Γαστριμαργία

Γαστριμαργία

Δημοσίευσηαπό MTheodorakis » Πέμ 13 Δεκ 2012, 15:08:24

«μέλι εὑρὼν φάγε τὸ ἱκανόν, μήποτε πλησθεὶς ἐξεμέσῃς» (Παρμ. κε’ 16). «᾿Επὶ τραπέζης μεγάλης ἐκάθισας, μὴ ἀνοίξῃς ἐπ᾿ αὐτῆς φάρυγγά σου καὶ μὴ εἴπῃς· πολλά γε τὰ ἐπ᾿ αὐτῆς. μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός· πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει. οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ. φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ, μὴ μισηθῇς. παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς· καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. - ῾Ως ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει. ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ, ἀνέστη πρωΐ, καὶ ἡ ψυχὴ αὐτοῦ μετ᾿ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου. καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπωρῶν καὶ ἀναπαύσῃ» (Σειρ. λα’ 12-21). «μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας. δι᾿ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν» (Σειρ. λζ’ 29-31). «ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν» (Ἡσ. νστ’ 11)· «ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος καὶ γαστρίμαργος καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστι τῶν παθῶν ὁ λογισμός;» (Δ’ Μακ. β’ 7).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Γαστριμαργία

Δημοσίευσηαπό MTheodorakis » Πέμ 13 Δεκ 2012, 15:08:53

«ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ» (Λκ. ιβ’ 19). «ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται...ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει» (Λκ. ιβ’ 45-46). «οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ» (Ρμ. ιστ’ 18), «γαστέρες ἀργαί» (Τίτ. α’ 12), «ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες!» (Φιλ. γ’ 19)· «ἀλλ' ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας» (Ρωμ. ιγ’ 14). «Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ» (Ρμ. ιδ' 17).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Γαστριμαργία

Δημοσίευσηαπό MTheodorakis » Πέμ 13 Δεκ 2012, 21:37:01

«Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμήν· Ἡ ψυχὴ ἐν οὐδενὶ ταπεινοῦται, ἐὰν μὴ ἐλλατώσει ἑαυτὴν ἄρτου»
(Τὸ μέγα Γεροντικὸν τ. 2 1995 σ. 54).

«Εἶπε Γέρων· Ἡ γαστριμαργία μήτηρ ἐστὶ τῆς πορνείας. Εἶπε πάλιν· Ὁ κρατῶν γαστρὸς κρατεῖν δύναται καὶ πορνείας καὶ γλώσσης»
(ὅπ. πρ. σ. 98).

«Τὰς παχέας σάρκας, καὶ γαστέρα ὄγκον ἔχουσαν ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται»
(ἁγίου Γρηγορίου τοῦ θεολόγου (+389) Ποίημα Εἰς ἑαυτὸν μδ’, 49-50 ἔκδ. Ε. Π. Ε. τ. 10 σ. 330).

«Ῥίπτει τὰ παρόντα ὁ τῶν ἐλπιζομένων γευσάμενος. Ὅλον γὰρ τὸν πόθον ἐν ἐκείνοις ἐκένωσεν»
(ὅσιος Θαλάσσιος ὁ μυροβλύτης (+660) Περὶ ἀγάπης καὶ ἐγκρατείας καὶ τῆς κατὰ νοῦν πολιτείας ἑκατοντὰς Δ’, 67 ἔκδ. Φιλοκαλία τῶν ἱερῶν νηπτικῶν 1984 τ. 2 σ. 226).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Γαστριμαργία

Δημοσίευσηαπό MTheodorakis » Τρί 18 Δεκ 2012, 22:09:43

Ὁ ὅσιος Ὀνούφριος εἰκονίζεται στὶς ἁγιογραφίες ὡς γέρων γυμνός, μακρυμάλλης, ἔχων τὰ γένεια μακρὰ ἕως τοὺς πόδας καὶ στὸ εἰλητάριο ποὺ κρατάει λέγει:
«Μὴ κόρος ἐντέρων σε Χριστοῦ χωρίσῃ, μὴ βόρβορος σὲ τῶν παθῶν καθηδύνῃ, εἰ δ' οὖν, δακρύσεις ἐν φλογί τῇ παμφάγῳ».
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Χριστιανική ἠθική

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 15 επισκέπτες