Καρκίνος

Καρκίνος

Δημοσίευσηαπό MTheodorakis » Παρ 19 Νοέμ 2010, 23:55:27

«Γυνή τις ἔχουσα πάθος κατὰ τοῦ μασθοῦ αὐτῆς, τὸ λεγόμενον καρκίνον, ἀκούσασα περὶ τοῦ ἀββᾶ Λογγίνου, ἐζήτησε συντυχεῖν αὐτῷ. Ἐκάθητο οὖν οὗτος ἐν τῷ ἐνάτῳ σημείῳ Ἀλεξανδρείας. Ἐπιζητούσης δὲ τῆς γυναικός, συνέβη τὸν μακάριον ἐκεῖνον συλλέγειν ξύλα παρὰ τὴν θάλασσαν. Καὶ εὑροῦσα αὐτόν, λέγει αὐτῷ· Ἀββᾶ, ποῦ μένει ὁ ἀββᾶς Λογγῖνος ὁ δοῦλος τοῦ Θεοῦ; μὴ εἰδυῖα ὅτι αὐτός ἐστιν. Ὁ δέ φησι· Τί θέλεις τὸν ἐπιθέτην ἐκεῖνον; μὴ ἀπέλθῃς πρὸς αὐτόν· ἐπιθέτης γάρ ἐστι. Τί δέ ἐστιν ὃ ἔχεις; Ἡ δὲ γυνὴ ἔδειξε τὸ πάθος. Ὁ δὲ σφραγίσας τὸν τόπον, ἀπέλυσεν αὐτὴν, εἰπών· Ἄπελθε, καὶ ὁ Θεός σε θεραπεύει· Λογγῖνος γὰρ οὐδέν σε δύναται ὠφελῆσαι. Ἀπῆλθε δὲ ἡ γυνὴ πιστεύσασα τῷ λόγῳ, καὶ ἐθεραπεύθη παραχρῆμα. Μετὰ ταῦτα διηγησαμένη τισὶ τὸ πρᾶγμα, καὶ τὰ σημεῖα εἰποῦσα τοῦ γέροντος, μανθάνει ὅτι αὐτός ἐστιν ὁ ἀββᾶς Λογγῖνος»
(Ἀββᾶ Λογγίνου (δ’ αἰ.) ἀπόφθεγμα γ’ στὸ Τὸ Γεροντικὸν ἐκδ. Ἀστὴρ 1981 σ. 63).



«Τούτῳ ποτὲ τῷ ἁγίῳ Μακαρίῳ παρέβαλον ἐγώ, καὶ εὗρον ἔξω τῆς κέλλης αὐτοῦ πρεσβύτερον κώμης κατακείμενον, οὗ ἡ κεφαλὴ πᾶσα ἐβέβρωτο ὑπὸ τοῦ πάθους τοῦ καλουμένου καρκίνου, καὶ αὐτὸ τὸ ὀστέον ἀπὸ τῆς κορυφῆς ἐφαίνετο. Παρεγένετο οὖν ἰαθῆναι, καὶ οὐκ ἐδέχετο αὐτὸν ἐν συντυχίᾳ. Παρεκάλεσα οὖν αὐτὸν ὅτι ῾῾Δέομαί σου, κατοίκτειρον αὐτόν, καὶ δὸς αὐτῷ τὴν ἀπόκρισιν᾿᾿. Καὶ λέγει μοι· ῾῾Ἀνάξιός ἐστι τοῦ ἰαθῆναι· παιδεία γὰρ αὐτῷ ἀπεστάλη. Εἰ δὲ θέλεις αὐτὸν ἰαθῆναι, πεῖσον αὐτὸν ἀποστῆναι τῆς λειτουργίας· πορνεύων γὰρ ἐλειτούργει, καὶ διὰ τοῦτο παιδεύεται· καὶ ὁ Θεὸς αὐτὸν ἰᾶται᾿᾿. Ὡς οὖν εἶπον τῷ κακουμένῳ συνέθετο, ὀμόσας μηκέτι ἱερατεύειν. Τότε ἐδέξατο αὐτὸν καὶ λέγει αὐτῷ· ῾῾Πιστεύεις ὅτι ἔστι θεός;᾿᾿ Λέγει αὐτῷ· ῾῾Ναί᾿᾿. ῾῾Μὴ ἠδυνήθης διαπαῖξαι τὸν θεόν;᾿᾿ Ἀπεκρίνατο ὅτι ῾῾Οὔ᾿᾿. Λέγει αὐτῷ· ῾῾Εἰ γνωρίζεις σου τὴν ἁμαρτίαν καὶ τὴν τοῦ θεοῦ παιδείαν δι’ ἣν τοῦτο ὑπέστης, διορθώθητι εἰς τὸ ἑξῆς᾿᾿. Ἐξωμολογήσατο οὖν τὴν αἰτίαν, καὶ ἔδωκε λόγον μηκέτι ἁμαρτῆσαι μήτε λειτουργῆσαι, ἀλλὰ τὸν λαικὸν ἀσπάσασθαι κλῆρον. Καὶ οὕτως ἐπέθηκεν αὐτῷ χεῖρα, καὶ ἐν ὀλίγαις ἡμέραις ἰάθη καὶ ἐτρίχωσε καὶ ἀπῆλθεν ὑγιής»
(Περὶ Μακαρίου (τέλη δ’αἰ. Λαυσαϊκὴ ἱστορία ιθ’ ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 6 σ. 136)).


«Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ—καρκίνος δὲ τὸ πάθος ἦν—· τῷ δὲ μαστῷ ἐξογκουμένῳ καὶ ἡ ὀδύνη συνηύξετο. Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι καὶ μηδὲ βραχεῖαν ἐκεῖθεν αἴσθησιν ἀνιαρὰν ὑποδέχεσθαι. Τούτου χάριν αὐτὸν καὶ συχνότερον μεταπεμπομένη ψυχαγωγίας ἀπέλαυεν· ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς τὰς ἀλγηδόνας ἀφίστασθαι. Ἀλλ’ ἐκείνην μὲν οὕτως ἀγωνισαμένην μετὰ τῶν ἐπινικίων ἐπαίνων ἐκ τοῦδε τοῦ βίου προέπεμψεν»
(Περὶ Πέτρου 13 (Φιλόθεος ἱστορία (437-449) ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 4 σ. 234)).
Τελευταία επεξεργασία απο MTheodorakis την Σάβ 20 Νοέμ 2010, 16:04:30, επεξεργάστηκε 1 φορές συνολικά.
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Καρκίνος

Δημοσίευσηαπό MTheodorakis » Σάβ 20 Νοέμ 2010, 15:36:34

«Ἁπάντων τοίνυν τῶν ἐν τῇ ἐρήμῳ ἡγουμένων
μετὰ τοῦ κοινοῦ πνευματικοῦ πατρὸς
διὰ τὸ εἰρημένον τοῦ βασιλέως δυσσεβὲς πρόγραμμα
ἐν τῷ ἱερατείῳ ἅμα καθιζομένων τῷ ὑπὸ Κων-
σταντίνου τοῦ μεγάλου κατασκευασθέντι βασι-
λέως, ἐν ᾧ εἰς ὕψος αἴρεσθαι κατ’ ἔτος ὁ
τίμιος εἰώθει σταυρός, γυνή τις πάθος ἀνίατον
κατὰ τὸν οἰκεῖον ἔχουσα μαζὸν (καρκίνος δὲ
τοῦτο ἦν), ὅ περ χρόνῳ παλαιωθὲν πᾶσαν
ἰατρῶν ἐνίκησε τέχνην, διὰ τῆς ἀγγελικῆς οὕτω
λεγομένης πύλης εἰσελθοῦσα καὶ πλησίον τοῦ
ἱεροῦ τῶν πατέρων γεναμένη χοροῦ, οὐ πόρρωθεν
τούτων θεασαμένη Ἰσίδωρον τὸν θεοφιλέστατον,
ὃς τῆς εὐαγοῦς τοῦ Σουκᾶ λαύρας ὕστερον ἐγε-
γόνει καθηγεμών, τῷ πλήθει τῶν δακρύων τὸν
πόνον ὑποφαίνουσα ἠρώτα τοῦτον, εἰ μετὰ τῆς
ἱερᾶς τῶν πατέρων πληθύος καὶ ὁ μέγας τυγχάνει
Θεοδόσιος καὶ ὅστις οὗτος εἴη· ὃ δέ, τίνος
χάριν τοῦτον ἐπιζητοίη, ἀντεπερωτήσας τὸ γύναιον
μαθών τε τὴν αἰτίαν καὶ τὸ τοῦ πάθους θεωρήσας
ἀφόρητον, ἐπεί περ ἐγίνωσκε τὸν ἄνδρα τοιαύτης
γέμοντα χάριτος, δακτυλοδεικτεῖ τῇ γυναικὶ προ-
θύμως τὸν δίκαιον, σημεῖον δὲ σαφὲς δοὺς τῆς
θύμως τὸν δίκαιον, σημεῖον δὲ σαφὲς δοὺς τῆς
ἀκακίας τοῦ ὁσίου τὸ σύμβολον, φημὶ δὲ τὴν
χροίαν αὐτοῦ ὅ περ ἐφόρει κουκουλλίου. ἀλλὰ
τοῦτον ἀκριβῶς ἡ πιστοτάτη ἐκείνη ἐγνωκυῖα
γυνὴ τύπον ἐν τῷ νῷ λαμβάνει τὴν αἱμόρρουν,
καὶ ὥσπερ ἐκείνη τῷ κρασπέδῳ τοῦ κυρίου, οὕτως
αὕτη τῷ κουκουλλίῳ τοῦ μαθητοῦ πρόσεισι τοῦ
κυρίου μετὰ τῆς αὐτῆς ἀνενδοιάστου πίστεως.
καὶ προσεγγίσασα τούτῳ ἀψοφητὶ ἠρέμα τε τὴν
ἰδίαν γυμνώσασα θηλήν, ἔνθα τὸ ἄλγος ἦν,
προσψαῦσαι μόνον τῷ εἰρημένῳ πεποιήκει ῥάκει,
καὶ παραχρῆμα τὴν ἴασιν ἐδέξατο, οἷόν τινος
σκότους φωτὸς παρουσίᾳ, οὕτω παραχρῆμα τοῦ
πάθους δραπετεύσαντος. ὁ δὲ τοῦ θεοῦ ἄνθρω-
πος ὀπίσω περιβλεψάμενος (οὐ γὰρ ἔλαθεν αὐτὸν
ἡ ἀπ’ αὐτοῦ προελθοῦσα δύναμις)· “Θάρσει”,
ἔφη, “θύγατερ, ἡ πίστις σου σέσωκέν σε” φησὶν
Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ὁ
δὲ μνημονευθεὶς θεοφιλέστατος Ἰσίδωρος τῷ εἰρη-
μένῳ οἴκαδε μετὰ χαρᾶς πορευομένῳ ἐπιδραμὼν
γυναίῳ (ἀπεσκόπει γάρ, τί ἂν εἴη τὸ ἐκβησόμε-
νον) αὐτοῖς αὖθις εἶδεν ὀφθαλμοῖς μηδὲ τοῦ
πάθους οὐλὴν κατὰ τὸν αὐτῆς παντάπασιν οὖσαν
μαζόν, καὶ τὸ ῥῆμα τοῦ πατρὸς ἔργον γεγενημέ-
νον ὁρῶν καὶ τὴν πίστιν τῆς γυναικὸς θαυμάζων
ὑπέστρεφεν ὡς ἑαυτόν, καταγνοὺς ὅτι περ εἰς
πίστιν γυναίῳ νενίκηται»
(Θεοδώρου Πέτρας Βίος ὁσίου Θεοδοσίου τοῦ κοινοβιάρχου (+529) ἔκδ. Η. Usener σσ. 71-72).
Τελευταία επεξεργασία απο MTheodorakis την Κυρ 21 Νοέμ 2010, 22:33:09, επεξεργάστηκε 2 φορές συνολικά.
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Καρκίνος

Δημοσίευσηαπό MTheodorakis » Σάβ 20 Νοέμ 2010, 15:39:58

«Πρωΐας δὲ γενομένης, κατ’ οἰκονομίαν Θεοῦ, ἰδοὺ ἄνθρωπος ἔρχεται
ἔχων τὴν ἰδίαν γυναῖκα ἔχουσαν εἰς τὸν μαστὸν αὐ-
τῆς καρκῖνον. Παρεκάλει οὖν αὐτὸν ἀνὴρ, ἵνα θερα-
πεύσῃ τὴν αὐτοῦ γυναῖκα. Ὁ δὲ ἔλεγεν ἑαυτὸν ἁμαρτωλὸν
καὶ ἀνάξιον εἶναι τοῦ τοιούτου ἐπιχειρήματος.
Ὁ δὲ ἀνὴρ τῆς γυναικὸς ἐπέμενεν ἱκετεύων αὐτὸν,
ὅπως ἐπινεύσει καὶ ἐλεήσει τὴν γυναῖκα αὐτοῦ. Ἐπι-
θέντος οὖν αὐτοῦ τὴν χεῖρα, καὶ σφραγίσαντος τὸ
πάθος, παραχρῆμα ἐθεραπεύθη»
(Περὶ Ἰωάννου (Λειμωνάριον (πρὸ τοῦ 614) κεφ. 56 ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 2 σ. 112).


«Περὶ Στεφανίδος τῆς ἐχούσης τὸν καρκίνον
Ἓν τῶν θαυμάτων γινέσθω καὶ τῆς Στεφανίδος ἡ παράδοξος
ἴασις, καὶ μηδεὶς ἀπιστείτω τῷ θαύματι, τῶν ἁγίων τὸ σθένος σταθμώ-
μενος, καὶ χάριν τὴν δοθεῖσαν αὐτοῖς ἐπιστάμενος, οἳ νόσημα πᾶν θερα-
πεύουσιν καὶ ῥῶσιν δι’ οἶκτον χαρίζονται πᾶσιν τοῖς πιστῶς αὐτοῖς προσ-
πελάζουσιν. Στεφανὶς οὖν τὸ προτεθὲν ἡμῖν εἰς ἐξήγησιν γύναιον, πάθος
ἔσχε δεινὸν καὶ ἀνίατον· καρκίνος τὸ πάθος ἐλέγετο, οὐκ ἀπᾷδον ἔχον
τῆς φύσεως ὄνομα· καρκίνῳ γὰρ ἐοικός, εἰκότως αὐτῷ καὶ τὴν προσηγο-
ρίαν κοινωνὸν προσεδέξατο.
Καὶ τοῦτο μὲν ὑπῆρχεν τῆς Στεφανίδος τὸ νόσημα, οὗ μόναι τὰς
ἀλγηδόνας ἐπίστανται γυναικῶν ὅσαι πεπείρανται· ἰατροὶ δέ, καὶ τούτων
οἱ γενάρχαι Γαληνὸς καὶ Ἱπποκράτης, τὸ τῆς τέχνης κομψὸν σεμνολόγημα,
τὴν ἧτταν βοᾶν οὐκ αἰσχύνονται, τὸν πρὸς καρκίνον τὸ πάθος παραι-
τούμενοι πόλεμον, καὶ τοῖς νικητηρίοις αὐτὸ καταστέφοντες· ταύτῃ δεικ-
νύντες αὐτοῦ τὴν φυσικὴν σκολιότητα, ἣν οὐ φάρμακον εὐτριβές, οὐ
δραστήριον, οὐκ ἔμπλαστρος ἡ γαλβιανή τε καὶ πάγχριστος, οὐχ ἡ Φίλω-
νος καλουμένη ἀντίδοτος, οὐκ ἄλλο τι φυσικόν τε καὶ ἄκρατον ἢ ἐκ συν-
αφείας εἴδους ἑτέρου βοήθημα κατευνάζειν ταῦτα μέχρι τῆς σήμερον ἴσχυ-
σεν. Οὕτω τὸ πάθος ἀνήμερον προσλαχὸν ἀγριότητα, καὶ πᾶν τοὐναντίον
φοβοῦν τὸ τιθασσεύειν αὐτὸ ἢ διώκειν γλιχόμενον.
Τούτου δὲ μαθοῦσα καὶ Στεφανὶς τὸ τυραννικὸν καὶ ἀνήμερον,
καὶ τὴν πρὸς αὐτὸ τῆς ἰατρικῆς τέχνης ἀδράνειαν, ἣν οἱ ταύτην μετιόντες
ἔργοις καὶ λόγοις ἐκήρυττον, καὶ ὡς μόνῳ Θεῷ τε καὶ μάρτυσιν τὸ πάθος
αὐτῆς ὑποκλίνεται, καὶ κελεύουσι πείθεται, πρὸς Θεὸν εὐθὺς καὶ πρὸς
Κῦρον καὶ Ἰωάννην τοὺς Χριστοῦ καὶ Θεοῦ τῶν ὅλων θεράποντας ηὐτο-
μόλησεν. Καὶ ταύτην ἰδόντες, ἀξίως τῆς εἰς αὐτοὺς ἐτίμησαν πίστεως·
ἡ δὲ τιμὴ τῆς ταχείας ἰάσεως τὸ δῶρον ἐτύγχανεν, καὶ πάθους τοῦ κρυφίως
κατέχοντος ἀπαλλαγή τε καὶ λύτρωσις. Ἰῶνται τοίνυν τὸ γύναιον οὐ
φαρμάκοις ἀοράτοις, ὡς ἔθος αὐτοῖς ἰᾶσθαι τοὺς κάμνοντας, ἀλλὰ ὁρατοῖς
χερσὶ τοῦ πάθους ἁψάμενοι.
Ἐν μιᾷ γὰρ ὡς πρὸ τοῦ μαρτυρικοῦ τῶν ἁγίων ἵστατο μνήματος,
καὶ θεραπείας τυγχάνειν ἐλιτάνευεν δακρύουσά τε καὶ στένουσα, καὶ πίστει
θερμῇ τὰς ἱκετείας προσφέρουσα, καὶ τὸν καρκίνον εὐθέως ἀπέβαλεν, καὶ
πᾶσαν σὺν αὐτῷ βλάβην, καὶ τὴν ἐξ αὐτοῦ τικτομένην ἀσθένειαν, ἐμπε-
σόντα καὶ σκαίροντα. Καὶ πολλοὶ μὲν εὐθὺς αὐτὸν ἐθεάσαντο (ὁ καιρὸς γὰρ ἡμέρας
ἐτύγχανεν), οἳ παρῆσαν εὐχόμενοι, καὶ τυχεῖν βοηθείας ἐδέοντο· πολλοὶ
δὲ καὶ μετὰ ταῦτα κρεμάμενον καὶ ἀφ’ ὑψηλοῦ τὴν τῶν ἁγίων διαγγέλλοντα
δύναμιν, εἰς εὐχὴν ἀφικνούμενοι καὶ τοὺς μάρτυρας»
(Σωφρονίου Ἱεροσολύμων Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου τῶν σοφῶν ἀναργύρων θαῦμα ιθ’ ἔκδ. N. Fernández Marcos).

«οὐ μὴν ἀλλὰ καὶ τὸ τῆς Ἑβραίας τῆς ἐχούσης τὸν καρκίνον ἔσω κρυπτό-
μενον Κῦρος καὶ Ἰωάννης πεπράχασι· ἅπερ πολλοὶ ὡς χθὲς γεγονότα
μέμνηνται καὶ κηρύττουσιν»
(ὅπ. πρ. θαῦμα λ’).
Τελευταία επεξεργασία απο MTheodorakis την Κυρ 21 Νοέμ 2010, 22:33:34, επεξεργάστηκε 3 φορές συνολικά.
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Καρκίνος

Δημοσίευσηαπό MTheodorakis » Σάβ 20 Νοέμ 2010, 15:44:32

«Γυνή τις εὐλαβὴς μονάστρια μονῆς τῶν Αὐγούστης, διακειμένης πλησίον τοῦ
ἁγίου Θωμᾶ τοῦ ἐπιλεγομένου ἀποστολίου, καρκίνον εἶχεν ἐν τῷ μασθῷ αὐτῆς,
ἥντινα θεωρήσαντες οἱ ἰατροὶ λέγουσιν αὐτῇ· ῾῾Τοῦτο τὸ πάθος ἐκρῆξαι ἔχει εἴτε
σήμερον εἴτε αὔριον· ἐπὰν δὲ ἐκρήξῃ, μέχρι τῆς καρδίας σαυτοῦ εἰσδυνεῖ καὶ
ἀποθανεῖ᾿᾿. Ἡ δὲ τὴν θανατηφόρον μοῖραν ἀντὶ περιοδείας ἐκ τῶν ἰατρῶν δεξαμένη
ἤρξατο ἀδημονεῖν καὶ κλαίειν πικρῶς. Ἀκούσασα οὖν τὰ παράδοξα τοῦ ἁγίου
θαύματα, ὅπως τέ ἐστιν περὶ πάντας θερμὸς καὶ συμπαθητικός, καὶ πίστει ὀρθῇ
τὰ κατ’ αὐτὸν δεξαμένη, εἶχεν ἴσως καὶ αὐτὴ τὸν ταῖς καρδίαις ἐμβατεύοντα Κύριον
προσφόρως διὰ τοῦ ἁγίου λέγοντα αὐτῇ· ῾῾Θάρσει, θύγατερ. Ἡ πίστις σου σέσωκέν
σε, πορεύου εἰς εἰρήνην᾿᾿. Πέμψασα οὖν πρὸς τὸν μοναχὸν ἔλαβεν ἀπομύρισμα καὶ
περιχρίουσα τὸν μασθὸν αὐτῆς, ἔνθα τὸ πάθος ἐγένετο, ἰάθη ἐπισκέψει τοῦ
φιλανθρώπου Θεοῦ καὶ τοῦ ἁγίου μάρτυρος Ἀναστασίου»
(Διήγησις θαυμάτων τοῦ ἁγίου ἐνδόξου μάρτυρος Ἀναστασίου τοῦ Πέρσου (+628) θαῦμα ιε’ ἔκδ. Β. Flusin).


«Ἄλλος δὲ καρκίνου πάθος φέρων ἐν τῷ ποδὶ καὶ πολλοῖς χρόνοις
τῷ τοῦ τραύματος ἕλκει πηρούμενος τῷ ἀποστάζοντι τῆς θήκης ἰχῶρι
χειρὶ τὸ πάθος ὑπαλείφων τῆς ῥώσεως ἔτυχεν»
(Βίος καὶ θαύματα τοῦ ὁσίου Γρηγορίου τοῦ δεκαπολίτου (+816) ἔκδ. G. Makris).


«Γυναικὶ δέ τινι πρὸς τῇ παρειᾷ πάθος ἐνέσκηψε τὸ δεινό-
τατον· καρκῖνος δὲ τοῦτο παρὰ τοῖς ἰατροῖς ὀνομάζεται· αὕτη τῇ
ὑπερβολῇ τοῦ φυσήματος καὶ τὸ ἐσθίειν ἀφῄρητο· μολεῖ οὖν πρὸς
τὸν ἅγιον, καὶ τὸ σέβας οἷα ποτνιωμένη, τὴν συμφορὰν λαλεῖν οὐκ
ἠδύνατο· ἐν γὰρ τῇ γλώσσῃ ταύτης τὸ πάθος ἐτύγχανε. Ὁ δὲ ταύ-
την ὡς ἐθεάσατο, ἐκπλήξει τὸν ἔλεον συνεκέρασε καί· ῾῾Παναγία
δέσποινα Θεοτόκε᾿᾿ εἰπών, τοῦ σταυροῦ τῷ σημείῳ ταύτην ἐσφρά-
γισε᾿᾿ καὶ παραυτίκα τὸ πάθος ἐρράγη καί, τὸ ἕλκος ἀναδιδόμενον,
ἔρρει ὡς ἀπὸ φλεβοτομίας αἵματος ῥεῦμα καί, σὺν τῷ οἰδήματι
καὶ τοῦ ἄλγους ὑπολωφήσαντος, ἡ ἀσθενοῦσα τοῦ πάθους ἀπήλλακτο» (Bίος ὁσίου Εὐαρέστου (+825) κεφ. κθ’ ἔκδ. Ch. van de Vorst).
Τελευταία επεξεργασία απο MTheodorakis την Σάβ 20 Νοέμ 2010, 16:05:28, επεξεργάστηκε 1 φορές συνολικά.
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Καρκίνος

Δημοσίευσηαπό MTheodorakis » Σάβ 20 Νοέμ 2010, 15:47:57

«Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Παταπίου
τοῦ ἐρημοπολίτου. Οὗτος ἦν ἐκ Θηβῶν τῶν κατ’
Αἴγυπτον ὁρμώμενος· τὸν μονήρη δὲ βίον ἑλόμενος
καὶ πολλοὺς χρόνους ἐν τῇ ἐρήμῳ ἀσκήσας, εἶτα
ἐν Κωνσταντινουπόλει ἐλθών, πλεῖστα εἰργάσατο
θαύματα, τυφλοὺς ὀμματώσας καὶ ὑδεριῶντας
διὰ χρίσεως ἐλαίου ἁγίου ἰασάμενος καὶ δαίμονας
ἀπελάσας καὶ καρκῖνον ἀπὸ μαστοῦ γυναικὸς
θεραπεύσας ἢ ἐκριζώσας καὶ ἀφανίσας, —σκώληξ
γὰρ ὁ καρκῖνός ἐστιν διαβιβρώσκων ἔνθα δὴ καὶ
ὑπάρχοι—ἐν εἰρήνῃ τῷ Κυρίῳ τὸ ἑαυτοῦ
παρέθετο πνεῦμα»
(Συναξάριον τῆς ἐκκλησίας Κωσταντινουπόλεως (ι’ αἰ.) Δκεμβρίου η’ ὁσίου Παταπίου (η’ αἰ.) ἔκδ. H. Delehaye, Acta Sanctorum 62).


«μόνῃ σφραγῖδι καρκῖνον
πάθος οὕτω λεγόμενον ἀπό τινος γυναικὸς
διεσκέδασε»
(Συναξάριον τῆς ἐκκλησίας Κωσταντινουπόλεως (ι’ αἰ.) Φεβρουαρίου ζ’ Παρθενίου ἐπισκόπου Λαμψάκου (δ’ αἰ.) ἔκδ. H. Delehaye, Acta Sanctorum 62).


«τούτῳ φησὶ τῷ Θεοδώρῳ πάθος τι τῶν ἀνιάτων ἐνσκῆψαν, ὃ καρκῖνον
τοῖς περὶ ταῦτα δεινοῖς καλεῖν ἔθος, βαρείας ἐπῆγε καὶ οὐ
φορητὰς τὰς ὀδύνας, καὶ δεινῶς ἔτρυχε, καὶ πρὸς ἀπόγνω-
σιν πάντοθεν ἤπειγεν. Ὡς οὖν τῆς ἰατρικῆς ἐπιστήμης
κρεῖττον ἐφάνη τὸ πάθος, καὶ πάντες μὲν ἀπειρήκεσαν
ἰατροί, ἀπεγνώκει δὲ καὶ αὐτός, μᾶλλον δὲ κατεγνώκει
τῶν ἰατρῶν, ἐφ’ ἑνὶ δὲ μόνῳ τῷ διαφορωτάτῳ τῶν ἄλλων
τὰς ἐλπίδας ἐσάλευε, πρόσεισι τῷ μεγάλῳ συνάμα τῷ
Ξενοφῶντι, οὐχ ὡς ἰατρῷ, ἤ τινος τῶν ἰατρικῶν ἢ καὶ
ἄλλως ἰαματικῶν ἀξιοῦντες τυχεῖν, ἀλλ’ ὡς τῷ Τιμοθέῳ—
τοῦτο γὰρ ὄνομα τῷ ἰατρῷ—τὰ περὶ αὐτῶν ἀναθεῖναι, ῾῾Ἦ
μὴν αὐτῷ᾿᾿ λέγοντες ῾῾ἰάσιμα τὰ τοῦ πάθους ἔσται θε-
λήσαντι.᾿᾿ Καὶ αὐτίκα ὁ Τιμόθεος μετεκαλεῖτο· ἐπεὶ δὲ ἧκε
καὶ τὴν αἰτίαν ἔγνω τῆς κλήσεως, δῆλος ἦν χαλεπαίνων
αὐτοῖς, οἷα δὴ πεῖραν ἤδη τοῦ πάθους προειληφώς, καὶ τὴν
ἀπόγνωσιν εὐθέως προοιμιάζετο. Ὁ δὲ μέγας ἴδιον αὐτοῦ
τὸ πάθος ἐκάλει, τὸν ἰατρὸν ἐφελκόμενος, καὶ τὴν θερα-
πείαν αὐτὸς ᾠκειοῦτο· ὁ δὲ Τιμόθεος, ἐπεὶ μὴ εἶχεν ἀν-
τιτείνειν εἰσάπαν, τὴν ἰατρείαν ἀποτολμᾷ. Ὡς οὖν
αὐτὸς μὲν ἐπὶ πολλαῖς ἡμέραις τὰ τῆς τέχνης ἐπεδείκνυτο
φιλοτίμως, τὸ δὲ πάθος οὐδὲν ἧττον ἔμενε πάθος, καὶ
πάθος ἀνίατον, τὴν τέχνην ἀνήνυτον ἀτεχνῶς ἀπελέγχον—
καὶ τί γὰρ ἢ καρκῖνος, οὐδ’ ἐπ’ ὀλίγον ὀρθοποδῶν ἀλλ’ ἀεὶ
σκολιάζων καὶ προκόπτων ἐπὶ τὸ χεῖρον; —ὁ μέγας ὡς
ἀληθῶς καὶ σοφὸς ἰατρὸς οἰκονομίᾳ τινὶ θειοτέρᾳ τοῖς ἐν
τῷ Μυλοποτάμῳ πρὸς ἐπίσκεψιν ἐπιφοιτᾷ μοναχοῖς, οἷς καὶ
τὸν Θεόδωρον—ἐκεῖ δὲ καὶ οὗτος τῷ Τιμοθέῳ συνῆν—
οἷα καὶ μᾶλλον τῶν ἄλλων ταύτης δεόμενον, προσεπισκέ-
πτεται, καὶ τὰ τοῦ πάθους πυνθάνεται, καὶ μαθὼν ὡς εἶ-
χεν, ἐκκαλύψαι τοῦτο διακελεύεται· οὗ ἐκκαλυφθέντος, ἰλιγγι-
άσας δῆθεν τῇ χειρὶ τοῦτο τρὶς ἐπεσφράγισεν, ῾῾Ὁ Θεὸς᾿᾿
ἐπειπὼν ῾῾ὁ Θεὸς καταργήσαι σε᾿᾿, ἁπλουστάτῃ καὶ πα-
τρικῇ, μᾶλλον δὲ σοφωτάτῃ χρώμενος ἐπιτιμήσει, καὶ σε-
σοφισμένως ἅμα τε τὸ πάθος καταργῶν, καὶ τὸ τοῦ
θαύματος περίοπτον ἀμαυρῶν. Ὡς δὲ καὶ λούσασθαι τοῦ-
τον προέτρεπεν, αὐτὸς εἰσῄει πρῶτος, τοὺς τῶν ποδῶν
πίλους, ἅπερ ἀρτάρια καλεῖν ἡ ῥωμαϊκὴ φωνὴ καὶ συ-
νήθεια οἶδε, τῷ Θεοδώρῳ καταλελοιπώς, τὰς ψύλλας δῆ-
θεν ἀποτινάξοντι. Τὸν δὲ θαυμαστή τις οἷα πίστις εὐθὺς
εἰσέδυ μετὰ χεῖρας ταῦτα λαβόντα, καὶ οὐδὲ καθεκτὸς ἦν
ἔτι, ἀλλ’ ἐπετίθει τῷ τραύματι τὸ καινὸν ἐπίθεμα τοῦτο, τὴν
ἐπίκλησιν ἐκείνου καὶ τὴν εὐχήν, ὥς τι φάρμακον ἀκεσώ-
δυνον ἐπιπάττων ἢ καὶ θεῖον ἔπᾳσμα καὶ σοφὸν κατε-
πᾴδων. Ὡς δὲ καὶ τοῦ λουτροῦ μὲν ὁ μέγας ἐξῄει,
τὸν δὲ Θεόδωρον ἐκέλευεν εἰσελθεῖν—ὢ Θεοῦ θαυμασίων
—ὑγιὴς ὁ Θεόδωρος ἦν· καὶ γὰρ ἅμα τε προσέφερε ταῦτα
δὴ τὰ καινὰ τῆς πίστεως φάρμακα—δεῖ γὰρ καὶ καινῶς
εἰπεῖν περὶ καινῶν πραγμάτων—καὶ τὸ πάθος διερρήγνυ-
το, καὶ πύον ἐξεκρίνετο παραδόξως· ὡς δὲ καὶ ἀποσπᾶν
ἐπεβάλετο ταῦτα, καὶ τὸ θαῦμα ἤδη διαφανῶς ἐγινώσκετο·
ἐπεὶ δὲ καὶ τὸν ὑγιασθέντα τόπον ἐπειρᾶτο προσυποδεῖ-
ξαι, ὁ θεραπευτὴς οὐκ ἠνέσχετο, παρ’ αἰτίαν ἢν πολλάκις
εἰρήκαμεν, ἀλλ’ ἀπολουσάμενον ὑπαναχωρεῖν ὡς τάχιστα
διεκελεύετο»
(Βίος Ἀθανασίου τοῦ ἀθωνίτου (+1001) κεφ. 203-206).
Τελευταία επεξεργασία απο MTheodorakis την Σάβ 20 Νοέμ 2010, 16:05:48, επεξεργάστηκε 1 φορές συνολικά.
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Καρκίνος

Δημοσίευσηαπό MTheodorakis » Σάβ 20 Νοέμ 2010, 15:49:51

«Γυνὴ γάρ τις τῶν ἐγχωρίων καὶ αὐτοχθόνων, καρκί-
νου πάθει πιεζομένη καὶ τὰ ἔσχατα τοῦ κινδύνου αὐτῇ ἐπα-
πειλουμένου—τό γε γὰρ εἰς ἀνθρώπους ἧκον οὐδαμῶς ἦν
τὸ πάθος ἰάσιμον—ἐπειδὴ κατήκοος γέγονε τοῦ τοιούτου
παραδόξου θαύματος, οὐκ ἀμελὴς ἦν οὐδ’ ὑπτία πρὸς τὴν
τοῦ ἀγαθοῦ ζήτησιν, ἀλλ’ ἐλπίσι χρησταῖς καὶ πίστει ἀδι-
στάκτῳ πεποιθυῖα ἐπὶ τὴν ὀξεῖαν καὶ αὐτὴ ἐχώρει βοήθειαν
καὶ τὸν θεῖον ναὸν ὡς τάχος κατέλαβε, καί, ὡς μόνον
κέχριστο τῷ θείῳ μύρῳ τὸ ἀλγοῦν μέρος—ὦ Χριστέ, τῶν
σῶν μεγαλείων—κρεῖττον αὐτῇ καὶ παρὰ πολὺ τῶν ἐλπίδων
ἀπήντα. Τοῦ γὰρ ἀλγηδότηρος σκώληκος παραχρῆμα τε-
θνήξαντος, καθαρᾶς ἐκείνη τῆς ὑγείας ἐτρύφα, ὡς μηδὲ λείψα-
νόν τι ἢ τύπον τινὰ τοῦ πάθους ὑπολειφθῆναι»
(Βίος ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε (β’ ἥμισυ ι’ αἰ.) κεφ. νδ’ ἔκδ. Τῆνος 1997 σσ. 181, 183).


«καὶ τὰ χείριστα τῶν νοσημά-
των φύεται, πλημυρούσης ἐν τῷ σώματι τῷ ἡμετέρῳ, ἐλε-
φαντιάσεις καὶ λέπραι καὶ ψῶραι καὶ ἀλφοί, καὶ σκίρροι,
καὶ καρκίνοι, καὶ ὄγκοι καρκινώδεις), προσελθοῦσα θᾶτ-
τον ἢ λόγος τὴν ἴασιν εὕρατο»
(Θεοκτίστου τοῦ στουδίτου Λόγος εἰς τὴν ἀνακομιδὴν τῶν λειψάνων τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου πατριάρχου κωνσταντινουπόλεως (+1311) ἔκδ. A.-M.M. Talbot σ. 110).


«Εἶτα καί τις γυνὴ εὑρέθη ἐν γαστρὶ ἔχουσα
καρκίνον, πάνυ δεινῶς καὶ αὐτὴ πάσχουσα τὰ ἐνδὸς ῾῾ἡμέρας
καὶ νυκτός᾿᾿. Ἀκούσασα δὲ καὶ ἰδοῦσα περὶ τοῦ προρρηθέντος
ἀνθρώπου τὴν θεραπείαν, ὅτι διχοτομημένον θηρίον ἐκ τῆς
γαστρὸς αὐτοῦ ἐξήνεγκεν ὁ ἄνθρωπος, τρέχει καὶ αὐτὴ πρὸς
αὐτὸν πόθῳ πολλῷ καὶ πίστει θερμῇ τὴν δεινῶς τρυχομένην
γαστέρα προσάπτουσα καὶ προστρίβουσα τῇ σορῷ τῶν λειψά-
νων, κλαίουσά τε καὶ δυσωποῦσα τὸν ὅσιον ἀπαλλαγῆναι τῆς
νόσου· εἶτα καὶ τὴν τοῦ τάφου κανδήλαν λαβοῦσα ἐπὶ χεῖρας
καὶ πιοῦσα μὲν ἐξ αὐτῆς, ἀλείψασα δὲ καὶ τὴν ὀδυνωμένην γα-
στέραν, στενοχωρεῖται τὸ ἐντὸς ἑρπετὸν καὶ πρὸς τὰ ἔξω πειρᾶ-
ται φυγεῖν. Ἡ δὲ γυνὴ ταραχθεῖσα καὶ τὸ στόμα χανοῦσα
πρὸς ἐμετὸν ἐξεμεῖ τὸν καρκίνον ὁλόκληρον, φησί, κατέμπρο-
σθεν ἡμῶν· καὶ ἐλυτρώθη μὲν ἡ γυνὴ τοῦ δεινοτάτου πάθους
ἐκείνου δοξάζουσα τὸν Θεὸν καὶ τὸν θεράποντα αὐτοῦ Διομή-
διον, οὐκ εὐσθενῆ δὲ ἀλλὰ μετρίαν τινὰ καὶ βραχεῖαν ἕως τέ-
λους ἐκέκτητο τὴν ἰσχύν· οἰκονομικῶς πάντως καὶ τοῦτο ἐδιλους
ἐκέκτητο τὴν ἰσχύν· οἰκονομικῶς πάντως καὶ τοῦτο ἐδι-
καίωσεν ὁ ἰατρός, ὅπως ὁ ἔξωθεν μὲν ἵνα θλίβεται ἄνθρωπος,
ὁ ἐντὸς δέ, κατὰ Παῦλον, ἀνακαινοῦται»
(ὁσίου Νεοφύτου τοῦ ἐγκλείστου Ἐγκώμιον εἰς τὸν ὅσιον Διομήδην-θαῦμα δ’ ἔκδ. ἁγίου Νεοφύτου τοῦ ἐγκλείστου συγγράμματα τ. 3 σσ. 341-342).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Χριστιανική ἠθική

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 21 επισκέπτες