από MTheodorakis » Σάβ 06 Ιουν 2009, 15:50:32
«τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ» (ψ. ρμβ’, 10)· «πλὴν ἰδὲ τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ Θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς» (Ἐκκ. ζ’, 29), «ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων» (Σ. Σολ. α’, 5). «Λέγω δὲ πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε» (Γλ. ε’, 16) «καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως» (Ἐφ. δ’, 30), «ἀλλὰ πληροῦσθε ἐν Πνεύματι» (Ἐφ. ε’, 18), «ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον» (Α’ Κρ. ιβ’, 7). «ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ» (Ρμ. η’, 15), «ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι» (Α’ Κρ. f’, 17), «ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως» (Β’ Κρ. δ’, 13), «διὰ τῆς ἀγάπης τοῦ Πνεύματος» (Ρμ. ιε’, 30), φρονοῦμεν «κατὰ πνεῦμα τὰ τοῦ πνεύματος» (Ρμ. η’, 5)· «ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια» (Γλ. ε’, 22, 23), «εἴ τις κοινωνία Πνεύματος» (Φλ. β’, 1), «ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ» (Ἐφ. ε’, 9). «καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ...» (Ἰω. ιf’, 8, 9). «Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν...πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος» (Ἑβ. ι’, 26, 29-31), «τὸ δὲ πνεῦμα ζῳοποιεῖ» (Β’ Κρ. γ’, 6), «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτὸ» (Ἰω. ιδ’, 17), «τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ» (Πρ. ε’, 32).