Σελίδα 1 από 1

Ὑπομονὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Σάβ 05 Σεπ 2009, 22:33:36
από MTheodorakis
«οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος;» (Σρ. β’, 14), «πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· οἱ δὲ ὑπομένοντες τὸν Θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν» (Ἡσ. μ’, 30-31). «ὑπομονὴ ᾿Ισραήλ, Κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν» (Ἱρ. ιδ’, 8). «᾿Αγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχὴ ἣ ζητήσει αὐτὸν ἀγαθὸν καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου. ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ᾖρεν ἐφ' ἑαυτῷ· δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν. ῞Οτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος» (Θρ. γ’, 25-31), «ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται» (Μτ. ι’, 22), «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» (Λκ. κα', 19), «ἡ ἀγάπη...πάντα ὑπομένει» (Α' Κρ. ιγ', 7), «ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν» (Φλ. α’, 29). «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ» (Β’ Θεσ. γ’, 5). «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν...εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν» (Β’ Τιμ. β’, 8, 12)· «ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ» (Ἑβ. ιβ’ 3-10), «ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι» (Ἰκ. α', 4), «ὥς τε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ» (Α’ Πτ δ’, 19). «Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ» (Ἀπ. ιδ', 12).

Re: Ὑπομονὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ 18 Απρ 2010, 23:16:32
από MTheodorakis
«πᾶς γὰρ πυρὶ ἁλισθήσεται» (Μρ. θ', 49).

Re: Ὑπομονὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ 05 Ιουν 2011, 10:09:52
από MTheodorakis
«Ἔλεγέ τις τῶν Γερόντων περὶ Λαζάρου τοῦ πτωχοῦ ὅτι· Οὐχ εὑρίσκομεν αὐτὸν οὐδεμίαν ἀρετὴν ποιήσαντα· πλὴν εὑρίσκομεν αὐτὸν ὅτι οὐδέποτε κατὰ τοῦ Θεοῦ ἐγόγγυσεν ὡς μὴ ποιοῦντος μετ’ αὐτοῦ ἔλεος, ἀλλὰ μετ’ εὐχαριστίας τὸν πόνον αὐτοῦ ἐβάσταζε καὶ τὸν πλούσιον οὐ κατέκρινε, διὰ τοῦτο αὐτὸν ὁ Θεὸς προσελάβετο» (Τὸ μέγα Γεροντικὸν τ. 2 σ. 404).

Re: Ὑπομονὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ 28 Δεκ 2014, 11:54:06
από MTheodorakis
«Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν» (Ρωμ η' 28). «Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν» (Ἰακ. α' 12). «εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν» (Β' Τιμ. β' 12), «ἐν πάσει δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς» (Κολ. α' 11) «τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες» (Ρωμ. ιβ' 12). «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι» (Ἰακ. α' 2-4)· «τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ» (Α' Πετ. β' 19-20). «Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων» (Ἀπ. ιγ' 10).

Re: Ὑπομονὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Δευτ 29 Δεκ 2014, 21:48:59
από MTheodorakis
«οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ» (Β' Πετ. α' 11).

Re: Ὑπομονὴ

ΔημοσίευσηΔημοσιεύτηκε: Τετ 06 Μάιος 2015, 14:49:41
από MTheodorakis