«Γυνή τις ἔχουσα πάθος κατὰ τοῦ μασθοῦ αὐτῆς, τὸ λεγόμενον καρκίνον, ἀκούσασα περὶ τοῦ ἀββᾶ Λογγίνου, ἐζήτησε συντυχεῖν αὐτῷ. Ἐκάθητο οὖν οὗτος ἐν τῷ ἐνάτῳ σημείῳ Ἀλεξανδρείας. Ἐπιζητούσης δὲ τῆς γυναικός, συνέβη τὸν μακάριον ἐκεῖνον συλλέγειν ξύλα παρὰ τὴν θάλασσαν. Καὶ εὑροῦσα αὐτόν, λέγει αὐτῷ· Ἀββᾶ, ποῦ μένει ὁ ἀββᾶς Λογγῖνος ὁ δοῦλος τοῦ Θεοῦ; μὴ εἰδυῖα ὅτι αὐτός ἐστιν. Ὁ δέ φησι· Τί θέλεις τὸν ἐπιθέτην ἐκεῖνον; μὴ ἀπέλθῃς πρὸς αὐτόν· ἐπιθέτης γάρ ἐστι. Τί δέ ἐστιν ὃ ἔχεις; Ἡ δὲ γυνὴ ἔδειξε τὸ πάθος. Ὁ δὲ σφραγίσας τὸν τόπον, ἀπέλυσεν αὐτὴν, εἰπών· Ἄπελθε, καὶ ὁ Θεός σε θεραπεύει· Λογγῖνος γὰρ οὐδέν σε δύναται ὠφελῆσαι. Ἀπῆλθε δὲ ἡ γυνὴ πιστεύσασα τῷ λόγῳ, καὶ ἐθεραπεύθη παραχρῆμα. Μετὰ ταῦτα διηγησαμένη τισὶ τὸ πρᾶγμα, καὶ τὰ σημεῖα εἰποῦσα τοῦ γέροντος, μανθάνει ὅτι αὐτός ἐστιν ὁ ἀββᾶς Λογγῖνος»
(Ἀββᾶ Λογγίνου (δ’ αἰ.) ἀπόφθεγμα γ’ στὸ Τὸ Γεροντικὸν ἐκδ. Ἀστὴρ 1981 σ. 63).
«Τούτῳ ποτὲ τῷ ἁγίῳ Μακαρίῳ παρέβαλον ἐγώ, καὶ εὗρον ἔξω τῆς κέλλης αὐτοῦ πρεσβύτερον κώμης κατακείμενον, οὗ ἡ κεφαλὴ πᾶσα ἐβέβρωτο ὑπὸ τοῦ πάθους τοῦ καλουμένου καρκίνου, καὶ αὐτὸ τὸ ὀστέον ἀπὸ τῆς κορυφῆς ἐφαίνετο. Παρεγένετο οὖν ἰαθῆναι, καὶ οὐκ ἐδέχετο αὐτὸν ἐν συντυχίᾳ. Παρεκάλεσα οὖν αὐτὸν ὅτι ῾῾Δέομαί σου, κατοίκτειρον αὐτόν, καὶ δὸς αὐτῷ τὴν ἀπόκρισιν᾿᾿. Καὶ λέγει μοι· ῾῾Ἀνάξιός ἐστι τοῦ ἰαθῆναι· παιδεία γὰρ αὐτῷ ἀπεστάλη. Εἰ δὲ θέλεις αὐτὸν ἰαθῆναι, πεῖσον αὐτὸν ἀποστῆναι τῆς λειτουργίας· πορνεύων γὰρ ἐλειτούργει, καὶ διὰ τοῦτο παιδεύεται· καὶ ὁ Θεὸς αὐτὸν ἰᾶται᾿᾿. Ὡς οὖν εἶπον τῷ κακουμένῳ συνέθετο, ὀμόσας μηκέτι ἱερατεύειν. Τότε ἐδέξατο αὐτὸν καὶ λέγει αὐτῷ· ῾῾Πιστεύεις ὅτι ἔστι θεός;᾿᾿ Λέγει αὐτῷ· ῾῾Ναί᾿᾿. ῾῾Μὴ ἠδυνήθης διαπαῖξαι τὸν θεόν;᾿᾿ Ἀπεκρίνατο ὅτι ῾῾Οὔ᾿᾿. Λέγει αὐτῷ· ῾῾Εἰ γνωρίζεις σου τὴν ἁμαρτίαν καὶ τὴν τοῦ θεοῦ παιδείαν δι’ ἣν τοῦτο ὑπέστης, διορθώθητι εἰς τὸ ἑξῆς᾿᾿. Ἐξωμολογήσατο οὖν τὴν αἰτίαν, καὶ ἔδωκε λόγον μηκέτι ἁμαρτῆσαι μήτε λειτουργῆσαι, ἀλλὰ τὸν λαικὸν ἀσπάσασθαι κλῆρον. Καὶ οὕτως ἐπέθηκεν αὐτῷ χεῖρα, καὶ ἐν ὀλίγαις ἡμέραις ἰάθη καὶ ἐτρίχωσε καὶ ἀπῆλθεν ὑγιής»
(Περὶ Μακαρίου (τέλη δ’αἰ. Λαυσαϊκὴ ἱστορία ιθ’ ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 6 σ. 136)).
«Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ—καρκίνος δὲ τὸ πάθος ἦν—· τῷ δὲ μαστῷ ἐξογκουμένῳ καὶ ἡ ὀδύνη συνηύξετο. Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι καὶ μηδὲ βραχεῖαν ἐκεῖθεν αἴσθησιν ἀνιαρὰν ὑποδέχεσθαι. Τούτου χάριν αὐτὸν καὶ συχνότερον μεταπεμπομένη ψυχαγωγίας ἀπέλαυεν· ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς τὰς ἀλγηδόνας ἀφίστασθαι. Ἀλλ’ ἐκείνην μὲν οὕτως ἀγωνισαμένην μετὰ τῶν ἐπινικίων ἐπαίνων ἐκ τοῦδε τοῦ βίου προέπεμψεν»
(Περὶ Πέτρου 13 (Φιλόθεος ἱστορία (437-449) ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 4 σ. 234)).