Σημείωσις. Οἱ εἱρμοὶ (πρόσειρμα) τοῦ β΄ κανόνος τῆς ᾿Αναλήψεως, μὴ ὑπάρχοντες εἰς τὰ ἔντυπα Πεντηκοστάρια, ἀλλ᾿ ἀναγκαῖοι εἰς τὸν ὄρθρον διὰ σήμερον, τὴν Δευτέραν καὶ τὴν Τετάρτην, ἔχουν ὡς ἑξῆς (ἦχος δ΄).
ᾨδὴ α΄, πρὸς «Ἀνοίξω τὸ στόμα μου».
᾿Αρρήτῳ προστάξει σου πεζοπλωτῆρα ἐδέξατο, ἡ ἄβατος θάλασσα ἠπειρωθεῖσα ποτέ, ἰσραηλίτην λαὸν κεκονιαμένον, ἐξόδιον ᾄδοντα ὕμνον σοι Κύριε.
ᾨδὴ γ΄, πρὸς «Τοὺς σοὺς ὑμνολόγους».
Νοσοῦσαν δεινῶς καὶ παρειμένην, οἰκτίρμον ὁ φύσει συμπαθής, τὴν φύσιν οὖν στερέωσον, ἣν προσλαβὼν ἀνύψωσας, ὅτι οὐκ ἔστιν ἅγιος, πλήν σου ἄλλος φιλάνθρωπε.
ᾨδὴ δ΄.
῾Ο καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παρθένῳ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
ᾨδὴ ε΄, πρὸς «᾿Εξέστη τὰ σύμπαντα».
Μερίς μου εἶ Κύριε, καὶ δόξα τοῦ προσώπου μου· σὺ γὰρ ἐκ σκότους τῆς ἀγνοίας, μόνος ἐρρύσω θεογνωσίας φωτί, καὶ ἐν σοὶ προσεύξομαι Χριστέ· δώρησαι τῷ δούλῳ σου, τὴν εἰρήνην ὡς εὔσπλαγχνος.
ᾨδὴ ϛ΄, πρὸς «Τὴν θείαν ταύτην».
῾Η ζάλη σωτὴρ τῶν στεναγμῶν, δεινῶς χειμαζομένη βυθίζει με, τῆς ἀπογνώσεως, ἐν τῷ βυθῷ· ἀλλὰ δέομαι, προφθάσας ἐλεῆμον ῥῦσαι καὶ σῶσόν με.
ᾨδὴ ζ΄, πρὸς «Οὐκ ἐλάτρευσαν».
Τρεῖς θεόφρονες τῇ κτίσει οὐκ ἐλάτρευσαν, παρὰ τὸν κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες ἔχαιρον ψάλλοντες· ὑπερύμνητε ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄, πρὸς «Παῖδας εὐαγεῖς».
Ἀπήμονας παῖδας ἐν καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἤγειρε ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀύλων νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς θεομήτορος, καὶ βοάτω· χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Επιστροφή στην Εἱρμοί, κανόνες, πρόλογοι, προσόμοια
Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 0 επισκέπτες