«Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἥμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεάν» (ψ. ριθ’, 7).
«πραΰθυμος ἀνὴρ καρδίας ἰατρός» (Πρμ. ιδ’, 30).
«Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν» (Μτ. ε’, 5).
«ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς» (Μτ. ε’, 44).
«μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν» (Μτ. ια’, 29).
«τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς» (Λκ. f’, 29).
«μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν» (Ρμ. ιβ’, 21).
«ἡ ἀγάπη...οὐ παροξύνεται» (Α’ Κρ. ιγ’, 4-5).
«ὁ δὲ καρπὸς τοῦ Πνεύματος ἐστὶν...χρηστότης...πραότης» (Γλ. ε’, 22-23).
«Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Κύριος ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς» (Κολ. γ’, 12-13).
«δίωκε δὲ...πραότητα» (Α’ Τμ. f’, 11).
«δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον» (Β’ Τμ. β’, 24).
«Ὑπομίμνησκε αὐτοὺς...ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους» (Ττ. γ’, 1-2).
«ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι» (Ἑβ. ιβ’, 3).
«ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει» (Α’ Πτ. β’, 23).
«Ὡς φωτὸς φανέντος ὑποχωρεῖ σκότος, οὕτω καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται» (Ἰωάννου σιναΐτου Κλίμαξ η’, 8).
«Τὸ μὴ μέμφεσθαι ἑαυτόν, φέρει τὸ μὴ ὑποφέρειν ὀργήν» (Ἀββᾶ Ἀμμωνᾶ λόγος Περὶ τῆς χαρᾶς τῆς ψυχῆς τοῦ ἀρξαμένου δουλεῦσαι Θεῷ ἔκδ. Β.Ε.Π.Ε.Σ. τ. 40 σ. 69).