«ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;» (Ἰω. f’, 62).
«Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν· καὶ ἐπάρθητε πύλαι αἰώνιοι» (ψ. κγ’, 7). «Εἰ δὲ αἱ πύλαι τῆς βασιλείας αἰώνιοι, πόσῳ γε μάλλον αὐτὴ ἡ βασιλεία αἰώνιος καὶ εἰς αἰῶνας καὶ ἐπ’ αἰῶνας;» (ὁσίου Νεοφύτου τοῦ ἐγκλείστου (+ περὶ τὸ 1220) Κατήχησις ιδ’ τ. 2 σ. 267).
«ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν» (Ἰω. κ’, 17).
«Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος» (Κολ. γ’,1).
«ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» (Ἑβ. f’, 20).
«Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας» (Ἑβ. δ’, 14).
«τῆς δὲ ἀναλήψεως οὐ πάντες τευξόμεθα, ἀλλ’ ὅσοις τὸ ζῆν Χριστός ἐστι καὶ τὸ δι’ αὐτὸν ἀποθανεῖν κέρδος, ὅσοι πρὸ τοῦ θανάτου τὴν ἁμαρτίαν διὰ μετανοίας καὶ τῆς εὐαγγελικῆς πολιτείας ἐσταύρωσαν· οὗτοι γὰρ μόνοι μετὰ τὴν κοινὴν ἀνάστασιν ἀναληφθήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα» (ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ (+1359) ὁμιλία κβ’ ἔκδ. Ε.Π.Ε. τ. 10 σ. 66).