Τιμὴ εἰς τὸν πλησίον

Τιμὴ εἰς τὸν πλησίον

Δημοσίευσηαπό MTheodorakis » Κυρ 09 Ιούλ 2017, 19:34:13

«τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι»

(Ῥωμ. ιβ’ 10).


«τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν»

(Φιλ. β’ 3).


«Ἀνάγκασον σεαυτόν, ὅταν ὑπαντήσης τῷ πλησίον σου, ἵνα τιμήσῃς αὐτὸν ὑπὲρ τὸ μέτρον αὐτοῦ. Φίλησον δὲ τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας, καὶ κράτησον αὐτὰς πολλάκις μετὰ πολλῆς τιμῆς καὶ ἐπίθες αὐτὰς ἐπὶ τοὺς ὀφθαλμοὺς σου καὶ ἐπαίνεσον αὐτὸν καὶ εἰς ἅπερ οὐκ ἔχει. Ὅταν δὲ χωρισθῇ ἀπὸ σου, λάλησον περὶ αὐτοῦ πᾶν ἀγαθόν, καὶ εἰ τὶ τίμιον. Ἐν γὰρ τούτοις καὶ τοῖς τοιούτοις ἕλκεις αὐτὸν εἰς τὸ ἀγαθὸν καὶ ἀναγκάζεις αὐτὸν αἰσχύνεσθαι ἐκ τῆς προσηγορίας, ἧς προσηγόρευσας αὐτόν, καὶ σπείρεις εἰς αὐτὸν σπέρματα ἀρετῆς. Ἐκ δὲ τῆς τοιαύτης συνήθειας, ἧς σεαυτὸν ἐθίζεις, τυποῦται ἐν σοὶ τύπος ἀγαθός, καὶ ταπείνωσιν πολλὴν κτήσῃ ἐν σεαυτῷ, καὶ χωρὶς κόπου κατορθοῖς τὰ μεγάλα. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐὰν ἔχῃ τινὰ ἐλαττώματα, τιμώμενος ὑπὸ σοῦ, εὐχερῶς δέχεται παρὰ σοῦ τὴν θεραπείαν, αἰσχυνόμενος ἐκ τῆς τιμῆς, ἧς ἐποίησας αὐτῷ.
Οὗτος ὁ τρόπος ἔστω σοι ἀεί, τὸ εὐπροσήγορον καὶ τιμητικὸν εἶναι πρὸς πάντας, καὶ μὴ παροξύνῃς τινὰ ἢ ζηλώσῃς, μήτε διὰ πίστιν μήτε διὰ τὰ ἔργα αὐτοῦ τὰ κακά, ἀλλὰ φύλαττε σεαυτόν, τοῦ μὴ μέμψασθαι ἢ ἐλέγξαι τινὰ ἔν τινι· ἔχομεν γὰρ κριτὴν ἀπροσωπόληπτον ἐν οὐρανοῖς. Εἰ δὲ θέλεις ἐπιστρέψαι αὐτὸν πρὸς τὴν ἀλήθειαν, λυπήθητι ὑπὲρ αὐτοῦ καὶ μετὰ δακρύων καὶ ἀγάπης εἰπὲ αὐτῷ λόγον ἕνα ἢ δύο, καὶ μὴ πυρωθής τῷ θυμῷ κατ’ αὐτοῦ, καὶ ὄψεται ἐν σοὶ σημεῖον ἔχθρας. Ἡ γὰρ ἀγάπη οὐκ οἶδε θυμοῦσθαι ἢ παροξύνεσθαι ἢ μέμφεσθαι τινὰ ἐμπαθῶς. Ἔνδειξις τῆς ἀγάπης καὶ τῆς γνώσεως ἐστὶν ἡ ταπείνωσις, ἥτις τίκτεται ἀπὸ συνειδήσεως ἀγαθῆς»

(Ἀββᾶ Ἰσαὰκ τοῦ Σύρου (τὸ 688 ἦτο 75 ἐτῶν) Λόγος ε’ Περὶ τοῦ μακρύνεσθαι τοῦ κόσμου καὶ πάντων τῶν θολούντων τὸν νοῦν ἔκδ. 1977 (1895) σσ. 30-31).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Τιμὴ εἰς τὸν πλησίον

Δημοσίευσηαπό MTheodorakis » Δευτ 10 Ιούλ 2017, 13:07:35

«μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος»
(Α' Κορ. ι' 24).

«Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς»
(Α' Κορ. ιγ' 4-5).

«μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος»
(Φιλ. β' 4).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Χριστιανική ἠθική

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση : Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης