«λάμπει γὰρ ὡς φῶς ἀεὶ ἡ γέννησις τοῦ Σωτῆρος» (Ὁσίου Ἐφραὶμ τοῦ Σύρου (+373) ἔργα ἐκδ. Περιβόλι τῆς Παναγίας τ. F' σ. 202), διότι λέγει ὁ ἴδιος «ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ» (Ἰω. ιβ’ 46), «αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος» (Ἰω. γ’ 19). «εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον» (Ἰω. α’ 11).
«Ὧ παιδίον οὐρανοῦ παλαιότερον!...ὦ ἡμέρα μυρίων ὕμνων ἀξία...Ὦ φάτνη, ὦ φάτνη συμμέτοχε τῶν χερουβίμ» (ἁγίου Ἀμφιλοχίου Ἰκονίου (+395÷400) Εἰς τὰ γενέθλια τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ §§ 3-4 ἔκδ. Β.Ε.Π.Ε.Σ. τ. 71 σ. 65).
«ἐν φάτνῃ ὡς ἐν τάξει τροφῆς τέθειται» ( Κυρίλλου Ἀλεξανδρεῖας (+444) Εἰς τὸν Λουκᾶν (β’ 7) ἔκδ. P.G. τ. 72 στ. 488d).
«Ἔστι νοεῖν ὡς ἀρχάγγελος ἦν ὁ τοῖς ποιμέσι τὴν χαρὰν εὐαγγελισάμενος ἅμα τῇ ὑπ’ αὐτὸν στρατιᾷ κατιών» (ὅπ. πρ. (β’ 10) στ. 496a).
«Ἑκὼν ἐπὶ τῆς φάτνης τίθεται, ἵνα οἱ κτηνῶδεις προσδράμωσι, καὶ τὸν λόγον εὕρωσιν ἐπὶ τῆς φάτνης καθήμενον, ἵνα ἀναλάβωσιν ἐξ αὐτοῦ τὸ λογικὸν ἀξίωμα, ἵνα σῖτον εὕρωσιν προσδοκήσαντες ἄχυρα, ἵνα ὡς κτήνη προσδράμωσι, δράγματα κριθῆς ἐπὶ τῆς φάτνης εὑρεῖν οἰόμενοι, καὶ τὸν ἄρτον τὸν ἀληθινὸν φάγωσι, τὴν τροφὴν τῆς ζωῆς, τὸ δεῖπνον τοῦ φωτός, τὴν βρῶσιν τῆς χαρᾶς, τῆς ἀφθαρσίας τὸ γλύκασμα» (Ἡσυχίου πρεσβυτέρου τοῦ ναοῦ τῆς Ἀναστάσεως Ἱεροσολύμων (+ λίγο μετὰ τὸ 451) Εἰς τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον Λόγος β’ ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 13 σ. 434).