Πίστις

Πίστις

Δημοσίευσηαπό MTheodorakis » Τετ 04 Φεβ 2015, 16:34:15

«Μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει;» (Ἀρ. ια' 23). «Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου...ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς ᾿Ισραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός σου, ὁ λυτρούμενός σε, ᾿Ισραήλ» (Ἡσ. μα' 10, 13-14). «θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον» (Ἰω. ιστ' 33) «καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε» (Ἰω. στ' 35). «Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε... μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω» (Ἰω. ιδ' 1, 27). «Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;» (Σοφ. Σειρ. β' 10).

«ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ» (Ἡσ. κη' 16, Α' Πετ. β' 6), «ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν» (Α' Ἰω. ε' 4).

«Νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας» (Α' Θεσ. ε' 8), «διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους» (Β' Κορ. ε' 7). «Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων» (Ἑβ. ια' 1)· «ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος ἁγίου» (Ρωμ. ιε' 13).

Ἀβραὰμ «παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν» (Ρωμ. δ' 18) «λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός... Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον» (Ἑβ. ια' 19, 11)· Μωυσῆς δέ, «τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε» (Ἑβ. ια' 27).

«Τί δειλοί ἐστε, ὀλιγόπιστοι;» (Ματ. η' 26). «Ὀλιγόπιστε! εἰς τί ἐδίστασας;» (Ματ. ιδ' 31). «Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι» (Μαρ. θ' 23). «Τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν;» (Μαρ. δ' 40). «ἔχετε πίστιν Θεοῦ» (Μαρ. ια' 22). «ὡς ἐπίστευσας γενηθήτω σοι» (Ματ. η' 13). «ἡ πίστις σου σέσωκέ σε» (Ματ. θ' 22). «Ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις» (Ματ. ιε' 28). «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν» (Ματ. θ' 29). «Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ' οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ» (Μαρ. ι' 27). «Ἐγώ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος» (Ἀπ. κα' 6). «Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν» (Ἐφ. γ' 20-21).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Πίστις

Δημοσίευσηαπό MTheodorakis » Τετ 04 Φεβ 2015, 17:45:51

«᾿Ανανίας, ᾿Αζαρίας, Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός» (Α' Μακκ. β' 59).

«τὸ ρῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ» (Σ. Σολ. ιστ' 26).

«πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ» (Ἡσ. ν' 10).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Πίστις

Δημοσίευσηαπό MTheodorakis » Παρ 28 Ιούλ 2017, 11:13:02

«ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι»

(Β' Κορ. δ' 8-9).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Πίστις

Δημοσίευσηαπό MTheodorakis » Παρ 28 Ιούλ 2017, 15:51:44

«ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν»
(Παροιμ. γ' 3).


«πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν»
(Σ. Σειρ. β' 6).


«Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. οἱ πορευόμενοι ἐν σκότει καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ»
(Ἡσ. ν' 10).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Πίστις

Δημοσίευσηαπό MTheodorakis » Δευτ 07 Αύγ 2017, 16:17:41

Ὁ Θεάνθρωπος λέγει «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς» (Ματ. κη’ 18), «ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας» (Κολ. β’ 10),. «ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων» (Α’ Τιμ. στ’ 15). Ναί, «ὅτι τὰ σύμπαντα δοῦλα σά» (Ψ. ριη’ 91). «Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων· τὸ πᾶν ἐστιν αὐτός» (Σ. Σειρ. μγ’ 27), ποὺ διαβεβαιώνει «ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος» (Ἀπ. κβ’ 13).

Ἄρα ἄν πιστεύομε, καὶ ἐκτελοῦμε τὶς ἐντολὲς τοῦ Θεοῦ, δὲν μᾶς ἐξουσιάζουν οἱ οἰκογένειες τῶν ἀμερικανοεβραίων μεγαλοτραπεζιτῶν Rothschild καὶ Rockefeller, ποὺ κατευθύνουν καὶ τὴ Μασωνία. Ἄλλωστε καὶ οἱ μάρτυρες καὶ οἱ νεομάρτυρες εἶναι νικητές!
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Χριστιανική ἠθική

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση : Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης

cron