Ψαλμωδία

Ψαλμωδία

Δημοσίευσηαπό MTheodorakis » Τρί 13 Ιούλ 2010, 21:50:56

«Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλλατε συνετῶς» (ψ. μf', 8)· «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη· ἐν γὰρ σοφίᾳ ρηθήσεται αἶνος, καὶ ὁ Κύριος εὐοδώσει αὐτόν» (Σρ. ιε’, 9-10). «ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδία ὑμνεῖν καὶ δοξάζειν σε» (ἀναστάσιμο στιχηρὸ αἴνων ἤχου α').
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Ψαλμωδία

Δημοσίευσηαπό MTheodorakis » Τρί 18 Οκτ 2016, 16:13:31

«Μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι»
(Ἀμὼς ε’ 23).

«πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ»
(Ἐφ. ε’ 18-19).

«ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ»
(Κολ. γ’ 16).

«Τοὺς ἐπὶ τῷ ψάλλειν ἐν ταῖς ἐκκλησίαις παραγινομένους, βουλόμεθα μήτε βοαῖς ἀτάκτοις κεχρῆσθαι, καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι, μήτε τι ἐπιλέγειν τῶν μὴ τῇ ἐκκλησὶᾳ ἁρμοδίων τε καὶ οἰκείων• ἀλλὰ μετὰ πολλῆς προσοχῆς καὶ κατανύξεως, τὰς ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ• εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον»
(κανὼν οε’ πενθέκτης οἰκουμενικῆς συνόδου (691 μ.Χ.)).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Χριστιανική ἠθική

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 2 επισκέπτες

cron