22 νοεμβρίου· ἡ πρώτη ἀκολουθία τοῦ ὁσίου ᾿Ιακώβου τοῦ ἐν Εὐβοίᾳ
Ι Ε Ρ Α
ΑιΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
Ι Α Κ Ω Β Ο Υ
ΤΟΥ ΝΕΟΥ ΤΟΥ ΕΝ ΕΥΒΟΙΑι
(† 21 Νοεμβρίου 1991)
Ψαλλομένη τῇ 22ᾳ Νοεμβρίου
π ο ί η μ α
’Ιωάννου Παστρωμᾶ
(περὶ τὸ 1992)
᾿Εγκριθεῖσα τῇ 7ῃ ᾿Ιουνίου 2018
ὑπὸ τῆς ῾Ιερᾶς Συνόδου τῆς ᾿Εκκλησίας τῆς ῾Ελλάδος
διὰ τοπικὴν χρῆσιν
(᾿Επιμέλεια παρούσης ἠλεκτρονικῆς δημοσιεύσεως ὑπὸ Δ.Α. κατὰ νοέμβριον τοῦ ἔτους 2018)
Σημείωσις τοῦ ἐπιμελητοῦ τῆς παρούσης δημοσιεύσεως
῾Η παροῦσα ἀκολουθία εἶναι ἡ πρώτη γραφεῖσα πρὸς τιμὴν τοῦ ὁσιωτάτου γέροντος ᾿Ιακώβου (Τσαλίκη) συντεθεῖσα ὀλίγους μῆνας μετὰ τὴν κοίμησιν αὐτοῦ. Συνετάγη εἰς τὴν ἀρχικήν της μορφὴν ἐντὸς τοῦ ἔτους 1992 καὶ μετὰ τὴν ἐπιμέλειαν καὶ βελτίωσιν αὐτῆς ἐστάλη κατὰ φεβρουάριον τοῦ ἔτους 1993 πρὸς τὴν ἱερὰν μονὴν τοῦ ὁσίου Δαυὶδ τοῦ γέροντος τὴν κατὰ τὴν ἁγιοτόκον νῆσον τῆς Εὐβοίας. ῾Ως εἶχεν ἀναφέρει τότε εἰς ἐμὲ αὐτὸς οὗτος ὁ ὑμνογράφος, συνέταξε τὴν ἀκολουθίαν ταύτην τῇ ἐμφανεῖ πρὸς αὐτὸν συγκαταθέσει τοῦ ἄρτι κοιμηθέντος γέροντος διὰ θαυμαστοῦ τινος σημείου.
Μετὰ τὴν ἔγκρισιν αὐτῆς ἡ ἀκολουθία ἐξεδόθη προσφάτως ὑπὸ τῆς ἐν Ναυπακτίᾳ ἱερᾶς μονῆς Θεοτόκου ᾿Αμπελακιωτίσσης, ἀπὸ ὅπου καὶ τὸ ἀνωτέρω παρατεθὲν καλλιτεχνικὸν ἐξώφυλλον. ᾿Εν τῇ ἐκδόσει περιέχεται τὸ εἰσηγητικὸν γράμμα τοῦ μητροπολίτου Ναυπάκτου καὶ ῾Αγίου Βλασίου κ. ῾Ιεροθέου πρὸς τὴν ῾Ι. Σύνοδον τῆς ᾿Εκκλησίας τῆς ῾Ελλάδος, ἡ παρὰ τῆς αὐτῆς ῾Ι. Συνόδου ἔγκρισις τῆς ἀκολουθίας, πρόλογος ὑπὸ τοῦ ὡς ἄνω μητροπολίτου, καὶ σύντομος εἰσαγωγὴ ὑπὸ τοῦ καθηγουμένου τῆς ἱ. μονῆς ᾿Αμπελακιωτίσσης ἀρχιμανδρίτου Πολυκάρπου τοῦ καὶ συντάκτου τῆς ἐν λόγῳ ᾀσματικῆς ἀκολουθίας, γενομένου οὕτω καὶ πρώτου ὑμνογράφου τοῦ ὁσίου γέροντος ᾿Ιακώβου. ᾿Εν τῇ ἐκδόσει ἀναφέρεται δὶς ὅτι ἡ ἀκολουθία αὕτη εἶναι ἡ πρώτη συντεθεῖσα πρὸς τιμὴν τοῦ ἐξυμνουμένου ἁγίου.
῾Ο σεβασμιώτατος μητροπολίτης Ναυπάκτου κ. ῾Ιερόθεος, ὁ χαρακτηρισθεὶς καὶ «νέος Χρυσόστομος» τῆς ᾿Ορθοδόξου ᾿Εκκλησίας διὰ τὸ γλαφυρὸν ὕφος τῶν περισπουδάστων καὶ ὠφελιμωτάτων συγγραμμάτων αὐτοῦ, σημειώνει ἐν τῷ ὡς ἄνω προλογικῷ κειμένῳ αὐτοῦ ὅτι «αὐτὸν τὸν ἅγιο ὑμνογραφεῖ ὁ ἀρχιμανδρίτης π. Πολύκαρπος μὲ ἰδιαίτερο ζῆλο καὶ ἀγάπη. Ὅταν μοῦ ἔδωσε τὴν ἀκολουθία, γιὰ νὰ τὴν ἀποστείλω στὴν Ἱερὰ Σύνοδο, ἐξεπλάγην γιὰ τὸ ὑμνογραφικὸ χάρισμα ποὺ τοῦ ἔδωσε ὁ Θεός, τὸ ὁποῖο δὲν τὸ ἐξεδήλωνε. Εἶναι καὶ χάρισμα ποὺ τοῦ δόθηκε ἀπὸ τὸν Θεὸ διὰ πρεσβειῶν τῆς Θεοτόκου, ἀλλὰ καὶ τὸ καλλιέργησε μὲ τὴν καθημερινὴ λατρεία στὸ καθολικὸ τῆς μονῆς του».
* * *
῞Οτε τὸ πρῶτον συνετάγη ἡ παροῦσα ἀκολουθία οὐδὲ σκέψις ὑπῆρχε περὶ ἐπισήμου ἁγιοκατατάξεως τοῦ ὁσίου πατρός. Καὶ ἐπειδὴ θεαρέστως οὗτος ἐκοιμήθη ἐν τῇ κυριωνύμῳ ἡμέρᾳ τῆς θεομητορικῆς ἑορτῆς τῶν Εἰσοδίων, ἦτο μὲν εὐνόητον ὅτι ἡ μνήμη αὐτοῦ θὰ μετετίθετο εἰς ἄλλην ἡμέραν, ἀλλ᾿ ἦτο ἄγνωστον εἰς ποίαν· ὅθεν ὁ φιλόσιος ὑμνογράφος συνέταξε τὴν ἀκολουθίαν κατὰ τρόπον γενικόν, ἤ τοι μετὰ τὰ δοξαστικὰ καὶ λοιπὰ τροπάρια ὥρισε συνήθη θεοτοκία καὶ οὐχὶ ὕμνους τῆς ἑορτῆς. ῎Ηδη μετὰ τὴν ὑπὸ τῆς ἐκκλησίας ἐπίσημον ἀναγνώρισιν τῆς ἁγιότητος τοῦ ἐν ὁσίοις πατρὸς καὶ καθηγουμένου ᾿Ιακώβου καὶ τὸν καθορισμὸν τῆς 22ας νοεμβρίου ὡς τῆς ἑορτίου ἡμέρας τῆς μνήμης αὐτοῦ, ἅπαντα τὰ συνήθη θεοτοκία τῆς ἀρχικῆς ἀκολουθίας πρέπει νὰ ἀντικατασταθῶσι διὰ καταλλήλων ὕμνων τῆς ἑορτῆς.
Διὰ τοῦτο ἐν τῇ παρούσῃ δημοσιεύσει θέτω τοὺς ἁρμοδίους θεομητορικοὺς ὕμνους τῶν εἰσοδίων, μετ᾿ αὐτοὺς ὅμως διατηρῶ ἐντὸς ἀγκυλῶν μὲ ἐλαφρῶς μικροτέρου μεγέθους στοιχεῖα καὶ τὰ ἀντικαθιστάμενα θεοτοκία. Τοῦτο γίνεται ἀφ᾿ ἑνὸς μὲν διὰ λόγους φιλολογικούς, ἤ τοι διὰ νὰ φαίνηται πῶς ἀρχικῶς συνετάγη ἡ παροῦσα ἀκολουθία, ἀφ᾿ ἑτέρου δὲ μὲ τὴν σκέψιν ὅτι δὲν εἶναι ἀπίθανον εἴτε εἴς τινας ἐκκλησιαστικὰς περιοχὰς (φερ᾿ εἰπεῖν τῆς ὁμογενείας ἢ τῆς ἱεραποστολῆς) εἴτε καὶ ἰδιωτικῶς (τρόπον τινὰ κατ᾿ οἰκονομίαν καὶ κατ᾿ ἐξαίρεσιν) νὰ συμβῇ νὰ ψαλῇ ἡ ἀκολουθία εἰς ἄλλην ἡμέραν τοῦ ἔτους, ἐκτὸς προεορτίου ἢ μεθεόρτου περιόδου, ὁπότε τὰ ἀρχικὰ θεοτοκία θὰ εἶναι χρήσιμα.
Διαρρυθμίζων τὴν προσφερομένην ἀκολουθίαν κατὰ τὰ προαναφερθέντα καὶ συμφώνως μὲ βασικὰς διατάξεις τοῦ ὀρθοδόξου λειτουργικοῦ τυπικοῦ ἔχω τὴν ἐλπίδα ὅτι ὄχι μόνον καθίσταται αὕτη εὐχρηστοτέρα εἰς τοὺς σεβαστοὺς λειτουργοὺς τοῦ Κυρίου καὶ τοὺς εὐλαβῶς ψάλλοντας ᾀσματομελῳδούς, ἀλλ᾿ ὅτι ἔχω ἐπίσης σύμφωνον τὴν γνώμην καὶ θέλησιν τοῦ φιλτάτου μοι ὑμνογράφου, τυγχάνων ἔτι τῆς συγγνώμης καὶ τῶν εὐχῶν αὐτοῦ, πάλαι ποτὲ ἀναθέσαντός μοι τῷ ἀδεξίῳ καὶ οὐτιδανῷ τὴν ἐπιμέλειαν τῆς ἀρχικῆς μορφῆς τοῦ παρόντος κειμένου.
Τέλος διευκρινίζω καὶ πάλιν ὅτι ἡ παροῦσα δημοσίευσις εἶναι μερικὴ διασκευὴ καὶ διαρρύθμισις ὑπ᾿ ἐμοῦ τῆς πρωτοτύπου ἀκολουθίας. Οἱ ἐπιθυμοῦντες νὰ ἀνεύρωσι τὴν ἀρτίως ἐκδοθεῖσαν ἀναλλοίωτον πλήρη ἀκολουθίαν τοῦ ὁσίου μετὰ τῆς ἐγκρίσεως τῆς ῾Ι. Συνόδου καὶ τῶν σχετικῶν προλογικῶν κειμένων δύνανται νὰ ἀπευθύνωνται πρὸς τὴν ἐκδότριαν ἱ. μονὴν ὑπὸ τὰ ἑξῆς στοιχεῖα ἐπικοινωνίας·
῾Ιερὰ Μονὴ Θεοτόκου ᾿Αμπελακιωτίσσης
Τ.Κ. 30023 Ἄνω Χώρα Ναυπακτίας
τηλ. 26340-41207 καὶ 697.383.2768
῎Εγραφον ἐν ᾿Αθήναις
τῇ 13ῃ νοεμβρίου τοῦ σωτηρίου ἔτους 2018,
μνήμῃ τοῦ χρυσορρήμονος πατριάρχου Κωνσταντινουπόλεως
᾿Ιωάννου Α΄.
Δ. Α.
Ε Ν Τ Ωι Μ Ι Κ Ρ Ωι Ε Σ Π Ε Ρ Ι Ν Ωι
Εἰς τὸ «Κύριε, ἐκέκραξα» ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ κάτωθι στιχηρὰ προσόμοια δευτεροῦντες τὸ πρῶτον.
῏Ηχος α΄. Tῶν οὐρανίων ταγμάτων.
᾿Αγγελικὴν πολιτείαν, πάτερ, ἐζήλωσας
καὶ τῷ Θεῷ τὰ πάντα παραδέδωκας, μάκαρ,
γενόμενος δοχεῖον ὄντως σεπτὸν
τῶν χαρίτων τοῦ Πνεύματος·
ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν
τῶν τιμώντων σε, ᾿Ιάκωβε.
῾Ο τῶν ἁπάντων δεσπότης Θεὸς καὶ Κύριος,
ἐκάλεσέ σε, πάτερ, ἁπαλῶν ἐξ ὀνύχων
λαβεῖν ἐπὶ τῶν ὤμων σου τὸν σταυρόν,
καὶ τὴν τρίβον ἑλόμενον
τὴν τεθλιμμένην καὶ ἄγουσαν πρὸς ζωὴν
πόθῳ εἷλξέ σε, ’Ιάκωβε.
᾿Εν προσευχῇ καὶ νηστείᾳ, πάτερ, ἐβίωσας
τοῦ διαβόλου πάσας τὰς παγίδας συντρίβων
ὡς ὄντως τοῦ δεσπότου φίλος σεπτὸς
τοῦ βοῶντος καὶ λέγοντος·
᾿Επὶ σκορπίων καὶ ὄφεων τοῦ πατεῖν
ἐξουσίαν ὑμῖν δίδωμι.
Εὔβοια νῆσος χορεύει ἐπὶ τῇ μνήμῃ σου
καὶ συγκαλεῖται πάσας τῶν πιστῶν τὰς χορείας,
᾿Ιάκωβε τρισμάκαρ, τελέσαι τὴν σὴν
φωτοφόρον πανήγυριν·
οἷς καὶ ἡμεῖς συνελθόντες ᾀσματικῶς
ἐπαινοῦμέν σου τὴν ἄσκησιν.
Δόξα Πατρί. ῏Ηχος β΄.
῞Οσιε πάτερ,
ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας
ὄργανον γέγονας τοῦ ἁγίου Πνεύματος
καὶ παρ' αὐτοῦ λαβὼν
τῶν θαυμάτων τὴν ἐνέργειαν
ἔπεισας τοὺς ἀνθρώπους
καταφρονεῖν τῶν ἡδέων·
νῦν δὲ τῷ θείῳ φωτὶ
καθαρώτερον ἐλλαμπόμενος
φώτισον καὶ ἡμῶν τὰς διανοίας,
’Ιάκωβε θεσπέσιε.
Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος ὁ αὐτός.
Λέοντος μαΐστορος.
Σήμερον τῷ ναῷ προσάγεται
ἡ πανάμωμος Παρθένος
εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ
καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ·
σήμερον τὸ καθαρώτατον ἁγίασμα
ὡς τριετίζουσα δάμαλις
εἰς τὰ ἅγια τῶν ἅγίων εἰσάγεται·
ταύτῃ ἐκβοήσωμεν ὡς ὁ ἄγγελος·
Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.
[῍Η τὸ κάτωθι θεοτοκίον. ῏Ηχος ὁ αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.]
Ε ἰ ς τ ὸ ν σ τ ί χ ο ν
῏Ηχος β΄. Οἶκος τοῦ ’Εφραθᾶ.
῎Ωφθης λαμπρὸς ἀστὴρ ἐν τῇ Εὐβοίᾳ, πάτερ,
δωρούμενος τοῖς πᾶσι
ταῖς πρὸς Θεὸν εὐχαῖς σου
τῶν νοσημάτων ἴασιν.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
῎Εδωκας ἀφειδῶς πᾶσι τοῖς ἐνδεέσιν
ὧν περ τὴν χρείαν εἶχον
ὡς οἰκονόμος, πάτερ,
ἄριστος τοῦ παντάνακτος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Δέσποτα τοῦ παντός, πλήρωσον τὸν οἶκον
τῶν σοὶ πιστῶς βοώντων·
Πρεσβείαις ’Ιακώβου
πάντας ἡμᾶς ἐλέησον.
Δόξα Πατρί. ῏Ηχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη
τὸν καθηγητήν σε τιμῶμεν, ’Ιάκωβε θεσπέσιε·
διὰ σοῦ γὰρ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν
πορεύεσθαι ἔγνωμεν·
μακάριος εἶ τῷ Χριστῷ δουλεύσας
καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν,
ἀγγέλων συνόμιλε,
δικαίων ὁμόσκηνε καὶ ὁσίων·
μεθ' ὧν ἱκέτευε Χριστῷ τῷ Θεῷ
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος ὁ αὐτός.
῾Ο Δαυῒδ προανεφώνει σοι ἄχραντε,
προορῶν τὴν ἀφιέρωσιν
τῆς εἰσόδου σου ἐν τῷ ναῷ,
ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα
δοξολογοῦσί σε πανύμνητε·
τὴν γὰρ πρὸ τόκου παρθένον
καὶ μετὰ τόκον μείνασαν ἄφθορον,
μῆτερ τοῦ Λόγου τῆς ζωῆς,
σήμερον ἐν τῷ ναῷ εἰσερχομένην
ὁ Ζαχαρίας εὐφραίνεται
ἀπολαβών σε, δέσποινα,
καὶ τὰ ἅγια τῶν ἁγίων ἀγάλλονται
ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν·
δι᾿ ὃ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι·
Ὑπερ ἡμῶν δυσώπησον
τὸν υἱόν σου καὶ Θεὸν ἡμῶν
δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
[῍Η τὸ κάτωθι θεοτοκίον. ῏Ηχος ὁ αὐτός.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.]
Τὰ ἀπολυτίκια ἐκ τοῦ μεγάλου ἑσπερινοῦ καὶ ἀπόλυσις.
Ε Ν Τ Ωι Μ Ε Γ Α Λ Ωι Ε Σ Π Ε Ρ Ι Ν Ωι
Μετὰ τὸν προοιμιακὸν στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ «Μακάριος ἀνήρ». Εἰς τὸ «Κύριε, ἐκέκραξα» ἱστῶμεν στίχους Ϛ ΄ καὶ ψάλλομεν τὰ κάτωθι στιχηρὰ προσόμοια.
῏Ηχος α΄. Ὢ τοῦ παραδόξου θαύματος!
῍Ω τοῦ παραδόξου θαύματος!
Λιβισίου ὁ γόνος
ἑορτάζει σήμερον,
᾿Ιάκωβος ὁ σεπτός,
ἐκκλησίας καύχημα,
ἀστὴρ ὁ νεοφανὴς
καὶ ταπεινώσεως μέγας διδάσκαλος,
ἰσάγγελος τὴν ζωὴν
καὶ πρὸς Θεὸν πρέσβυς πάντων ἀκοίμητος·
ὅθεν οὖν πανηγυρίζοντες
βοήσωμεν αὐτῷ·
῾Υπὲρ πάντων αἰτούντων
τὰς δεήσεις, πάτερ, ποίησον.
Βαβαὶ τῶν σῶν μυστηρίων, σωτήρ!
ἐν ἐσχάτοις καιροῖς
ὥς περ ἄστρον ἔλαμψεν
᾿Ιάκωβος ὁ σεπτός,
σὸς φίλος ὢν πιστός,
τὰ πάντα καταλιπὼν
τὸν σὸν ζυγὸν εὐφροσύνως ἐδέξατο,
δαιμόνων τὰς προσβολὰς ὡς ἀθλητὴς
τῇ σῇ σκέπῃ ἐνίκησεν·
ὅθεν ἐν Εὐβοίᾳ χαίρει
ἡ μονὴ τοῦ Γέροντος
ὥς περ ὄλβον πλουτοῦσα
τούτου σκῆνος τὸ πανσέβαστον.
Σήμερον λαμπρῶς χορεύσωμεν
ἐν ἀγαλλιάσει,
ὀρθοδόξων σύλλογοι·
ὁ γὰρ Θεὸς τοῦ παντὸς
πρέσβυν προσεδέξατο
᾿Ιάκωβον τὸν σεπτόν,
ὑπὲρ ἡμῶν τὸν Θεὸν ἱλασκόμενον,
τὸν ἄχρι τῆς τελευτῆς
τὰς νοσημάτων ἰάσεις παρέχοντα·
ἐξαιρέτως δὲ ἡ νῆσος
τῆς Εὐβοίας βόησον·
῾Υπὲρ πάντων αἰτούντων
τὰς δεήσεις, πάτερ, ποίησον.
Στιχηρὰ ἕτερα
῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσιν.
᾿Ορθοδόξων τὸ σύστημα,
εὐσεβῶς νῦν τιμήσωμεν
ὡς ἀστέρα ἄδυτον τοῦ παντάνακτος
τὸν ἐν ἐσχάτοις τοῖς ἔτεσι
φαιδρῶς ἀναλάμψαντα
καὶ παρέχοντα ἡμῖν
τοῖς αἰτοῦσι τὴν ἴασιν τῶν ψυχῶν ἡμῶν
καὶ σωμάτων ταῖς πρὸς Θεὸν πρεσβείαις,
ὃν ἐν ὕμνοις μετὰ πόθου
μεγαλοφώνως τιμήσωμεν.
᾿Εν νυκτὶ καὶ ἡμέρᾳ τε
ὁ ἐχθρὸς ὁ παμπόνηρος
ἐκ νεότητός σε, πάτερ, ἐπείραζε
καὶ οὐκ ἐπαύσατο μάχεσθαι
σφοδρῶς ὠρυόμενος,
πρὸς ἀπόγνωσιν ζητῶν
καὶ ἀπώλειαν ῥῖψαί σε, ἀλλ' ἐξέφυγες
καὶ κατῄσχυνας τούτου τὰς μεθόδους
ταῖς πρὸς Κύριον πρεσβείαις
τoῦ σοῦ προστάτου, πανόλβιε.
Οἰκητήριον γέγονας
τῆς τοῦ Πνεύματος χάριτος
καὶ ὡς μύρον εὔοσμον κατεπλούτησας
τὴν ἐκκλησίαν, ᾿Ιάκωβε,
καὶ τοῖς προσιοῦσί σοι
ἡδυπνόοις σου εὐχαῖς
τὴν εἰρήνην μετέδωκας, δι᾿ ὃ κράζομεν·
῾Ως Θεοῦ φίλος, πάτερ, καὶ θεράπων
ἐκ κινδύνων σαῖς πρεσβείαις
τοὺς σὲ τιμῶντας περίσῳζε.
Δόξα Πατρί. ῏Ηχος πλ. β΄.
Δεῦτε, πιστοί,
σήμερον χορείαν συγκροτήσαντες
εὐσεβῶς πανηγυρίσωμεν
καὶ τοῦ ἐν ἐσχάτοις καιροῖς
ἀναλάμψαντος ἀστέρος
τὴν ἔνδοξον καὶ σεβάσμιον μνήμην
ἐνδόξως τιμήσωμεν λέγοντες·
Χαίροις, τῶν ὁσίων καλλονὴ
καὶ μονῆς τοῦ Γέροντος ἀγλάισμα·
χαίροις, ἀστὴρ πάμφωτε τοῦ οὐρανίου στερεώματος·
χαίροις, τίμιε πάτερ, ἀγγέλων συνόμιλε,
καὶ Χριστῷ ὑπὲρ τοῦ κόσμου πρέσβευε
νόσων ἀπαλλαγὴν δωρήσασθαι
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος ὁ αὐτός.
Σεργίου Ἁγιοπολίτου.
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα
πνευματικῶς πανηγυρίσωμεν
καὶ τὴν θεόπαιδα παρθένον καὶ Θεοτόκον
ἐν ναῷ Κυρίου προσαγομένην
εὐσεβῶς ἀνευφημήσωμεν·
τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν
εἰς κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ
καὶ Θεοῦ τῶν ὅλων·
παρθένoι λαμπαδηφοροῦσαι, προπορεύεσθε,
τῆς ἀειπαρθένου τιμῶσαι
τὴν σεβάσμιον πρόοδον·
μητέρες λύπην πᾶσαν ἀποθέμεναι,
χαρμονικῶς συνακολουθήσατε
ὑμνoῦσαι τὴν μητέρα τοῦ Θεοῦ γενομένην
καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον·
ἅπαντες οὖν χαρμονικῶς
τὸ «Χαῖρε» σὺν τῷ ἀγγέλῳ ἐκβοήσωμεν
τῇ κεχαριτωμένῃ,
τῇ ἀεὶ πρεσβευούσῃ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
[῍Η τὸ κάτωθι θεοτοκίον. ῏Ηχος ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία παρθένε;
τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον;
ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς
ἐκλάμψας Υἱὸς μονογενὴς
ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν
ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων
καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς·
οὐκ εἰς δυάδα προσώπων τεμνόμενος,
ἀλλ' ἐν δυάδι φύσεων
ἀσυγχύτως γνωριζόμενος·
αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.]
Εἴσοδος, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
(γ΄ 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
(ε΄ 15 - f΄ 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾿Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ῾Υψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
(δ΄ 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, πολιὰ δὲ ἐστὶ φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Ε ἰ ς τ ὴ ν λ ι τ ή ν
’Ιδιόμελα, ἦχος α΄
Εὐφραίνου ἐν Κυρίῳ, τοῦ Γέροντος μονὴ ἡ περίβλεπτος,
κατέχουσα ἐν κόλποις ὡς πολυποίκιλτον στέφανον
τοῦ ὁσίου πατρὸς ἡμῶν τὸ σκήνωμα·
ὡς γὰρ πᾶσιν ἀνθρώποις σύμφυτον τὸ ἀναπνεῖν,
οὕτω καὶ ᾿Ιακώβῳ τὸ θαυματουργεῖν·
ἐκ νεότητος μὲν τερατουργὸς τοῖς ἀγωνίσμασι,
νῦν δὲ σημειοφόρος ἀναδέδεικται ταῖς ἰάσεσι
καὶ πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.
῏Ηχος ὁ αὐτός
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ Γέροντος μονή,
λαμπρυνομένη τοῖς θαύμασιν ᾿Ιακώβου τοῦ ὁσίου,
τοῦ ἡγιασμένου τοῦ Χριστοῦ θεράποντος,
καὶ τὸ θεῖον αὐτοῦ σκῆνος ὡς θησαυρὸν πλουτοῦσα
τῆς ἐξ αὐτοῦ προϊούσης χάριτος
ταῖς δωρεαῖς πλουτίσθητι·
πᾶσι γὰρ παρέχει ἴασιν σωμάτων καὶ ψυχῶν
καὶ πόνων ἀπαλλαγὴν
καὶ τοῖς ἐν ἀνάγκαις βοήθειαν·
ἀλλ', ὦ τρισμάκαρ ᾿Ιάκωβε,
πλήρου ἡμῶν τὰς αἰτήσεις
καὶ τῷ θείῳ θελήματι πάντας κατεύθυνον.
῏Ηχος β΄
᾿Ασκητικῶς πολιτευσάμενος
τὸ χεῖρον τῷ κρείττονι ὑπέταξας
καὶ τῷ Θεῷ ἡνώθης, ᾿Ιάκωβε,
τῇ ἀενάῳ προσευχῇ,
καὶ ἐκ τῆς μακαρίας ἑνώσεως
τὰ θεῖα ἀμέσως μεμύησαι
καὶ κατὰ Παῦλον τὸν θεῖον
ῥήματα ἄρρητα ἤκουσας
καὶ θείων ἐλλάμψεων κατηξιώθης·
ὅθεν σου τῆς ζωῆς τὴν λαμπρότητα
καὶ τῶν προτερημάτων τὴν ὁσιότητα
μακαρίζοντες βοήσωμεν·
᾿Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς
καὶ εἰς τοὺς αἰῶνας.
῏Ηχος γ΄
Τὴν καθαρὰν πολιτείαν σου
καὶ τοὺς ὁσίους καμάτους σου
ὡς θυσίαν εὐπρόσδεκτον καὶ θυμίαμα εὔοσμον
ὁ τῆς δόξης Κύριος δεξάμενος
θαυμαστῶς σε ἐδόξασεν, ’Ιάκωβε θεσπέσιε·
πᾶσι γὰρ παρέχεις σωτηρίους δόσεις
ὡς τοῦ σωτῆρος μιμητής,
καὶ ἀναλαβὼν τὴν παντευχίαν τῆς εὐχῆς
τὰς ἐπιδρομὰς τῶν ἀνθρωποκτόνων δαιμόνων ἀνέστειλας
καὶ τῶν μοναστῶν πρότυπον γέγονας·
δι᾿ ὃ τὴν δοθεῖσάν σοι χάριν κηρύττομεν
φαιδρῶς ἑορτάζοντες τὴν ἁγίαν μνήμην σου.
Δόξα. ῏Ηχος πλ. α΄.
Δεῦτε, τῶν πιστῶν αἱ πατριαί,
δεῦτε ἐν Εὐβοίᾳ συνδράμωμεν,
δεῦτε καὶ κατίδωμεν ξενοπρεπῆ θαυμάσια,
ἃ ἡ δεξιὰ τοῦ ῾Υψίστου ἀρτίως εἰργάσατο·
τὸν γὰρ θεόφρονα ’Ιάκωβον
ὡς εὐαγγελικῶς ἐμπρέψαντα
ποικίλαις χάρισι δοξάζει,
ὡς ἀψευδῶς ἐπηγγείλατο·
ὅθεν καὶ τὸ σεπτὸν αὐτοῦ σκῆνος
πλῆρες εὐωδίας ἀνέδειξε
καὶ πηγὴν ἰάσεων τοῖς εὐλαβῶς προσιοῦσι·
χαλεπὰς γὰρ ἀσθενείας ἰᾶται
καὶ πνεύματα διώκει ἀκάθαρτα·
δι᾿ ὃ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν·
Μέγας εἶ, Κύριε,
καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔσται πέρας,
δι' ἧς, φιλάνθρωπε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος α΄.
Γεωργίου Νικομηδείας.
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν
καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν
ἐπὶ τὰ λίαν παράδοξα μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν·
ἰδοὺ γὰρ ἡ πύλη ἡ κατὰ ἀνατολὰς βλέπουσα,
ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου ἐξ ἐπαγγελίας
καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν,
σήμερον ἐν τῷ ναῷ
ὡς ἄμωμος προσφορὰ προσάγεται·
ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν·
«Ἀπενεχθήσονται», φησί,
«τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς,
αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται»
ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ,
ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ,
ἀνατραφῆναι εἰς κατοίκησιν
τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος
εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
[῍Η τὸ κάτωθι θεοτοκίον. ῏Ηχος πλ. α΄.
Μακαρίζομέν σε, Θεοτόκε παρθένε,
καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος,
τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄρρηκτον,
τὴν ἀρραγῆ προστασίαν
καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.]
Ε ἰ ς τ ὸ ν σ τ ί χ ο ν
῏Ηχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Λιβισίου βλαστός,
μονῆς τοῦ Γέροντος τὸ νέον ἀγλάισμα,
ὁ στῦλος τῆς ἐγκρατείας καὶ τῆς νηστείας φωστήρ,
τῆς ὀρθοδοξίας ἄστρον ἄδυτον·
μονὴν τὴν κατέχουσαν τὸ πανσέβαστον σκήνωμα
φρούρει καὶ σκέπε ἐκ δεινῶν περιστάσεων
καὶ ἀπάλλαξον πάσης βλάβης τοὺς κράζοντας·
Πάτερ σοφὲ ᾿Ιάκωβε, πρεσβείαις σου πάντοτε
ῥῦσαι ἡμᾶς ἐκ κινδύνων καὶ τῶν παγίδων τοῦ ὄφεως,
καὶ πάντες εὐχαῖς σου
τῆς ἀφθάρτου βασιλείας ἀξιωθείημεν.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, τῶν μοναστῶν καλλονή,
ὁσίων νέον εὐκλεὲς ἐγκαλλώπισμα·
ἀγγέλων γὰρ ἐμιμήσω τὴν πολιτείαν, σοφέ,
καὶ ὀρθοδοξίαν κατεπλούτησας,
τὰ θεῖά σου λείψανα μυροθήκην οὐράνιον
ἔχοντες πάντες τῶν κινδύνων λυτρούμεθα
καὶ τοῦ ὄφεως τὰς παγίδας ἐκφεύγομεν·
ὅθεν, σοφὲ ᾿Ιάκωβε, ἡμᾶς καταξίωσον
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῆς φοβερᾶς ἐξετάσεως
τυχεῖν σαῖς πρεσβείαις
τῆς ἀλήκτου βασιλείας τοῦ παντοκράτορος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίρει ὁ τῶν ὁσίων χορός,
καὶ τῶν ἀγγέλων τὰ στρατεύματα γέγηθεν,
᾿Ιάκωβε, τῇ σῇ μνήμῃ πανηγυρίζοντες νῦν,
ὅτι ἐν ἐσχάτοις ἀνατέταλκας
λαμπρὸς ὥς περ ἥλιος, καταυγάζων τὰ πέρατα
καὶ ταῖς εὐχαῖς σου ἰατρεύων τοὺς πάσχοντας
καὶ δωρούμενος ἐκ κινδύνων τὴν ἄνεσιν·
ὅθεν οὖν συνελθόντες τε προφρόνως τιμῶμέν σου
τὴν πανσεβάσμιον μνήμην μετ' εὐφροσύνης κραυγάζοντες·
Θεὲ παντοκράτορ,
ταῖς πρεσβείαις ᾿Ιακώβου πάντας διάσωσον.
Δόξα. ῏Ηχος πλ. δ΄.
Τῶν ὀρθοδόξων τὰ πλήθη,
εὐφροσύνως νῦν πανηγυρίσωμεν
τοῦ ἐν ἐσχάτοις καιροῖς ἀναλάμψαντος ἀστέρος,
᾿Ιακώβου τοῦ σεπτοῦ, τὴν μνήμην ἑορτάζοντες·
οὗτος γὰρ τῷ Χριστῷ δουλεύσας
τοῦ ἐχθροῦ τὴν δύναμιν ἔσβεσεν,
ἰσάγγελος ἐδείχθη τὴν γῆν οἰκῶν,
ὅτι ἐν οὐρανοῖς ἔσχε τὴν διάνοιαν·
δι᾿ ὃ βοήσωμεν αὐτῷ·
Μὴ παύσῃ, πάτερ, ἐκτενῶς
ὑπὲρ ἡμῶν πρεσβεύειν
τῷ βασιλεῖ τῶν δυνάμεων.
Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος ὁ αὐτός.
Μετὰ τὸ τεχθῆναί σε, θεόνυμφε δέσποινα,
παρεγένου ἐν ναῷ Κυρίου,
τοῦ ἀνατραφῆναι εἰς τὰ ἅγια τῶν ἁγίων
ὡς ἡγιασμένη·
τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον
τροφὴν κομίζων σοι·
τὰ οὐράνια πάντα ἐξέστησαν
ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν·
δι᾿ ὃ ἄσπιλε ἀμόλυντε,
ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη μήτηρ Θεοῦ,
σῷζε τὸ γένος ἡμῶν.
[῍Η τὸ κάτωθι θεοτοκίον. ῏Ηχος ὁ αὐτός.
᾿Ανύμφευτε παρθένε,
ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί,
μῆτερ Θεοῦ τοῦ ὑψίστου,
σῶν ἱκετῶν παρακλήσεις δέχου, πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων,
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη
δυσώπει σωθῆναι πάντας ἡμᾶς.]
᾿Α π ο λ υ τ ί κ ι α
῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Λιβισίου τὸν γόνον, τῆς Εὐβοίας τὸ καύχημα
καὶ μονῆς τοῦ Γέροντος νέον φωτοφόρον ἀγλάισμα,
᾿Ιάκωβον τὸν νέον ἀσκητὴν
τιμήσωμεν προφρόνως, οἱ πιστοί·
ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς
τοῖς πίστει ἀνακράζουσι·
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ θαυμαστώσαντι,
δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς,
πάτερ, σὲ ἀγιάσαντι.
Δόξα. ῞Ετερον.
῏Ηχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ὁσίων τὸν βίον ἐκμιμησάμενος
καὶ τὴν ἄνωθεν κλῆσιν, πάτερ, δεξάμενος
ἀνεδέξω τὸν σταυρὸν τὸν τοῦ Κυρίου σου
καὶ ἠκολούθησας αὐτῷ·
καθαιρέτης τοῦ σατὰν
ἐδείχθης θείᾳ δυνάμει,
καὶ νῦν πρεσβεύων μὴ παύσῃ
ὑπὲρ ἡμῶν, πάτερ ᾿Ιάκωβε.
Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος δ΄.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον
καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις·
ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ παρθένος δείκνυται
καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται·
αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν·
Χαῖρε τῆς οἰκονομίας τοῦ κτίστου ἡ ἐκπλήρωσις.
[῍Η τὸ κάτωθι θεοτοκίον. ῏Ηχος πλ. α΄.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε, ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλίπῃς
ὑπὲρ τῶν ἀνυμνούντων
καὶ προσκυνούντων τὸν τόκον σου.]
Ε Ν Τ Ωι Ο Ρ Θ Ρ Ωι
Εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια.
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα.
῏Ηχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Λιβισίου τὸν γόνον τὸν θαυμαστόν,
τῆς Εὐβοίας τὸ κλέος, τὸν φωταυγῆ
ἀστέρα ὑμνήσωμεν, ἐκκλησίας τὸ καύχημα,
τὸν ἐσχάτοις τοῖς χρόνοις φαιδρῶς ἀναλάμψαντα,
ὃς ἐν Πνεύματι θείῳ ἐλλαμφθεὶς τὴν διάνοιαν
πᾶσιν οὖν παρέχει τὰς ἰάσεις ἀφθόνως·
δι᾿ ὃ καὶ προσπίπτοντες τῇ σορῷ αὐτοῦ κράξωμεν·
Θεοφόρε ᾿Ιάκωβε,
πρέσβευε Χριστῷ τῷ Θεῷ
νοσημάτων καὶ κινδύνων διασῴζεσθαι
τοὺς τιμῶντας ἐν ὕμνοις
τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος πλ. δ΄.
Τὸ προσταχθὲν μυστικῶς.
᾿Αγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος
καὶ χορευέτω ᾿Ιωακὶμ σὺν τῇ Ἄννῃ,
ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε
Μαρία ἡ φωτοφόρος θεία λαμπὰς
καὶ χαίρει εἰσερχομένη ἐν τῷ ναῷ,
ἣν καὶ βλέπων ηὐλόγησεν
ὁ Βαραχίου υἱός,
καὶ χαίρων ἀνεκραύγαζε·
Χαῖρε θαῦμα παγκόσμιον.
[῍Η τὸ κάτωθι θεοτοκίον.
῏Ηχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν καὶ Λόγον ἐν σῇ γαστρὶ
συλλαβοῦσα ἀφράστως, μήτηρ Θεοῦ,
τῷ κόσμῳ ἐκύησας τὸν τὸν κόσμον κατέχοντα
καὶ ἐν ἀγκάλαις ἔσχες τὸν τὰ πάντα συνέχοντα,
τὸν τροφοδότην πάντων καὶ πλάστην τῆς κτίσεως·
ὅθεν δυσωπῶ σε, παναγία παρθένε,
ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι
πρὸ προσώπου τοῦ κτίστου μου·
δέσποινα παρθένε ἁγνή,
τὴν σὴν βοήθειαν τότε μοι δώρησαι,
καὶ γὰρ δύνασαι ὅσα θέλεις, πανάμωμε.]
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.
῏Ηχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
῾Ο τῶν ὅλων δεσπότης καὶ ποιητὴς
ἐκ κοιλίας μητρός σου, πάτερ σοφέ,
ἀφράστως ἡλίευσε καὶ ἐκ κόσμου ἐκάλεσε,
τῶν ἀγγέλων τὸν βίον ἐκλέξαι ὠθήσας σε
ἐν τῇ μονῇ τοῦ Γέροντος ἀσκῆσαι ηὐδόκησεν·
ὅθεν ὑπακούσας ἠξιώθης, παμμάκαρ,
λαβεῖν χάριν ἄφθονον ἰαμάτων, θεσπέσιε,
δι᾿ ὃ πάντες βοῶμέν σοι·
Πρέσβευε Χριστῷ τῷ Θεῷ
λυτρωθῆναι πάσης περιστάσεως
τοὺς τιμῶντας ἐν ὕμνοις
τὴν σὴν μνήμην, ᾿Ιάκωβε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
᾿Αναβόησον, Δαυΐδ, τίς ἡ παροῦσα ἑορτή,
ἣν ἀνύμνησας ποτὲ ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν
ὡς θυγατέρα θεόπαιδα καὶ παρθένον·
ἀπενεχθήσονται, εἰπών, τῷ βασιλεῖ μυστικῶς,
παρθένοι ὄπισθεν αὐτῆς καὶ αἱ πλησίον αὐτῆς,
καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον
τὴν ἑορτὴν τοῖς κραυγάζουσιν·
Ἡ Θεοτόκος ἡμῖν ἐπέστη
τῆς σωτηρίας ἡ πρόξενος.
[῍Η τὸ κάτωθι θεοτοκίον.
῏Ηχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν,
τὸ πανάγιον ὄρος, τὴν φωταυγῆ
νεφέλην τιμήσωμεν, τὴν οὐράνιον κλίμακα,
τὸν λογικὸν παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν,
τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον,
ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη
τοῦ κόσμου καὶ ἄφεσις τῶν πολλῶν ἐγκλημάτων·
διὰ τοῦτο βοῶμεν αὐτῇ·
Πρέσβευε τῷ σῷ υἱῷ καὶ Θεῷ
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι
τοῖς προσκυνοῦσιν ἐν πίστει
τὸν ἄχραντον τόκον σου.]
Μετὰ τὸν πολυέλεον, κάθισμα.
῏Ηχος δ΄. ᾿Επεφάνης σήμερον.
῾Η μονὴ τοῦ Γέροντος πανηγυρίζει
εὐφροσύνως σήμερον ἐπὶ τῇ μνήμῃ τῇ σεπτῇ
τῇ σῇ, θεόφρον ’Ιάκωβε,
ὅτι ἐγένου αὐτῆς κλέος ἔσχατον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. ῞Ομοιον.
Εὐφροσύνης σήμερον ἡ οἰκουμένη
ἐπληρώθη ἅπασα ἐν τῇ εὐσήμῳ ἑορτῇ
τῆς Θεοτόκου κραυγάζουσα·
Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
[῍Η τὸ κάτωθι θεοτοκίον, ὅμοιον.
Προστασία ἄμαχε τῶν ἐν ἀνάγκαις
καὶ πρεσβεία ἕτοιμος τῶν ἐλπιζόντων ἐπὶ σέ,
ἀπὸ κινδύνων με λύτρωσαι
καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.]
Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ προκείμενον.
῏Ηχος δ΄
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Τὸ «Πᾶσα πνοὴ» γ΄ καὶ εὐαγγέλιον τῶν ὁσίων (ζήτει τῇ ε΄ Δεκεμβρίου), εἶτα ὁ Ν΄ ψαλμός.
Δόξα Πατρί.
Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις, ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
῏Ηχος πλ. β΄
Στίχος. ’Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
῞Οσιε πάτερ, εἰς πᾶσαν τὴν γῆν
ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου,
δι' ὧν ἐν τοῖς οὐρανοῖς
εὗρες μισθὸν τῶν καμάτων σου·
τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας,
τῶν ἀγγέλων ἔφθασας τὰ τάγματα,
ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας·
παρρησίαν ἔχων πρὸς Κύριον
εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
῾Ο α΄ κανὼν τῆς ἑορτῆς [ἢ τῆς Θεοτόκου] καὶ εἶτα τοῦ ὁσίου ὁ παρών, οὗ ἡ ἀκροστιχὶς μετὰ τῶν θεοτοκίων «Τὸν θεῖον ’Ιάκωβον ὑμνεῖν δέον. ’Ιωάννου».
’Ωιδὴ α΄. ῏Ηχος δ΄. ῾Ο εἱρμός.
«’Ανοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος
» καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι μητρὶ
» καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων
» καὶ ᾄσω γηθόμενος ταύτης τὴν εἴσοδον».
Τροπάρια
Τὸν βίον ἐζήλωσας τὸν τῶν ἀγγέλων, ’Ιάκωβε,
καὶ ἤσκησας ἄριστα ἐν τῇ ἁγίᾳ μονῇ
τῇ τοῦ Γέροντος Δαυὶδ τοῦ θεοφόρου
παρέχων ἰάματα πᾶσι τοῖς πάσχουσιν.
῾Οσίως ἐβίωσας ἐν γῇ, θεόφρον ’Ιάκωβε,
ἰάσεις δωρούμενος τοῖς προσιοῦσι θερμῶς
μετὰ πίστεως καὶ πόθου καὶ αἰτοῦσι,
σαῖς, πάτερ, δεήσεσι ταῖς πρὸς τὸν Κύριον.
Νηστείαν, ἐγκράτειαν καὶ προσευχὴν ἀδιάλειπτον,
’Ιάκωβε, προὔτεινας κατὰ παθῶν δυσμενῶν
καὶ ἐμάρανας τὴν σάρκα τῇ ἀσκήσει,
δι᾿ ὃ ταῖς πρεσβείαις σου πάντας περίσῳζε.
Θεοτοκίον
Θεοῦ μήτηρ γέγονας τὸν ποιητὴν πάσης κτίσεως
ἀφράστως χωρήσασα ἐν τῇ σῇ μήτρᾳ, ἁγνή,
ἀειπάρθενε, Μαρία Θεοτόκε,
ἡμᾶς πάσης θλίψεως ῥῦσαι πρεσβείαις σου.
’Ωιδὴ γ΄. ῾Ο εἱρμός.
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε,
» ὡς ζῶσα καὶ ἄφθονος πηγὴ
» θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον
» κἀν τῇ σεπτῇ εἰσόδῳ σου
» στεφάνων δόξης ἀξίωσον».
Τροπάρια
’Ενίκησας ὄφιν τὸν ἀρχαῖον
νηστείᾳ, ἀσκήσει, προσευχῇ
καὶ πᾶσι τοῖς προστρέχουσι τὴν ἴασιν μετέδωκας
ταῖς πρὸς Θεὸν πρεσβείαις σου,
ὅσιε πάτερ ’Ιάκωβε.
’Ιοῦ μισοκάλλου, θεοφόρε,
ἐρρύσω πολλάκις τοὺς πρὸς σὲ
προστρέχοντας καὶ κράζοντας· Πάτερ σοφὲ ’Ιάκωβε,
ὑπὲρ ἡμῶν τὸν Κύριον
τῇ σῇ πρεσβείᾳ ἐξίλασαι.
῾Ο πάντας καλῶν πρὸς σωτηρίαν
τῷ βέλει ἀγάπης τῆς αὐτοῦ
ἔτρωσε τὴν καρδίαν σου, ’Ιάκωβε θεσπέσιε,
δι᾿ ὃ πρὸς τοῦτον ἔσπευσας
καταλιπὼν τὰ ἐγκόσμια.
Θεοτοκίον
Ναὸς τοῦ δεσπόζοντος τῶν πάντων
ἐδείχθης, παρθένε, ἀληθῶς,
δι᾿ ὅ σε ἱκετεύομεν οἱ δοῦλοί σου, πανύμνητε,
ἐκ τῶν κινδύνων λύτρωσαι
τοὺς προσκυνοῦντας τὸν τόκον σου.
Κάθισμα τοῦ ὁσίου.
῏Ηχος γ΄. Θείας πίστεως.
Χαίροις, γέννημα τοῦ Λιβισίου,
χαίροις, σέμνωμα νήσου Εὐβοίας,
μονῆς τοῦ Γέροντος νέον ἀγλάισμα·
ταῖς γὰρ πολλαῖς πρὸς Θεὸν ἱκεσίαις σου
τὰς τοῦ Βελίαρ παγίδας συνέτριψας,
δι᾿ ὃ πρέσβευε Χριστῷ τῷ Θεῷ, ’Ιάκωβε,
ῥυσθῆναι πάντας τῶν βελῶν τοῦ ὄφεως.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. ῏Ηχος δ΄.
Ταχὺ προκατάλαβε.
Δαυῒδ προοδοποίησον ἐν τῷ ναῷ τοῦ Θεοῦ
καὶ χαίρων ὑπόδεξαι τὴν βασιλίδα ἡμῶν,
καὶ ταύτῃ ἐκβόησον·
Εἴσελθε ἡ κυρία εἰς ναὸν βασιλέως,
εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται,
ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν
πᾶσι τὸ φῶς ὁ Χριστός.
[῍Η τὸ κάτωθι θεοτοκίον.
῏Ηχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος τῇ ἐπελεύσει
θρόνος πάγχρυσος τοῦ βασιλέως
ἀνεδείχθης, Θεοτόκε πανύμνητε·
τὸν γὰρ δεσπότην τῶν πάντων κυήσασα
πύργος ἰσχύος πιστοῖς μόνη γέγονας·
ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς μητέρα σε
κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.]
’Ωιδὴ δ΄. ῾Ο εἱρμός.
«῾Ο καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος
» ἐν νεφέλῃ κούφῃ ἦλθεν ’Ιησοῦς ὁ ὑπέρθεος,
» τῇ ἀκηράτῳ παρθένῳ, καὶ διέσωσε
» τοὺς κραυγάζοντας· Δόξα, Χριστέ, τῇ δυνάμει σου».
Τροπάρια
᾿Ιδοὺ πάντες ὡς φωστῆρα σὲ τιμῶμεν, ’Ιάκωβε,
ἐν ἐσχάτοις χρόνοις, πάτερ, τὴν ῾Ελλάδα αὐγάσαντα
καὶ μετὰ πόθου βοῶμεν· Διαφύλαττε
τοὺς τιμῶντάς σε ἐκ πάσης βλάβης καὶ θλίψεως.
’Απὸ πάσης ῥῦσαι βλάβης καὶ κακώσεως, πάνσοφε,
ὡς ποτὲ ἐρρύσω ὄφεως ἰοῦ σὸν ὁμαίμονα,
τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ προστρέχοντας
τοῖς λειψάνοις σου, ὅσιε πάτερ ’Ιάκωβε.
Κατὰ πάντα τῷ σωτῆρι ὑπετάγης, μακάριε,
καὶ ἐγένου ἅρπα τῆς τοῦ Πνεύματος χάριτος
τοῖς προσιοῦσί σοι λέγων προορώμενος
ἃ ὁ Κύριος ὑπὲρ αὐτῶν ἡτοιμάσατο.
Θεοτοκίον
῾Ως θεόνυμφον μητέρα ἀνυμνοῦμέν σε, πάναγνε,
καὶ δοξολογοῦμεν πάντες τὴν σὴν ἄφραστον κύησιν,
δι' ἧς ἡμᾶς ἐλυτρώσω τῆς κολάσεως
τοὺς κραυγάζοντας· Χαῖρε, ἁγνὴ ἀπειρόγαμε.
’Ωιδὴ ε΄. ῾Ο εἱρμός.
«᾿Εξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου,
» σὺ γάρ, ἀπειρόγαμε παρθένε,
» ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ
» ὥς περ καθαρώτατος ναὸς
» πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύουσα».
Τροπάρια
Βιώσας ὡς ἄγγελος ἐν τῇ μονῇ τοῦ Γέροντος,
πάτερ, ἐθεώρεις τὸν σωτῆρα
ὥς περ ἀρνίον θυσιασθὲν δι' ἡμᾶς
καὶ αἷμα τὸ θεῖον ψηλαφεῖς·
ὅθεν διεκήρυξας τοῦ δεσπότου τὰ θαύματα.
῾Ο πάντων βουλόμενος, δέσποτα, τὴν μετάνοιαν
δίδου ἱλασμὸν καὶ σωτηρίαν
τοῖς προσιοῦσι τῷ σῷ ἁγίῳ ναῷ
τιμῆσαι ἐν ὕμνοις καὶ ᾠδαῖς
τὸν ἐσχάτοις τοῖς ἔτεσι φίλον σὸν χρηματίσαντα.
Ναὸν τοῦ παντάνακτος οἶδας τὸ σῶμα, ὅσιε,
ῥύπον ἁμαρτίας οὐκ ἠνέχθης,
δι᾿ ὃ ἐκφεύγεις τὴν βδελυρὰν ἡδονὴν
ὡς πάγκαλος ἄλλος ’Ιωσήφ·
ὅθεν ἀναδέδειξαι βασιλόπαις τοῦ κτίσαντος.
Θεοτοκίον
῾Υπέραγνε δέσποινα καὶ μῆτερ παναμώμητε,
σῷζε τοὺς προστρέχοντας τῇ σκέπῃ
καὶ προστασίᾳ τῇ σῇ, παρθένε ἁγνή,
ὡς μόνη ὑπάρχουσα ἡμῶν
πρὸς τὸν πανοικτίρμονα σὸν υἱὸν ἡ μεσίτρια.
’Ωιδὴ Ϛ΄. ῾Ο εἱρμός.
«Τὴν θείαν ταύτην καὶ πάντιμον
» τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς θεομήτορος
» δεῦτε τὰς χεῖρας κροτήσωμεν
» τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Τροπάρια
Μονὴν τὴν σὴν κατεπλούτησας
τῇ χάριτι τῶν θείων λειψάνων σου, πάτερ ’Ιάκωβε,
ὅθεν προσπίπτοντες κράζομεν
ὑπὲρ ἡμῶν δυσώπει τὸν πάντων Κύριον.
Νεκρὸς τοῖς πάθεσι γέγονας,
’Ιάκωβε, ὁσίων τὸ καύχημα, ὅθεν ὁ Κύριος
σὲ προοράσει ἐπλούτησε
καὶ πλείστοις ἄλλοις χαρίσμασι θείου Πνεύματος.
᾿Εγένου, πάτερ ’Ιάκωβε,
δοχεῖον τῆς τοῦ Πνεύματος χάριτος, δι᾿ ὃ βοῶμέν σοι·
᾿Εκ πάσης ῥῦσαι κακώσεως
πάντας τοὺς πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Θεοτοκίον
᾿Ιοῦ ἐρρύσω, πανάχραντε,
ἡμᾶς τοῦ μισοκάλλου τῷ τόκῳ σου, ὅθεν δεόμεθα,
τὸν σὸν υἱὸν ἐκδυσώπησον
τῶν πταισμάτων τὴν λύσιν ἡμῖν δωρήσασθαι.
Κ ο ν τ ά κ ι ο ν
῏Ηχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῶν ὀρθοδόξων, δεῦτε, ἅπαντες οἱ σύλλογοι,
ἀνευφημήσωμεν ἀστέρα τὸν νεόφωτον
καὶ μονῆς τοῦ Γέροντος κλέος μέγα,
τῶν δαιμόνων τὰς παγίδας ἀπελαύνει γὰρ
καὶ παρέχει ἀσθενοῦσι τὰ ἰάματα
τοῖς κραυγάζουσι: Χ α ί ρ ο ι ς, π ά τ ε ρ ’Ι ά κ ω β ε.
῾Ο οἶκος
῎Αγγελος ἐν τῷ κόσμῳ ἀνεδείχθης, παμμάκαρ
’Ιάκωβε ὁσίων τὸ κλέος·
καὶ νῦν ἐν οὐρανοῖς κατοικῶν
τὰς δεήσεις ποιῇ πρὸς Θεόν, πάνσοφε,
ῥυσθῆναι τῆς κολάσεως
τοὺς κράζοντας πρὸς σὲ ἐν πίστει·
Χαῖρε, ὁσίων ἔσχατον κλέος·
χαῖρε ἀστὴρ ἐν ῾Ελλάδι φέγγων·
χαῖρε, τῆς νήσου Εὐβοίας τὸ καύχημα·
χαῖρε, τῆς χώρας ἁπάσης τὸ σέμνωμα·
χαῖρε, ὁ μετ' ἀγγέλων ἐς ἀεὶ διατρίβων·
χαῖρε, ὁ τοῦ Βελίαρ τὰς παγίδας συντρίβων·
χαῖρε, τῆς τοῦ Γέροντος μονῆς ῥόδον ἐκλεκτόν·
χαῖρε, Μάκρης γέννημα καὶ λιμὴν χριστιανῶν·
χαῖρε, ὅτι εἰς ὕδωρ τὸν ἰὸν μεταβάλλεις·
χαῖρε, ὅτι τὴν θλῖψιν εἰς χαρὰν μεταλλάσσεις·
χαῖρε, ὅτι ἐγένου σιτιστὴς τῶν πεινώντων·
χαῖρε, ὅτι ὑπάρχεις ἀρωγὸς τῶν βοώντων·
Χ α ί ρ ο ι ς, π ά τ ε ρ ’Ι ά κ ω β ε.
Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ὁσίοις πατρὸς ἡμῶν