημοσιεύτηκε: Παρ 19 Ιουν 2009, 20:36:00
από MTheodorakis
«δι’ ἀγγέλλων ὑδάτων καὶ πηγῶν τήρησις, ὁμοῦ τε καὶ ἴασις» (Εἰς τὴν σύναξιν τῶν οὐρανίων ταγμάτων, 2 ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 18 σ. 84).

«Οὐκ ἄν δὲ εἴη ψάλλειν συνετῶς, εἰ μὴ ἐκεῖνο φυλαχθείη, τὸ ἐν τῇ χοροστασία μὴ προάρχεσθαι τοῦ στίχου, ἕως ἄν ὁ προῤῥηθεὶς τέλος λάβῃ, εἴ τε μεγαλοφώνως, εἴ τε μικροφώνως γινομένης τῆς ψαλμωδίας, καὶ εἴ τε σχολαιότερον εἴ τε ἐπιδρομικότερον ἐρχομένου τοῦ στίχου» (Κατήχησις μικρὰ 99 ἔκδ. Ὀρθόδοξος Κυψέλη τ. 2 σ. 252).

«Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα. Ἕν γὰρ τὸ σχῆμα, ὥς περ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἅγιοι πατέρες ἐχρήσαντο» (Ἐπιστολὴ Βιβλίον Α’, 10 Νικολάῳ μαθητῇ τ. 3 σ. 69).

«Παραστέλλονται ψαλμωδίαι ἀρχαιοπαράδοτοι, ἐν αἷς περὶ εἰκόνων ᾄδεταί τι» (Ἐπιστολὴ Βιβλίον Β’, 15 Πατριάρχῃ Ἱεροσολύμων τ. 3 σ. 264).

«Ἐὰν τις χρίσειε δεδοικὼς εἰκόνα Χριστοῦ, ἤ τινος τῶν ἁγίων ἐνιαυτὸν εἰργέσθω τῆς κοινωνίας» (Ἐπιστολὴ Β’, 40 Ναυκρατίῳ τέκνῳ τ. 3 σ. 325).

Re: Θεόδωρος στουδίτης (+826)

ΔημοσίευσηΔημοσιεύτηκε: Παρ 19 Ιουν 2009, 20:36:27
από MTheodorakis
Ὁ ψευδοΔιονύσιος ὁ ἀρεοπαγίτης «ἕξ μυστήρια ἐκτεθεικώς· πρῶτον, περὶ φωτίσματος· δεύτερον, περὶ συνάξεως, εἶτ’ οὖν κοινωνίας· τρίτον περὶ τελετῆς μύρου· τέταρτον, περὶ ἱερατικῶν τελειώσεων· πέμπτον, περὶ μοναχικῆς τελειώσεως· ἕκτον, περὶ τῶν ἱερῶς κεκοιμημένων» (Ἐπιστολὴ Β’, 165 Γρηγορίῳ τέκνῳ τ. 3 σ. 551).

«῾῾Εἰ ὁ Θεὸς ὑπὲρ σοῦ, τίς κατὰ σοῦ’’ (πρβλ. Ρμ. η’, 21); οὗ καὶ τὸ σῶμα ἐσθίεις καὶ τὸ αἷμα πίνεις· ἐφ’ οἷς καταπατοῦμεν ῾῾ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ’’ (Λκ. ι’, 19)» (Ἐπιστολὴ Β’, 195 Εὐδοκίᾳ κανδιδατίσσῃ τ. 3 σ. 605).

«Τὸ γὰρ κοινωνεῖν παρὰ αἰρετικοῦ ἤ προφανῶς διαβεβλημένου κατὰ τὸν βίον ἀλλοτριοῖ Θεοῦ καὶ προσοικειοῖ τῷ διαβόλῳ» (Ἐπιστολὴ Β’, 220 Πρὸς τὴν σπαθαρίαν ἦς τὸ ὄνομα Μαχαρὰ τ. 3 σ. 663).