Σελίδα 1 από 1

Κάθαρσις

ΔημοσίευσηΔημοσιεύτηκε: Παρ 28 Ιούλ 2017, 11:53:39
από MTheodorakis
«καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι»
(Ἰακ. δ' 8).

«καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ»
(Β' Κορ. ζ' 1).

«ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ' ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας»
(Α' Ἰω. α' 7).

«μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται»
(Ματ. ε' 8).

Re: Κάθαρσις

ΔημοσίευσηΔημοσιεύτηκε: Παρ 28 Ιούλ 2017, 14:57:31
από MTheodorakis
«κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός»
(Παροιμ. β' 27).


«λούσασθε καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν»
(Ἡσ. α' 16).


«καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι...καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ»
(Β' Βασ. κβ' 21, 25).