Τριῴδιο ἁγίου Ἀντωνίου

Κανόνες Δ. Συζήτησης
῾Η χρῆσις τοῦ δημοσιευομένου ὑλικοῦ καὶ τῶν συνημμένων ἀρχείων διέπεται ἀπὸ τοὺς παρακάτω ὅρους·
α) γιὰ τὰ πνευματικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1236
β) γιὰ τὰ ἐμπορικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1237

Τριῴδιο ἁγίου Ἀντωνίου

Δημοσίευσηαπό MTheodorakis » Τρί 24 Νοέμ 2015, 15:38:02

Στὸ χφ. Paris. gr. 1615 μηναῖο Ἰανουαρίου ιε' αἰ. φφ. 233r-236r διασώζεται τριῴδιο τοῦ ὁσίου ποίημα Ἰωάννου μοναχοῦ (ᾠδὲς ζ', η' καὶ θ').
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: Τριῴδιο ἁγίου Ἀντωνίου

Δημοσίευσηαπό MTheodorakis » Τρί 24 Νοέμ 2015, 22:31:12

ᾨδὴ ζ'. «Τριῴδιον Ἰωάννου μοναχοῦ. Εἱρμὸς ἄλλος· Παῖδες ἑβραίων. Ἦχος ὁ αὐτός (πλ. δ').

Κλῖμαξ ἐμπράκτου θεωρίας, ἀνεδείχθη σου Ἀντώνιε ὁ βίος. Δι' αὐτῆς γὰρ Θεῷ ὁμίλησας κραυγάζων· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Στύλος ὁλόφωτος ὡράθης, τῇ τοῦ Πνεύματος φλογὶ προσομιλήσας, καὶ ἡγήσω λαοὺς Ἀντώνιε βοῶντας· Εὐλογητὸς εἶ Κύριε
ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Μέσον καμίνου σιδηρέας, ἀκατάφλεκτος Ἀντώνιε ὑπῆρξας, παθοκτόνῳ φωτὶ λαμπόμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε
ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.


ᾨδὴ η'. Νικηταὶ τυράννου καὶ φλογός.
Ὡς ψυχὴν καὶ σῶμα νοῦν τε καθηράμενος ἔρωτι θείῳ, τῆς τριάδος πάτερ ἔνθεον Ἀντώνιε γέγονας σκῆνος, εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἀρετῆς ἀσκήσας καρτερῶς Ἀντώνιε πᾶσαν ἰδέαν, ἀσκητῶν ἀλείπτης φρουρηθεὶς ἀναίμακτος γέγονας μάρτυς, εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θαυμαστὸς ὁ βίος ὄντως ὑπερθαύμαστός σου καὶ ἡ πράξις, εὐσεβείας φύλαξ ἔφυς γὰρ Ἀντώνιε οὐρανοφοίτης, εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἐν ἀζύγῳ πάτερ ἀρετῶν ὀχήματι ἁρματηλάτης, ὡς Ἠλίας ἤρθης ἀπὸ γῆς Ἀντώνιε τριάδος λάτρης, εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ἔφριξε πᾶσα ἀκοή.
Ἔφθασεν ἡ πανευκλεὴς καὶ πανεύφημός σου μνήμη καὶ ἔνδοξος, τῆς γῆς τὰ πέρατα, καὶ διεδόθη ταῖς τῶν πιστῶν ἀκοαῖς, προειρηκότος ἀψευδῶς τοῦ πάντων δεσπόζοντος Χριστοῦ πανόλβιε, καὶ τελέσαντος αὐτοῦ τὴν ὑπόσχεσιν.

Μέμνησο νῦν παρεστηκὼς τῷ δεσπότῃ παῤῥησίᾳ θεόφρονι, τῶν τὴν σεβάσμιον, ἑορταζόντων μνήμην σου ὅσιε, καὶ καθοδήγησον αὐτοὺς τὴν τῆς σῆς ἀσκήσεως ὁδὸν πορεύεσθαι, συνειδότι καθαρῷ παμμακάριστε.

Ἵλεων νῦν καὶ εὐμενῆ τὸν Σωτῆρα κετημένος πανόλβιε, καὶ σοῦ πειθόμενον ταῖς ἱκεσίαις καὶ ταῖς δεήσεσιν, τοῦτον εὐΐλατον ἡμῖν πρεσβεύων ἀπέργασαι τοῖς ἑορτάζουσι, τὴν σεπτὴν σου ἑορτὴν καὶ πανίερον.

Σῶσον με μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρα μου, Θεὸν καὶ ἄνθρωπον, διπλοῦν τὴν φύσιν οὐ τὴν ὑπόστασιν, μονογενῆ μὲν ἐκ Πατρὸς ἐκ σοῦ δὲ πρωτότοκον, πάσης τῆς κτίσεως, διὸ πάντες σὲ ἁγνὴ μεγαλύνομεν».
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Θέματα ὑμνολογίας - ὑμνογραφίας

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση : Google [Bot] και 1 επισκέπτης

cron