2. Λειτουργικὴ ζωή ᾿Εκκλησιαστικὴ ὑμνογραφία 2 φεβρουαρίου· δεύτερος κανὼν τῆς ῾Υπαπαντῆς (ἰαμβικός)

PostHeaderIcon 2 φεβρουαρίου· δεύτερος κανὼν τῆς ῾Υπαπαντῆς (ἰαμβικός)

 

 

Κανὼν ἰαμβικὸς

τῆς Ὑπαπαντῆς τοῦ Χριστοῦ

 

Φέρων ἀκροστιχίδα τήν δε, διὰ στίχων ἡρωελεγείων·

Τήμερον ἀθανάτοιο ἐῢς πάϊς ἐκ γενέταο,

ἐς νεὸν ἁγνῇσιν ἵκετο ἐν παλάμαις,

ὃν πρέσβυς φρίττων χαίρων τε φέρει καρτ’ ἦτορ·

ἀλλ’, ἄνα, σῷ δοίοις γ’ ὄλβια ὑμνοπόλῳ.        

 

᾿ῼδὴ α΄. ἦχος δ΄.

(Ὁ εἱρμὸς πρὸς Θείῳ καλυφθείς)

 

1  Τύραννον ἰσθμῷ φαραὼ καταδύσας,

   ῏Ηγεν ἅπαντα ᾿Ισραὴλ ὁ δεσπότης·

   Μέδων πέλων δὲ ἄχρονος νῦν ὡς βρέφος,

   ῾Εκὼν κρατεῖται ἀγκάλαις τοῦ πρεσβύτου,

   ῾Ρύων με δεινῶν, ὃν βροτοὶ λατρεύσωμεν.

 

2  ντως ὁ λαὸς ὁ πρὶν ἠμαυρωμένος,

   Νῦν παναληθῶς χάριτ᾿ ἠξιωμένος·

   Ἀδὰμ ξύλῳ γὰρ κατθανὼν θεωρίας

   Θεῷ κατ᾿ αὐτὸν γεγονότι συνάγει,

   ῎ᾼδων ὃς ὑμνεῖ παγγενῆ εὐεργέτην.

 

3  Νόμον ὁ πρὶν δοὺς ἐν Σινὰ τῷ θεόπτῃ,

   Ἀνθρωποειδῶς τὰ ἔθιμα τοῦ Νόμου

   Τελῶν προσῆλθε τῷ ναῷ οἷα βρέφος,

   ῝Ον προσυπαντῶν Συμεὼν προσεκύνει·

   «῏Ιδόν σε», κράζων, «μερόπων σωτήριον».

 

᾿ῼδὴ γ΄. (πρὸς ῎Ερρηξε γαστρός)

 

1  ῎Οπα προφητῶν ὁ μέγας ᾿Ησαΐας

   ῎Ενθους κατεβρόντησεν ὡς θεσπεσίην·

   «Υἷα θεουργῶς γαστρὶ ἕξει παρθένος

   Σύμμορφον ἡμῖν, τέξεται δὲ ἁπάσης

   Πνοῆς δοτῆρα κτίσεώς τε πρύτανιν».

 

2  ῎Αννα Φανουὴλ Κυρίῳ εὐχομένη,

   ῞Ιστωρ προφῆτις ἧτορ ἡδυνομένη,

   Στᾶσα ἀκλινῶς τῷ ναῷ ἡδρασμένη

   Ἐκφαντορίας ἱερᾶς κινουμένη·

   «Κλέος», βοᾷ, «νῦν ᾿Ισραὴλ ὤφθη μέγα».

 

3  Γόνον διφυῆ βροτὸν ἄφθαρτον Λόγον

   ῎Εχει σε κέντρον γηγενῶν οἷα φύτλη·

   Νημερτὲς ἀλλὰ κεντρόφυξ ἁμαρτία

   ῎Εγρει με φεύγειν σέθεν ἐξωθουμένη,

   Τήν μοι βραβεύσαις δύναμιν κεντρομόλου.

 

 

᾿ῼδὴ δ΄. (πρὸς Ἄναξ ἀνάκτων)

 

1  ῎Ανθραξ ὁ θεῖος παμφαέστατος λόγος,

   Ὁ τοῦ σεραφὶμ μυστικώτατος πάλαι,

   Ἐν ᾿Ησαΐᾳ ῥύσιον δεδομένος

   Στίλβων θεουργῶς διακόσμησιν σέθεν·

   Νῦν ᾧ καὶ ἡμᾶς λαμπρύνων ῥύψαις, κράτορ.

 

 

2  ῎Εοικεν ᾄδειν σέ, φυσίζωε κόρη·

   Ὅλως γὰρ οὖσα ναὸς ἡγιασμένος,

   Νήπιον ἁγναῖς Θεὸν ὠλέναις φέρεις,

   Ἅπασαν ἐξαίροντα τοῦ κόσμου λύμην·

   Γένος βροτῶν οὖν προσκυνοῦμέν σε πόθῳ.

 

 

3  Νεῦσον πρὸς ὕμνους οἰκετῶν σου, παντάναξ,

   ῎Ηματα πάντα καχεκτούντων κατ᾿ ἦτορ·

   Σφόδρα γὰρ ἡμᾶς ἡ ῥύμη ἁμαρτίας

   Ἰοῦσα ὠθεῖ πρὸς χάρυβδ᾿ ἀργαλέως·

   Νίκην κατ’ αὐτῆς δὸς λατρευταῖς σου, Λόγε.

 

᾿ῼδὴ ε΄. (πρὸς Λυτήριον κάθαρσιν)

 

1  κόμενος μίμνοντι τῷ Σιωνίτῃ,

   Κράτιστον ἀξίωμα σὴν παρουσίαν

   Εἰς τὸν ὁριζόμενον ἄσπετος ὅρος

   Τιμῆεν ὃς φέρων σε νήπιον λέγει·

   «Ὁ οὐρανοχθόνιος, εὖ μ᾿ ἀπολύσαις».

 

2  ᾿Εχρηματίσθην Πνεύματος τοῦ ἁγίου

   Νηγάτεον δέξασθαι υἱόν σου, κόρη,

   Προγνοὺς ἀτὰρ δὲ νοῒ τῷ τηλεσκόπῳ·

   Ἀκόντιον σεῖ, ὅτε ἥσει τὸ κέαρ·

   Λαῶν τὰ ἀμφίβολα ἀρθῶσιν ὅπως.

 

3  ᾿Ανθ᾿ ὧν νεογνῶν τρυγόνων ζεῦγος πάλαι

   Μελδόμενον θέσκελος, ὦ λόγε γέρων·

   ῎Αννα τε σώφρων ὁ μὲν ἔλδων κατέχει,

   Ἰόντα ἡ δ᾿ αἴρουσα ἀνθωμολόγει·

   Σωτήριον πάντεσσιν ἧκες, ἐβόων.

 

᾿ῼδὴ f΄. (πρὸς ῾Ιλασμὸς ἡμῖν Χριστέ)

 

1  Οἱ θανατωθέντες μὲν ᾿Αδὰμ ἀθλίως,

   Νῦν τῷ νέῳ χαίρετε ᾿Αδὰμ ἐνθέως·

   Πετῶντες ὕψει χεῖρας εὐχαριστίας

   ῾Ρήμασιν ἁγνοῖς εὐλογήσωμεν βρέφος,

   Ἐν ᾧ ἀφ᾿ ἡμῶν ἠφανίσθη κατάρα.

 

2  Σωτηρία ναίοντι ὤφθης, ὦ κράτορ,

   Βορᾶς λέοντος ὑποφήτῃ, καὶ ὄφιν

   Ὑποβρυχίως καββαλὼν ἰοβόλον·

   Σῴζεις κραταιῶς δωρεᾷ φιλαγάθῳ

   Φύσιν, ᾿Ιησοῦ, τὴν ἐμὴν παμπησίην.

 

3  ῾Ρηγινὸν ἡμῶν νυκτὶ συζοῦσα πλάσις,

   ῞Ιστης παλαίων μέχρι πρωΐας, Λόγε,

   Τῷ πατριάρχῃ ᾿Ιακώβ, παντοκράτορ·

   Τῆλε δὲ ὀφθεὶς ὁ ζόφος τῶν πταισμάτων,

   Ὦ χριστοτερπῆ λαέ, χαίρων ἀνύμνει.

 

᾿ῼδὴ ζ΄. (πρὸς Σύμφωνον ἐθρόησεν)

 

1  Νέων μὲν οὐχ ἥψατο φλὸξ ᾿Ασσυρίων,

   Χαίροντες οἳ δ᾿ ἔψαλλον, ὥς περ ἐν δρόσῳ,

   Αἶνον ἀχράντῳ βασιλεῖ τῶν κτισμάτων·

   «῎Ιδμεν», βοῶντες, «παράδοξα καὶ ξένα,

   ῾Ρῦστα κράτορ, ἄφθιτε, εὐλογητὸς εἶ».

 

2  ῎Ωκιστα αἱ χίμαιραι αἱ μυστηρίων

   Νῦν ἐξιχνιάζουσαι, αἰσχύνθητ᾿ ὅρον·

   Τῇ πεπατημένῃ τε μωρᾷ σοφίᾳ

   ῎Εχειν γινώσκειν ὁλοκληρίας λόγον;

   Φάτ᾿ οὐδαμῶς πῶς πίστιν οὖν εὑρηκέναι;

 

3  ῎Εσωθεν ἐξέλαμψε μήτρας παρθένου

   ῾Ρύσιον εἰν ἅπασι τηρήσας ξένως

   ᾿Εν τῷ παναχράντῳ τε αὐτῆς ἀτόμῳ

   ᾿Ισχύϊ Χριστὸς κλεῖθρα τῆς παρθενίας,

   Κράτιστα δηλώσασα ἄφλεκτος βάτος.

 

᾿ῼδὴ η΄. (πρὸς Λύει τὰ δεσμά)

 

1  ῏ᾼδε τὰς ᾠδὰς γλυκυθύμους, ἡ κτίσις,

   ῾Ράνατε, βουνοί, ποταμοὺς θυμηδίας,

   Τὰ φῶτα ἇψον, ἡμεροδρόμε· φάος

   ῟Ηκε βροτωθὲν τὸ ἀνέσπερον ξένως

   Τοῦ θεοειδῶς τοὺς ὁρίζοντας φάειν.

 

2  Οἵα ἑορτὴ παγχαρὴς ἐπεφάνη,

   ῾Ρῖμφα τὰ δεινὰ τῆς προμήτορος ἴθι·

   ᾿Αναβρυχωθεὶς γὰρ δράκων σμερδαλέος

   Λειμῶνι νύττει τὴν δάμαρταν, ἧς ἔδει

   Λαμπρῶς, κόρη, σὺ ἰάσασθαι τὴν βλάβην.  

 

3  ῎Απει ἐν ᾿Αδὰμ Συμεὼν εὐθυβόλως,

   Νηχομένῳ δὴ φλογυρῷ ἐνὶ ζόφῳ,

   «᾿Ανάστα», κράζων, «χαῖρε, χερσὶν ἰδίαις

   Σαφῶς κατέσχον μίν γε τὸν δεσμολύτην,

   Ὦκα ὃς ἐκ πυλῶν σε ἄρει τοῦ σκότους».

 

᾿ῼδὴ θ΄. (πρὸς Χαίροις ἄνασσα)

 

1  Δεῦρο πόλοιο γῆς τε τὴν πλατυτέραν,

   Οὐρανιώνων ταγμάτων ὑπερτέραν,

   ῾Ικέσιον δωροφοροῦντες τὸν ὕμνον,

   Οἰκετικῶς δὲ προσκυνήσωμεν πόθῳ·

   Ἰδοὺ πρόκειται γὰρ σκέπη σωτήριος.

 

2  Σέλας ἄχραντον τὴν θεόδμητον φύσιν

   Γαστρὸς τυράννου πᾶσαν εἵλκυσας, Λόγε·

   Ὅττι φέριστον πραγμάτων τῶν κρειττόνων,

   Λαβεῖν με, σῶτερ, ὢ ξένων δωρημάτων,

   Βραβεῦσαι αὖθις σῇ ἑνώσει ἔξοχα.

 

3  ῎Ισμεν, τρίλιστε, ὡς καθ᾿ ἡμῶν τὰ πάθη

   Αἴρει τὸ νῖκος, ἀλλὰ πρέσβυς τυγχάνοις,

   Υἱέα πρεσβεύουσα ῥυσθῆναι δίκης,

   Μεταδοθῆναι δάπεδον ναίειν πόλου·

   Ναὶ οἰκέταις σου ἰσχύεις, μητρόθεε.

 

4  λην τίθημι πρὸς σέ μου τὴν ἐλπίδα·

   Πρόστηθι καὶ ῥῦσαί με πυρὸς καὶ χάους,

   Οἴκτιρον, οἰκτίρμονα τέξασα Λόγον,

   Λόγοις ἀμειβόμενον εὐχαριστίας·

   Ὦ παντάνασσα, χαῖρε, μοῖο ῥύσιον.

 

᾿Εμῶ ᾿Ιησοῦ μητρί τ᾿ αὐτοῦ τὸ κλέος.

᾿Εμοὶ διδόντι περάναι τόν δε ὕμνον.

 

 

Ψάλλεται ὁ κανὼν τοῦ μηναίου εἰς η΄ καὶ ὁ παρὼν εἰς f΄. Μετεγράφη παρὰ τοῦ ἐλαχίστου ἐν μοναχοῖς Παντελεήμονος Πελοποννησίου τοῦ Τεγεάτου. Ἅγιον ὄρος 25 Ἰανουαρίου 1887.

 

 

 

 

 

Περὶ τοῦ παρόντος ἰαμβικοῦ κανόνος

 

Συνήθως ἑκάστη ἐπίσημος ἑορτάσιμος ἀκολουθία ἔχει δύο κανόνας εἰς τὸν ὄρθρον, ὡς συμβαίνει εἰς τὰ χριστούγεννα, τὰ θεοφάνεια, τὴν μεταμόρφωσιν, τὴν μεσοπεντηκοστήν, τὴν ἀνάληψιν, τὴν πεντηκοστὴν καὶ εἰς ἄλλας ἑορτίους ἡμέρας. Παρὰ ταῦτα τὸ πάσχα, ἡ ὕψωσις τοῦ σταυροῦ, ὁ εὐαγγελισμὸς καὶ ἡ ὑπαπαντή, ἂν καὶ εἶναι ἐκ τῶν σημαντικωτέρων ἑορτῶν τῆς ἐκκλησίας (τὸ δὲ πάσχα εἶναι ἡ μεγαλειτέρα καὶ ἀνωτέρα πασῶν), ἐν τούτοις εἰς τὸν ὄρ­θρον ἔχουν μόνον ἕνα κανόνα. Διὰ τοῦτο εἰδικῶς διὰ τὴν ὑπαπαντὴν εἰς χειρόγραφα τοῦ ἁγι­ωνύμου ὄρους ῎Αθω ὑπάρχει ὁ ἀνωτέρω δεύτερος κανὼν τῆς ἑορτῆς εἰς ἦχον δ΄, ὁ ὁποῖος συνετέθη πρὸς κάλυψιν τῶν ἀναγκῶν τῆς ἀγρυπνίας, ἤ τοι διὰ νὰ συμψάλληται μετὰ τοῦ εἰς ἦχον γ΄ κανόνος τοῦ μηναίου. Σημειωτέον δὲ ὅτι εἰς τοὺς ἀθωνικοὺς κώδικας εὕρηνται καὶ ἕτεροι κανόνες εἰς τὴν αὐτὴν ἑορτήν.

᾿Αναφέρεται εἴς τινα βιβλιογραφικὴν σημείωσιν ὅτι ὁ παρὼν ἰαμβικὸς κανὼν εἶχεν ἐκδο­θῆ πρὸ 80 περίπου ἐτῶν ὑπὸ τοῦ μοναχοῦ Σπυρίδωνος Λαυριώτου ἰατροῦ εἰς τὴν σειρὰν «῾Αγιορειτικὴ Βιβλιοθήκη» τοῦ ἐκδότου Σωτηρίου Ν. Σχοινᾶ κατὰ μάιον τοῦ ἔτους 1937. ᾿Εκεῖ ὁ κανὼν φέρεται ὡς ποίημα τοῦ ἱερομονάχου Γερασίμου Ἰωαννούλη τοῦ Ζακυν­θίου, ὁ ὁποῖος δὲν γνωρίζω νὰ εἶναι γνωστὸς ἀπὸ ἄλλας πηγάς. ᾿Αντιθέτως γνωστὸς εἶναι ὁ ἐκ Ζακύνθου ἱερεὺς Γεώργιος ᾿Ιωαννούλλης (ἢ Γιαννούλης), βιογράφος καὶ ὑμνογρά­φος τοῦ ἁγίου Διονυσίου τοῦ Ζακυνθίου καὶ ποιητὴς διαφόρων ἀκολουθιῶν. ᾿Επίσης ἄγνω­στον τυγχάνει εἰς ἐμὲ ἂν ὁ Γεράσιμος καὶ ὁ Γεώργιος ᾿Ιωαννούλης ταυτίζονται, ἂν τὸ διαφο­ρετικὸν ὄνομα ὀφείλεται εἰς σφάλμα ἐξ ἀντιγραφῆς ἢ ἐκ παραναγνώσεως, ἢ ἂν πρόκειται πράγματι περὶ δύο διαφορετικῶν, ἴσως δὲ καὶ συγγενῶν, προσώπων.

᾿Εν πάσῃ περιπτώσει ἡ παροῦσα ἀντιγραφὴ καὶ δημοσίευσις τοῦ ἐν λόγῳ ἰαμβικοῦ κα­νόνος γίνεται ἀπευθείας ἀπὸ χειρόγραφον τοῦ ἔτους 1887 (τὸ ὁποῖον εἶναι ἀπόγραφον πα­λαιοτέρου χειρογράφου), χωρὶς νὰ λαμβάνεται ὑπόψιν καμμία προγενεστέρα ἔκδοσις τοῦ ποιήματος. Τὸ χειρόγραφον τοῦτο ἐδόθη μοι πρὸ ἔτους περίπου ὑπὸ τοῦ φιλακολούθου καὶ εὐσεβοῦς φίλου μου κ. ᾿Αθανασίου Μπάφα, εἰς τὸν ὁποῖον εἶχε περιέλθει παλαιόθεν κληρο­νομικῶς λόγῳ συγγενείας τινὸς μὲ τὸν γραφέα τῆς δέλτου μοναχὸν Παντελεήμονα Πελοπον­νήσιον. ῾Η ἀντιγραφὴ τοῦ κανόνος ἀπὸ τὸ χειρόγραφον καὶ ἡ ἠλεκτρονικὴ στοιχειοθεσία ἔγι­νεν ἀπὸ τὸν ἀγαπητὸν ᾿Αναστάσιον ᾿Αχτύπην, μουσικοδιδάσκαλον καὶ εὐλαβῆ ἑρμηνευτὴν τῆς ἱερᾶς τοῦ Δαμασκηνοῦ τέχνης, τῇ 27ῃ ἰανουαρίου 2019, ἤ τοι 132 ἔτη μετὰ τὴν δημιουρ­γίαν τοῦ χειρογράφου. Πρὸς ἀμφοτέρους ὀφείλονται ἐγκάρδιοι εὐχαριστίαι διὰ τὴν διατή­ρησιν καὶ ἀνάδειξιν τοῦ ἀξιολόγου τούτου κειμηλίου.

Τὸ χειρόγραφον ἀποτελεῖται ἀπὸ ἓν καὶ μόνον φύλλον χάρτου, διπλωμένον ὥστε νὰ σχη­ματίζῃ δίφυλλον (διαστάσεων 36,5 Χ 27 ἑκατοστῶν), γεγραμμένον εἰς τὰς τρεῖς ἐκ τῶν τεσ­σάρων σελίδων αὐτοῦ· τὸ κάτω ἥμισυ τῆς 3ης σελίδος καὶ ὅλη ἡ 4η σελὶς εἶναι λευκαί. ῾Ο κανὼν παρατίθεται ἀνωνύμως, γεγραμμένος εἰς δύο στήλας ἀνὰ σελίδα. Τὸ χειρόγραφον δια­τηρεῖται εἰς καλὴν κατάστασιν μὲ ἐλαχίστας φθοράς, ἡ δὲ γραφή του εἶναι καθαρὰ καὶ εὐανά­γνωστος.

῾Ο κανὼν εἶναι πεποιημένος εἰς δ΄ ἦχον πρὸς τοὺς εἱρμοὺς τοῦ β΄ κανόνος τῆς Πεντη­κοστῆς «Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ». ῾Εκάστη ᾠδὴ ἔχει 3 τροπάρια πλὴν τῆς 9ης ἐχούσης 4, ἤ τοι ἐν συνόλῳ 25 τροπάρια, ἡ δὲ γλῶσσα εἶναι ἰδιαιτέρως ἀρχαΐζουσα μὲ σπανίας καὶ ὁμηρικὰς λέξεις, ὡς συνηθίζεται καὶ εἰς τοὺς ἐν χρήσει παρομοίους ἰαμβικοὺς κανόνας ἄλλων ἑορτῶν.

῾Η παράθεσις τοῦ κανόνος εἰς τὸ χειρόγραφον γίνεται ὄχι καταλογάδην ἀλλὰ στιχηδόν, καὶ τοῦτο ἤδη συνηθίζεται διὰ πάντας τοὺς ἐν χρήσει ἰαμβικοὺς κανόνας καὶ εἰς τὰ ἔντυπα μηναῖα κατ᾿ ἐξαίρεσιν οὕτως εἰπεῖν, ἐφόσον ὅλοι οἱ ἄλλοι ὕμνοι παρατίθενται καταλογάδην (δηλαδὴ μὲ συνεχόμενον κείμενον). ᾿Εκτὸς ὅμως τῶν στίχων σημαίνονται εἰς τὸ χειρόγρα­φον καὶ τὰ ἡμιστίχια ἑκάστου στίχου δι᾿ ἑνὸς κόμματος. Εἰς τὰ λειτουργικὰ καὶ ὑμνογραφικὰ χειρόγραφα ναὶ μὲν οἱ ὕμνοι παρατίθενται καταλογάδην, εἶναι ὅμως σύνηθες νὰ σημαίνωνται εὐκρινῶς ὄχι μόνον οἱ στίχοι ἀλλὰ καὶ τὰ ἡμιστίχια αὐτῶν. Συνήθως μάλιστα ἡ διάκρισις στίχου καὶ ἡμιστιχίου εἶναι ἀσαφὴς καὶ δυσχερής, ὥστε εἰς τοὺς νεωτέρους χρόνους οἱ ἐπιθυ­μοῦντες νὰ ἐκδίδουν τοὺς ὕμνους στιχηδὸν θεωροῦν καὶ παρουσιάζουν τὰ ἡμιστίχια ὡς στίχους, συγχέοντες τὰ πράγματα. ᾿Ενταῦθα ἀντὶ κόμματος τὰ ἡμιστίχια δηλοῦνται μὲ μέσην στιγμὴν ἐρυθροῦ χρώματος (κατὰ μίμησιν ἀναλόγου σημάνσεως ἀρχαίων χειρογράφων)· γε­νικῶς δὲ τὰ κόμματα καὶ τὰ λοιπὰ σημεῖα στίξεως χρησιμοποιοῦνται ἐπὶ τὸ φιλολογικώτερον.

᾿Επίσης διορθοῦνται σιωπηρῶς καὶ διάφορα ὀρθογραφικὰ λάθη, ὅσα ὑπέπεσαν εἰς τὴν ἀντίληψιν ἡμῶν, ὅπως ἔθιμα ἀντὶ τοῦ χφ «ἔθειμα», κράτορ (κλητικὴ) ἀντὶ «κράτωρ», νηγάτε­ον ἀντὶ «νηγάτιον», ἰοβόλον (ὄφιν) ἀντὶ «ἰοβόλων», ὀφθεὶς ἀντὶ «ὠφθείς», καὶ ἄλλα τοιαῦτα. ᾿Αξία λόγου εἶναι μόνον μία διόρθωσις ἐπὶ τοῦ κειμένου· εἰς τὸ 2ον τροπάριον τῆς γ΄ ᾠδῆς ὁ 1ος στίχος εἶχεν ἐν τῷ χειρογράφῳ· ῎Αννα φανουὴλ σαββαὼθ εὐχομένη. ῾Η γηραιὰ προφῆτις ῎Αννα, ἡ ὁποία ὑπήντησε τὸν τεσσαρακονθήμερον ᾿Ιησοῦν μετὰ τοῦ πρεσβύτου Συμεὼν ἐν τῷ ναῷ, ἦτο κατὰ τὸ ἱερὸν κείμενον θυγατέρα τοῦ Φανουήλ (Λκ 2:36), τὸ ὁποῖον ὡς κύριον ὄνομα γράφεται μὲ κεφαλαῖον τὸ ἀρχικόν (συχνὴ διόρθωσις καὶ εἰς ἄλλα κύρια ὀνόματα τοῦ κανόνος). ῾Η δὲ φράσις «σαβαὼθ εὐχομένη» διορθώνεται ἐδῶ «Κυρίῳ εὐχομένη», διότι ἡ ἐβραϊκὴ λέξις σαβαὼθ δὲν εἶναι μόνη της προσωνύμιον τοῦ Θεοῦ (ὅπως π.χ. ἡ λέξις ὕψιστος), τὸ ὁποῖον δύναται νὰ ἀντικαταστήσῃ τὴν λέξιν Θεὸς ἢ Κύριος, διὰ τοῦτο εἰς τὴν Βίβλον ἡ λέξις σαβαὼθ οὐδέποτε χρησιμοποιεῖται μόνη της ἀλλὰ πάντοτε μαζὶ μὲ τὴν λέξιν Κύριος.

῾Ο παρὼν ἰαμβικὸς κανὼν δύναται νὰ ψαλῇ κατὰ τὴν κυριώνυμον ἡμέραν τῆς ὑπαπαν­τῆς μετὰ τοῦ κανόνος τοῦ μηναίου, ἄνευ βεβαίως τῶν εἱρμῶν «Θείῳ καλυφθείς», οἱ ὁποῖοι δὲν εἶναι κατάλληλοι διὰ τὴν ὑπαπαντήν. ᾿Εὰν κανεὶς θελήσῃ νὰ ψάλῃ καὶ διπλᾶς καταβα­σίας (ὡς συνέπεια τῶν δύο κανόνων κατὰ τὸ ἀρχαῖον ἔθος), δύναται ἴσως νὰ χρησιμοποιήσῃ ὡς εἱρμὸν («πρόσειρμον») τὸ πρῶτον τροπάριον ἑκάστης ἰαμβικῆς ᾠδῆς· φαίνεται ὅμως προ­τιμότερον νὰ ψαλοῦν μόνον αἱ καθιερωμέναι καταβασίαι τοῦ γ΄ ἤχου.

 

᾿Επιμέλεια καὶ σχόλια· Δ.Α.

᾿Εν ᾿Αθήναις 27/1/2019