από MTheodorakis » Τετ 15 Απρ 2009, 22:27:06
«ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν» (Ἰω. α’, 4-5), «εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι» (Πρ. κf’, 23), τὸ πασχάλιον φῶς, «ἡ ἀνάστασις καὶ ἡ ζωή» (Ἰω. ια’, 25) «λύσας τὰς ὠδίνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ» (Πρ. β’, 24), «ὅς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν» (Ρμ. δ’, 25)· «καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ὑμῶν ἐτύθη Χριστός» (Α’ Κρ. ε’, 7), «ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι» (Β’ Κρ. ε’, 15), «ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες» (Λκ. κ’, 36). Ἄρα «εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν» (Α’ Κρ. ιε’, 19).