Πραότης

Πραότης

Δημοσίευσηαπό MTheodorakis » Παρ 08 Μάιος 2009, 12:31:01

«Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἥμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεάν» (ψ. ριθ’, 7).
«πραΰθυμος ἀνὴρ καρδίας ἰατρός» (Πρμ. ιδ’, 30).

«Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν» (Μτ. ε’, 5).
«ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς» (Μτ. ε’, 44).
«μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν» (Μτ. ια’, 29).
«τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς» (Λκ. f’, 29).
«μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν» (Ρμ. ιβ’, 21).
«ἡ ἀγάπη...οὐ παροξύνεται» (Α’ Κρ. ιγ’, 4-5).
«ὁ δὲ καρπὸς τοῦ Πνεύματος ἐστὶν...χρηστότης...πραότης» (Γλ. ε’, 22-23).
«Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Κύριος ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς» (Κολ. γ’, 12-13).
«δίωκε δὲ...πραότητα» (Α’ Τμ. f’, 11).
«δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον» (Β’ Τμ. β’, 24).
«Ὑπομίμνησκε αὐτοὺς...ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους» (Ττ. γ’, 1-2).
«ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι» (Ἑβ. ιβ’, 3).
«ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει» (Α’ Πτ. β’, 23).

«Ὡς φωτὸς φανέντος ὑποχωρεῖ σκότος, οὕτω καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται» (Ἰωάννου σιναΐτου Κλίμαξ η’, 8).
«Τὸ μὴ μέμφεσθαι ἑαυτόν, φέρει τὸ μὴ ὑποφέρειν ὀργήν» (Ἀββᾶ Ἀμμωνᾶ λόγος Περὶ τῆς χαρᾶς τῆς ψυχῆς τοῦ ἀρξαμένου δουλεῦσαι Θεῷ ἔκδ. Β.Ε.Π.Ε.Σ. τ. 40 σ. 69).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Πραότης

Δημοσίευσηαπό MTheodorakis » Κυρ 20 Ιουν 2010, 13:39:50

«παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν» (Ψ. λf’, 8). «ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων» (Πρμ. ια’, 25). «Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς» (Πρμ. ιε’, 1). «μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται» (Ἐκκλ. ζ’, 9)· «καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης» (Ἐκκλ. ια’, 10). «ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας» (Σρ. λ’, 24). «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ραπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων» (Ἡσ. ν’, 6).

«πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ρακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός» (Μτ. ε’, 22). «ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν... πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν» (Ἐφ. δ’, 26, 31-32), «ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται» (Ἰκ. α’, 20).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Πραότης

Δημοσίευσηαπό MTheodorakis » Κυρ 12 Δεκ 2010, 23:10:48

«οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι, ἡ γὰρ ροπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ» (Σειρ. α' 22)· «καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου»; (Ἡσ. ξf' 2).
«Ἐν καρδίαις πρᾳέων ἀναπαύσεται Κύριος· ψυχὴ δὲ ταραχώδης διαβόλου καθέδρα» (Ἰ. σιναΐτου (+600) Λόγος κδ’ Περὶ πραότητος, 3).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Πραότης

Δημοσίευσηαπό MTheodorakis » Κυρ 05 Ιουν 2011, 10:47:50

«Ὁ ἀββᾶς Παῦλος ὁ κοσμίτης καὶ Τιμόθεος ὁ ἀδελφὸς αὐτοῦ ἐκαθέζοντο ἐν τῇ Σκήτῃ. Καὶ πολλαχῶς ἐγίνετο μεταξὺ αὐτῶν ἀντιλογία. Λέγει ὁ ἀββᾶς Παῦλος· Ἕως πότε μένομεν οὕτω; Λέγει αὐτῷ ὁ ἀββᾶς Τιμόθεος· Ποίησον ἀγάπην, ὅταν ἔρχωμαι ἐπάνω σου, βάσταξόν με, καὶ ὅταν ἔρχῃ καὶ σὺ ἐπάνω μου, βαστάζω σε κἀγώ. Καὶ ποιήσαντες οὕτως ἀνεπάησαν τὰς ἐπιλοίπους αὐτῶν ἡμέρας» (Τὸ μέγα Γεροντικὸν τ. 4 σ. 208).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Χριστιανική ἠθική

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 13 επισκέπτες

cron