2. Λειτουργικὴ ζωή ᾿Εκκλησιαστικὴ ὑμνογραφία ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ

 

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΡΙΑΔΑ

ΚΑΙ ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΓΙΟΥΣ

ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ

 

Σημειώσεις. 1) Τὰ κείμενα προέρχονται ἀπὸ τὸ Ψαλτήριον, τὸ Εὐχολόγιον τὸ Μέγα καὶ τὸ Μ. ῾Ωρολόγιον, ἐπίσημα καὶ ἀρχαῖα βιβλία τῆς ᾿Ορθοδόξου ᾿Εκκλησίας διὰ λειτουργικὴν χρῆσιν (βλ. ᾿Ιωάννου Φουντούλη, «Λειτουργικὴ Α΄», Θεσσαλονίκη 1995, σ. 78-83), ἀπὸ τὸ Μέγα Προσευχητάριον τοῦ ᾿Ανδρέου Σιμωνώφ, ἐκδοθὲν εὐλο­γίᾳ τῆς ῾Ι. Συνόδου (ἐν ᾿Αθήναις 1906), καὶ ἀπὸ τὸν τρίτομον Θησαυρὸν Παρακλητι­κῶν Κανόνων (ἐκδόσεις Παπαδημητρίου, ᾿Αθῆναι 2016 καὶ 2018).

2) Διὰ τὰ κείμενα τῶν Ψαλμῶν ἐλήφθησαν ὑπόψιν τὰ ἑξῆς· α) Ψαλτήριον, ἔκδοσις 3η, τῇ ἐγγράφῳ ἀδείᾳ τῆς ῾Αγίας τοῦ Χριστοῦ Μεγάλης ᾿Εκκλησίας, ἐν Βενετίᾳ, ἐκ τῆς ἐκκλησιαστικῆς τυπογραφίας τοῦ Φοίνικος, ἔτους 1862· β) Ψαλτήριον, ὀρθόδοξος κρι­τικὴ ἔκδοσις, μοναχοῦ ῾Ιερωνύμου Γιανναδάκη, ἔκδοσις ἱ. μονῆς Ζωοδόχου Πηγῆς Λογ­γοβάρδας, Πάρος 2019.

3) Τὸ Μέγα Εὐχολόγιον, κατὰ τὴν νεωτέραν διωρθωμένην ἔκδοσιν αὐτοῦ, ὑπὸ τοῦ ἐκδοτικοῦ οἴκου Παπαδημητρίου, ᾿Αθῆναι 2014. ῾Ωσαύτως καὶ τὸ Μικρὸν ῾Ωρολό­γιον, «περιέχον πάντα ὅσα εὑρίσκονται καὶ ἐν τῷ Μεγάλῳ ῾Ωρολογίῳ», ἐκδόσεις Πα­παδημητρίου, ᾿Αθῆναι 2018. Συμπληρωματικῶς εἰδικαί τινες δεήσεις καὶ ἀναφοραὶ ἐλή­φθησαν ἐκ νεωτέρων ἐπισήμων τελετῶν, ἐκ συνοδικῶν κειμένων, καὶ ἐκ χειρογράφων καὶ δημοσιεύσεων ὀρθοδόξων ἱεραρχῶν ὡς τῶν μακαριστῶν μητροπολιτῶν Διονυσίου Ψαριανοῦ (Σερβίων καὶ Κοζάνης), Πολυκάρπου Λιώση (Σισανίου καὶ Σιατίστης), Νικο­δήμου Βαλληνδρᾶ (Πατρῶν), καὶ ἄλλων.

4) ῾Η ἔναρξις πάσης Παρακλήσεως γίνεται ὡς διατυποῦται ἐνταῦθα, ἐφόσον ψάλ­λεται αὐτόνομος ἐν τῷ ναῷ ἢ ἐκτὸς αὐτοῦ· ἂν ὅμως προηγηθῇ ἑτέρα ἀκολουθία, τὸ «Βασιλεῦ οὐράνιε», τὸ τρισάγιον καὶ τὸ «Δεῦτε προσκυνήσωμεν» παραλείπονται, καὶ ἀρχόμεθα εὐθὺς ἀπὸ τοῦ ψαλμοῦ «Κύριε εἰσάκουσον». (Δ.A.)

 

 

῾Ο ἱερεύς.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.          

῾Ο ἀναγνώστης.

᾿Αμήν.

[Μὴ ὑπάρχοντος ἱερέως λέγομεν· «Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἀμήν»].

῾Ο ἱερεύς.

    Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,

     ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν,

     ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός,

     ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν

     καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος

     καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

῾Ο ἀναγνώστης.

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης.

᾿Αμήν. Κύριε, ἐλέησον (ιβ΄). Δόξα... Καὶ νῦν...

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

[Ἔν τισι περιοχαῖς οἱ Ψαλμοὶ ἀπαγγέλλονται ἐμμελῶς πως ὑπὸ τοῦ ἀναγνώστου ἢ ψάλλονται ὑπὸ τῶν δύο χορῶν εἰς σύντομον μέλος, ἀλλαχοῦ δὲ δύο ἀναγνῶσται λέ­γουσιν ἕνα παρ᾿ ἕνα στίχον ἐναλλάξ].

Ψαλμὸς ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθή­σεται ἐνώπιόν σου πᾶς ζῶν.

῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

᾿Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

 

[Εἰ ἔστι δυνατόν (καὶ εἰ δόξοι τῷ προεστῶτι), λέγονται καὶ οἱ ἑπόμενοι Ψαλμοί· εἰδάλλως μετάβηθι εὐθὺς εἰς τὸ «Θεὸς Κύριος»].

 

Ψαλμὸς κβ΄ (22)

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.

Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με.

Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύ­σκον με ὡσεὶ κράτιστον.

Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

 

Ψαλμὸς κf΄ (26)

 

Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;

Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

᾿Εν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.

Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

᾿Εὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.

᾿Εὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

Τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν να­ὸν τὸν ἅγιον αὐτοῦ.

῞Οτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.

Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου.

᾿Εκύκλωσα, καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀ­λαλαγμοῦ· ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.

Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.

Σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· Κύριον ζητήσω· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.

Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.

῞Οτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.

Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

῾Υπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

 

Ψαλμὸς ξζ΄ (67)

 

ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

῾Ως ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώ­που πυρός.

Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

᾿Αγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβε­βηκότι ἐπὶ δυσμῶν.

Κύριος ὄνομα αὐτῷ· καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.

Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.

῾Ο Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τά­φοις.

῾Ο Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ δια­βαίνειν σε ἐν τῇ ἐρήμῳ.

Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ισραήλ.

Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένη­σε, σὺ δὲ κατηρτίσω αὐτήν.

Τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός.

Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.

῾Ο βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.

᾿Εὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτρυγες περιστερᾶς περι­ηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσου.

᾿Εν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσον­ται ἐν Σελμών.

Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.

῾Ινατί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θε­ὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἦν, ἐν τῷ ἁγίῳ.

᾿Ανέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.

῾Ο Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν· καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.

Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς δι­απορευομένων ἐν πλημμελείαις αὐτῶν.

Εἶπε Κύριος· ᾿Εκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσ­σης.

῞Οπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ.

᾿Εθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.

Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμ­πανιστριῶν.

᾿Εν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν ᾿Ισραήλ.

᾿Εκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες ᾿Ιούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλίμ.

Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κα­τειργάσω ἐν ἡμῖν.

᾿Απὸ τοῦ ναοῦ σου ἐπὶ ᾿Ιερουσαλήμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα.

᾿Επιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.

Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρείῳ· διασκόρπι­σον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

῞Ηξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.

Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κα­τὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

Δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν ᾿Ισραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς ᾿Ισραήλ, αὐτὸς δώ­σει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.

 

Εἶτα οἱ ψάλται ψάλλουσι τετράκις μετὰ τῶν στίχων αὐτοῦ τὸν ἑξῆς ὕμνον.

    Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·

     εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. ᾿Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ­μοῖς ἡμῶν.

Τροπάριον. Ἦχος πλ. β΄.

    Εὔσπλαγχνε, μακρόθυμε, καὶ πανοικτίρμον Κύριε,

     κατάπεμψον τὸ ἔλεός σου ἐπὶ τὸν λαόν σου.

Δόξα Πατρί. Ἦχος ὁ αὐτός.

    ς οἰκτίρμον Κύριε, σπλαγχνίσθητι ἐπὶ τὸν λαόν σου·

     ὡς μακρόθυμος διαλλάγηθι, καὶ ἐλέησον ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.

    Παναγία Δέσποινα, πανύμνητε, εὐλογημένη,

     ὡς φιλάγαθος παρακάλεσον, καὶ ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ ἀναγνώστης·

Ψαλμὸς ν΄ (50)

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαί­νισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγε­μονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιά­σεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴ­νεσίν σου.

῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκή­σεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ᾿Ιερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώμα­τα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Καὶ ψάλλομεν τὸν παρόντα κανόνα.

 

[Οἱ εἱρμοὶ τοῦ κανόνος παρατίθενται ἐνταῦθα διὰ μικροτέρων στοιχείων, διότι, ὡς γνω­στόν, εἰς τὰς Παρακλήσεις οἱ κανόνες ψάλλονται ἄνευ εἱρμῶν.]

 

Ἦχος πλ. δ΄. ᾿ῼδὴ α΄. ῾Ο εἱρμός.

 

     ῾Αρματηλάτην φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ,

     μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα καὶ διελοῦσα θάλασσαν·

     ᾿Ισραὴλ δὲ φυγάδα πεζὸν ὁδίτην διέσωσεν,

     ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

 

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

παντουργὸς καὶ συμφυὴς καὶ σύνθρονος καὶ ὁμοδύναμος

καὶ τριφεγγὴς δόξα, Πάτερ ἀκατάληπτε, Υἱὲ καὶ Πνεῦμα Ἅγιον,

χαλεπῆς ἀσθενείας τοὺς σοὺς οἰκέτας ἀπάλλαξον,

ὅπως εὐχαρίστως δοξάζωμεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

μαρτιῶν με καταιγὶς συνώθησεν εἰς ἀσθενείας βυθόν,

καὶ συνεχεῖς πόνοι, ὥς περ τρικυμίαι με, χειμάζουσι τὸν δείλαιον·

ὁμοδύναμον κράτος, Τριὰς ἁγία, σπλαγχνίσθητι·

σῶσόν με δεινῶς ἀπολλύμενον.

Δόξα Πατρί.

Τῆς συνεχούσης ἁμαρτίας λύτρωσαι, Τριὰς ἀμέριστε,

ἡμᾶς τοὺς σοὺς δούλους, δρόσῳ τοῦ ἐλέους σου,

σβεννύουσα τὸν καύσωνα τῶν δεινῶν ἀλγηδόνων,

καὶ τὴν ὑγείαν παρέχουσα, ὅπως ὀρθοδόξως ὑμνῶμέν σε.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν λυτρωτὴν καὶ παντουργὸν καὶ Κύριον κυοφορήσασα,

τὸν τὰς ἡμῶν νόσους, Πάναγνε βαστάσαντα, αὐτὸν οὖν καθικέτευε,

χαλεπῆς ἀσθενείας τοὺς σοὺς οἰκέτας λυτρώσασθαι,

μόνη τῶν ἀνθρώπων βοήθεια.

 

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.

 

     Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε,

     καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον,

     ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης,

     τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

 

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

πουράνιοι νόες, ἀγγελικὰ τάγματα,

θρόνοι καὶ ἀρχαὶ καὶ δυνάμεις καὶ κυριότητες,

ἐκδυσωποῦσί σε τὸν ἀγαθὸν καὶ Σωτῆρα,

λοιμικῆς ἀπάλλαξον νόσου τοὺς δούλους σου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

να φιλανθρωπίας ἐπὶ πολύ, Δέσποτα,

σοῦ ἐπιδεικνύῃς τὴν ἄβυσσον, παντοδύναμε,

νόσου ἀπάλλαξον θανατηφόρου καὶ πόνων

χαλεπῶν τοὺς δούλους σου, μόνε μακρόθυμε.

Δόξα Πατρί.

ς Θεοῦ παραστάται, λειτουργικὰ πνεύματα,

ἄγγελοι ἀρχάγγελοι, τοῦτον ἐκδυσωπήσατε

παῦσαι τὸ νόσημα, διασκεδάσαι τὴν λύμην,

τῆς θανατηφόρου τε μοίρας λυτρώσασθαι.

 

Καὶ νῦν. Θεοτοκίον.

αμάτων πηγήν σε τῶν ἀγαθῶν ἔδειξεν

ἄβυσσος ἐκ σοῦ προελθοῦσα Χριστὸς ὁ Κύριος,

κόρη πανάμωμε· δι᾿ ὃ κλυδωνιζομένους

ἀσθενείας λαίλαπι ῥῦσαι τοὺς δούλους σου.

῾Ο ἱερεὺς μνημονεύει ὡς εἴθισται, καὶ ἡμεῖς ψάλλομεν τὸ «Κύριε, ἐλέησον» ιβ΄· ἢ ἀντὶ τῆς συνήθους ἐκτενοῦς λέγεται ἡ παροῦσα δέησις ὑπὲρ ἀσθενοῦντος.

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται (εἰς ἑκάστην δέησιν). Κύριε ἐλέησον (γ΄).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπι­σκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοι­κούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃνήσχώρᾳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου]. (Τὰ ἐντὸς ἀγκυλῶν λέγονται, μόνον ἐὰν ἡ παράκλησις τελῆται ἐν τῷ ναῷ.)

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος ἀδελφο ἡμῶν (τοῦ δεῖνος) [ἢ ὑπὲρ τῶν ἀσθενούντων ἀδελφῶν ἡμῶν (...)] καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐπισκέψεως, καὶ ὑπὲρ ὑγείας καὶ σωτηρίας αὐτοῦ [ἢ αὐτῶν].

τι δεόμεθα ὑπὲρ τοῦ ἐλεηθῆναι καὶ διαφυλαχθῆναι αὐτὸν [ἢ αὐτοὺς] κατὰ τὸ μέγα τοῦ Κυρίου ἔλεος, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ τε [ἢ αὐτοῖς τε] καὶ ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπισκέψασθαι καὶ ἰάσασθαι αὐτοῦ [ἢ αὐτῶν] πᾶσαν ἀσθένειαν σωματικήν τε καὶ ψυ­χικήν.

τι δεόμεθα ὑπὲρ τοῦ ἀφεθῆναι αὐτοῦ [ἢ αὐτῶν] τὰς ἁμαρτίας καὶ τὰ ἐξ ἁμαρτιῶν ἐπίπονα, καὶ ὑπὲρ τοῦ ἀποστῆναι ἀπ᾿ αὐτοῦ [ἢ ἀπ᾿ αὐτῶν] πάντα πειρασμὸν καὶ πᾶσαν ἐπανάστασιν τοῦ ἀντικειμέ­νου.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἀναστῆναι αὐτὸν [ἢ αὐτοὺς] ἀπὸ τῆς κλίνης καὶ τῆς ἀρρωστίας αὐτοῦ [ἢ αὐτῶν], καὶ ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτὸν [ἢ αὐτοὺς] τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, ψυχῇ καὶ σώματι ὑγιαίνοντα καὶ προκόπτοντα [ἢ ὑγιαίνοντας καὶ προκόπτοντας] ἐν ἔργοις καὶ λόγοις ἀγαθοῖς.

῾Ο ἱερεὺς τὴν ἐκφώνησιν.

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Σημείωσις. Μὴ ὑπάρχοντος ἱερέως πᾶσαι αἱ αἰτήσεις παραλείπονται, ὁμοίως καὶ τὸ Εὐαγγέλιον καὶ τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου», ἀντὶ δὲ τῶν δεήσεων ἀναγινώσκεται ἡ παροῦσα εὐχή·

 

Μνήσθητι, Δέσποτα φιλάνθρωπε ὁ Θεὸς ἡμῶν, πάντων τῶν εὐσε­βῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Μνήσθητι, Κύριε, τῶν αἰχμαλώτων, τῶν ὁδοιπορούντων, τῶν ξενιτευόντων καὶ τῶν ἐν ἀποδημίαις ὄντων, τῶν ἐν θαλάσσῃ, ὕδατι, ἀέρι καὶ διαστήματι πλεόντων, τῶν ἐν αἰχμα­λωσίαις, μετοικεσίαις, ἐξορίαις, φυλακαῖς, μετάλλοις, καὶ ἐν πικραῖς δουλείαις ὄντων, τῶν ἐν θλίψεσι, τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ, καὶ τῶν ἐν ἀνάγκαις εὑρισκομένων. Μνήσθητι, Κύριε, τῶν νοσούντων, καμνόν­των καὶ ἐν ἀσθενείαις κατακειμένων, τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν καὶ τῶν χρηζόντων περιθάλψεως καὶ προστασίας. Ἔτι μνήσθη­τι, Κύριε, τῶν ἰατρῶν, νοσηλευτῶν, νοσηλευτριῶν, νοσοκόμων καὶ πάντων τῶν βοηθῶν καὶ συνεργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δο­μαῖς ὑγείας, τήρησον αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ πάσης ἐναντίου δυνάμεως, εὐλόγησον δὲ καὶ ἐνίσχυσον αὐτοὺς εἰς τὸ ἔργον αὐτῶν καὶ ἱκάνωσον αὐτοὺς πρὸς ἔγκαιρον διάγνωσιν καὶ ἴασιν τῶν ἐν κλίνῃ ἀσθενείας καὶ νόσου κατακειμένων. Ἔτι μνήσθητι, Κύριε, τῆς χώρας καὶ τοῦ γένους ἡμῶν, πάσης ἀρχῆς καὶ ἐξουσίας, τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα στρατοῦ, τοῦ πυροσβεστικοῦ, τοῦ λιμενικοῦ καὶ τῶν λοιπῶν σωμάτων προστασίας καὶ ἀσφαλείας. Ἔτι δεόμεθά σου, Κύριε, ὑπὲρ τῶν ἀγαθοποιούντων, ὑπὲρ τῶν μισούντων, λυπούν­των καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς, ὑπὲρ τῶν διακονούντων ἡμῖν τοῖς ἀναξίοις, ὑπὲρ τῶν ἀδελφῶν, συγγενῶν καὶ οἰκείων ἡμῶν, ὅπως παράσχῃς αὐτοῖς τὰ πρὸς σωτηρί­αν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τῶν ἐντειλαμέ­νων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν καὶ ἐλέησον κατὰ τὸ μέ­γα σου ἔλεος. Μνήσθητι, Κύριε, τῶν προκοιμηθέντων πατέρων, ἀδελ­φῶν καὶ συγγενῶν ἡμῶν καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου· ἐλέησον δὲ καὶ ἀξίωσον πάντας ἡμᾶς εἰσ­ελθεῖν εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον· ἀμήν.

 

Κάθισμα κατανυκτικόν, ἦχος β΄.

ς κύματα θαλάσσης ἐπ’ ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου,

ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι

ὑπὸ πταισμάτων πολλῶν,

ἀλλ’ εἰς εὔδιον λιμένα ὁδήγησόν με, Κύριε,

διὰ τῆς μετανοίας καὶ σῶσόν με.

Δόξα, Καὶ νῦν.

Θεοτοκίον. Τὰ ἄνω ζητῶν.

Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον,

ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,

ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον,

καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,

ἡ μόνη ταχέως προστατεύουσα.

 

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.

     Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις,

     σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,

     ὁ πατρικοὺς κόλπους μὴ λιπών,

     καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος·

     δι᾿ ὃ σὺν τῷ προφήτῃ ᾿Αββακούμ σοι κραυγάζω·

     Τῇ δυνάμει σου δόξα, φιλάνθρωπε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νῦν ἡ σκιὰ ὄντως θανάτου ἐκύκλωσε,

καὶ τοῦ ᾅδου πύλας προσεπέλασεν·

ἀλλὰ σύ, Σῶτερ, ὡς δυνατὸς

ἡμᾶς ἀναστήσας θαυμάστωσον τὰ ἐλέη σου,

ὁ σῴζων τοὺς ἐν πίστει ἀδιστάκτῳ βοῶντας·

Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

᾿Απόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ τοῦ Χριστοῦ μύσται αὐτόπται καὶ κήρυκες,

εἰληφότες δῶρον τὰ ἰάματα, καὶ ἰατροὶ ὄντες ψυχικοί,

ἐκ τῶν ἀναγκῶν με, ἀπόστολοι, ἐξαγάγετε

τῆς συνεχούσης νόσου, Ἰησοῦν δυσωποῦντες

τὸν δεσπότην καὶ ῥύστην καὶ Κύριον.    

Δόξα Πατρί.

μαρτιῶν ζάλη ἡμᾶς νῦν κατέλαβεν,

ἀσθενείας κύματα χειμάζουσι, πόνοι βυθίζουσι συνεχεῖς,

θλίψεις καὶ ὀδύναι ἡμᾶς τοὺς δειλαίους εὕροσαν·

Ἀπόστολοι Κυρίου, ταῖς ἡμῶν ἱκεσίαις

βοηθείας τὴν χεῖρα ὀρέξατε.

Καὶ νῦν. Θεοτοκίον.

Πόνοις δεινοῖς καὶ συνεχέσι βαλλόμενοι,

τῇ παρθένῳ πάντες σοι προσπίπτομεν,

τῇ κραταιᾷ σκέπῃ σου ἁγνή·

σῶσον ἡμᾶς πάντας, οἰκτίρησον Θεονύμφευτε,

ἐκλύτρωσαι τῆς λύμης καὶ δεινῆς ἀρρωστίας

κατὰ ἄλγη θεράπευσον, δέσποινα.

 

᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.

     ῾Ινατί με ἀπώσω ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον,

     καὶ ἐκάλυψέ με τὸ ἀλλότριον σκότος τὸν δείλαιον;

     ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου

     τὰς ὁδούς μου κατεύθυνον δέομαι.

῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ θαλάσσας ἀπάτης ταῖς μελισταγέσιν ὑμῶν παρακλήσεσιν,

ἱεροὶ προφῆται, κατακλύσαντες νῦν μεταβάλετε,

τὴν πικρίαν ὅλην τῆς λοιμικῆς νῦν ἀσθενείας,

εὐρωστίας πρὸς θείαν γλυκύτητα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

νεπάγησαν βέλη τὰ τῆς ἀσθενείας προστάξει σου, Κύριε,

καὶ ἐπεστηρίχθη ἐφ’ ἡμᾶς ἡ σὴ χείρ, παντοδύναμε·

ὡς Θεὸς οἰκτίρμων οἴκτιρον πάντας σῷ ἐλέει,

ταῖς εὐχαῖς τῶν ἁγίων μαρτύρων σου.

Δόξα Πατρί.

Τὸν υἱὸν ὥς περ πάλαι χήρας ἐξανέστησας τῷ σῷ προστάγματι,

νεκρωθέντα, Λόγε, χαλεπῆς ἀσθενείας τοὺς δούλους σου

ἀγαθὸς ὢν μόνος καὶ συμπαθὴς ἀπολυτρώσας,

ζωοποίησον μόνε φιλάνθρωπε.

Καὶ νῦν. Θεοτοκίον.

ν νυκτὶ τῇ τοῦ βίου θύελλα κατέλαβε πάσης κακώσεως

καὶ ἐκάλυψέ με ἀσθενείας, Παρθένε, σκοτόμαινα·

ἀλλ’ ἀνάτειλόν μοι ἀναψυχῆς, πάναγνε, φέγγος

καὶ πρὸς φῶς εὐρωστίας ὁδήγησον.

 

᾿ῼδὴ f΄. ῾Ο εἱρμός.

     ῾Ιλάσθητί μοι, Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου·

     καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι·

     πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου,

     ὁ Θεὸς τῆς σωτηρίας μου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Εἰς πέλαγος ἀχανὲς ἀσθενειῶν περικείμεθα,

καὶ λοιμικῆς συμφορᾶς χειμάζει τὰ κύματα·

κυβερνῆτα, Κύριε, βοηθείας χεῖρα

ἐπεκτείνας νῦν διάσωσον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Παράλυτον ὡς τὸ πρὶν συνέσφιγξας θείῳ νεύματι

ἐκ νόσου ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως·

νόσου βαρυτάτης δὲ οἰκτιρήσας δίδου

τὴν ὑγείαν, πολυέλεε.

Δόξα Πατρί.

Τῶν προφητῶν ὁ χορός, τῶν ἀποστόλων ὁ σύλλογος,

τὸ στῖφος τῶν ἀθλητῶν, νῦν ἐκδυσωποῦσί σε,

μόνε πολυέλεε, ὑπὲρ τοῦ λαοῦ σου·

ἀγαθέ, τοῦτον οἰκτίρησον.

Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ καθαρὸν τῆς παρθενίας κειμήλιον,

καθάρισον δὴ ἡμᾶς καὶ νόσων καὶ θλίψεων

καὶ τῆς συνεχούσης νῦν ἀσθενείας ῥῦσαι,

ἵνα πίστει σε δοξάζωμεν.

 

Καὶ γίνεται πάλιν αἴτησις, ὡς εἴθισται, ὑπὲρ ὧν τελεῖται ἡ ἱερὰ παράκλησις (βλέπε καὶ τὰς εἰδικὰς αἰτήσεις ἀπὸ γ΄ ᾠδῆς ἢ ἐν τέλει μετὰ τὸ τρισάγιον καὶ τὰ τροπάρια).

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Προστασία ἄμαχε τῶν θλιβομένων

καὶ πρεσβεία ἕτοιμε τῶν ἐλπιζόντων ἐπὶ σέ,

ἀπὸ κινδύνων ἐκλύτρωσαι,

καὶ μὴ παρίδῃς, ἡ πάντων ἀντίληψις.

[Σημείωσις. Εἰ οὐκ ἔστιν ἱερεύς, τὸ προκείμενον καὶ τὸ Εὐαγγέλιον παραλείπονται καὶ μεταβαίνομεν εὐθὺς εἰς τὸ Δόξα Πατρί, «Πάτερ, Λόγε, Πνεῦμα» κλπ.]

Καὶ εὐθὺς τὸ προκείμενον. Ἦχος δ΄.

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,

μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Στίχ. ᾿Ελέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμί· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.

ΕΥΑΓΓΕΛΙΟΝ

᾿Εκ τοῦ κατὰ Ματθαῖον (ι΄ 1, 5-8).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθη­τὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκ­βάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύε­σθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πο­ρευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρα­νῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρε­τε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

 

[Καὶ εὐθὺς ψάλλομεν τὰ ἐφεξῆς τροπάρια]

Δόξα Πατρί. ῏Ηχος β΄.

    Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τροπάριον, ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι,

καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον,

τὸν πολλὰ πταίσαντα ὑπὲρ πᾶσαν φύσιν

τῶν ἀνθρώπων, ἐκ νεότητος, δι᾿ ὃ προσπίπτω σοι

κλίνων μου τὸ γόνυ σὺν δάκρυσι·

σπλαγχνίσθητι, ἐλέησον, δεῖξον ἐν ἐμοὶ τὰ ἐλέη σου,

Κύριε τῆς δόξης, ἐλέους ὁ Πατὴρ καὶ οἰκτιρμῶν,

μή με ἀπώσῃ τὸν ἄθλιον τὸν παρακαλοῦντά σε.

Εἶτα ὁ ἱερεύς.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγίοις πατέ­ρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων ᾿Ιωακὶμ καὶ ῎Αν­νης· τοῦ ἁγίου (τῆς ἡμέρας, οὗ τὴν μνήμην ἐπιτελοῦμεν) καὶ πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Τὸ «Κύριε, ἐλέησον» ιβ΄, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν.

᾿Ελέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 

Καὶ ψάλλονται αἱ λοιπαὶ ᾠδαὶ τοῦ κανόνος.

᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.

     Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ·

     διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί,

     ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον·

     Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Φλογίζει ἡ κάμινος ἀμέτρων πόνων καὶ κατακαίει με

πυρετοῦ λοιμικῆς τε ἡ φλὸξ ἀπαύστως ἡ ἀναιδέστατος·

ἀλλὰ σύ, Σῶτερ, ἀνάψυξον ψάλλοντα·

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Προφῆται, ἀπόστολοι, μαρτύρων δῆμος, θεῖοι διδάσκαλοι,

τῶν νοσούντων τὸ ἄλγος ὑμῶν πρεσβείαις καταπραΰνατε

καὶ τὴν ὑγείαν δωρήσασθε ψάλλουσιν·

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Δόξα Πατρί.

λόγῳ τὸν Λάζαρον ἐξαναστήσας, νῦν ὡς ἐκ τάφου ἡμᾶς

χαλεπῆς ἀσθενείας ἐξαναστήσας ζώωσον, Κύριε,

ἵνα βοῶμεν ᾠδὴν χαριστήριον·

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Οἰκτίρμων ὑπάρχουσα καὶ μήτηρ οὖσα τοῦ πανοικτίρμονος,

οἰκτιρήσασα ῥῦσαι τὸν σὸν λαὸν τὸν ἐπικαλούμενον

τὰ σὰ ἐλέη, παρθένε, καὶ ψάλλοντα·

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

᾿ῼδὴ η΄. ῾Ο εἱρμός.

     ῾Επταπλασίως κάμινον τῶν Χαλδαίων ὁ τύραννος

     τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε·

     δυνάμει δὲ κρείττονι περισωθέντας τούτους ἰδών,

     τὸν δημιουργὸν καὶ λυτρωτὴν ἀνεβόα·

     Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε,

     λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

δυνηρῶς στενάζομεν ἀπὸ κλίνης ὀδύνης ἡμῶν

καὶ ἀπὸ λοιμώδους ἀσθενείας κράζομεν,

πρὸς σὲ τὸν φιλάνθρωπον· Τὰ τῆς καρδίας ὄμματα,

νῦν ἀναπετῶντες, τὴν ὑγείαν αἰτοῦμεν·

ἐπίσκεψαι ἡμᾶς, Σῶτερ, καὶ ἀνάστησον ψάλλειν·

Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

τὴν ἡμῶν ἀσθένειαν συμπαθῶς ἐνδυσάμενος

καὶ ὁμοιωθῆναι τοῖς βρότοις ἑλόμενος,

εὐχαῖς τῶν ὁσίων σου, ἀπεγνωσμένους σσον ἡμᾶς,

ἔγειρον ἐκ τάφου ἀπογνώσεως ψάλλειν·

Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε,

λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα Πατρί.

Δημιουργὲ τῆς φύσεως, χορηγὲ τῆς ἰάσεως,

σπλάγχνα οἰκτιρμῶν τε καὶ εὐσπλαγχνίας πέλαγος

ὡς ἔχων, μακρόθυμε, ἐπισκοπῇ ἐπίσκεψαι,

ἀπὸ τῆς λοιμώδους ἀσθενείας λαόν σου

καὶ ζώωσον κραυγάζειν· Ἱερεῖς εὐλογεῖτε,

λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον.

κραταιὰ βοήθεια καὶ βεβαία ἀντίληψις

τῶν ἀπηλπισμένων, ἡ ἐλπὶς πανάμωμε,

ἐπίσκεψαι κάμνοντας ὀδυνηρῶς τοὺς δούλους σου·

κούφισον τὸ βάρος τῆς πικρᾶς ἀσθενείας,

ἀπέλασον τὴν νόσον τῆς λοιμώδους ἀνάγκης

καὶ σῶσον τοὺς σοὺς δούλους, παρθένε Θεοτόκε.

 

᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.

     ᾿Εξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,

     καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,

     ὅτι Θεὸς ὤφθη τοῖς ἀνθρποις σωματικῶς,

     καὶ ἡ γαστήρ σου γέγονεν εὐρυχωροτέρα τῶν οὐρανῶν·

     δι᾿ ὅ σε, Θεοτόκε, ἀγγέλων καὶ ἀνθρώπων

     ταξιαρχίαι μεγαλύνουσιν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θαυμάσια μεγάλα, ὧν ἀριθμὸς

οὐχ ὑπάρχει ποιήσας ἀθάνατε,

ἐπὶ τοὺς σοὺς δούλους τὰ ἐλέη σου, ὁ Θεός,

ὡς συμπαθὴς ἀνάδειξον, καὶ τῆς συνεχούσης ἡμᾶς νυνί,

ἀπάλλαξον ὀδύνης λιταῖς τῆς σὲ τεκούσης

καὶ τοῦ χοροῦ τῶν ἀθλοφόρων σου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

γγέλων, ἀρχαγγέλων καὶ προφητῶν,

ἀποστόλων, μαρτύρων ὁσίων τε, ἱεραρχῶν,

ἱερομαρτύρων σου ταῖς εὐχαῖς,

τὸν κοπετὸν τῶν δούλων σου στρέψον, Παντοδύναμε, εἰς χαράν,

θεράπευσον τὸ ἄλγος, κούφισον τὰς ὀδύνας,

καὶ τὴν ὑγείαν ἡμῖν δώρησαι.

Δόξα Πατρί.

Ψυχῶν τε καὶ σωμάτων τὸν ἰατρὸν

ἐν ἐλέει τὸν πλούσιον Κύριον σὲ δυσωπῶ·

Ἴασαι τὰ πάθη μου τὰ πολλά,

τῶν ὀδυνῶν ἀπάλλαξον καὶ τῶν λυπηρῶν με ὡς ἀγαθὸς

καὶ μόνος εὐεργέτης, καὶ σῷζε τοὺς ἐν πίστει

εἰλικρινῶς σε μεγαλύνοντας.

Καὶ νῦν. Θεοτοκίον.

Οἰκτίρμονα τεκοῦσα καὶ συμπαθῆ

καὶ δεσπότην καὶ κτίστην καὶ Κύριον,

νῦν ἐπ’ ἐμοὶ δεῖξόν σου συνήθως τοὺς οἰκτιρμοὺς

καὶ χαλεπῆς με λύτρωσαι νόσου δαπανώσης μου τὴν ψυχήν,

παρθένε Θεοτόκε· παράσχου μοι τὴν ῥῶσιν,

ὅπως ἀπαύστως μεγαλύνω σε.

 

Εἶτα τὰ παρόντα μεγαλυνάρια.

Ἦχος β΄ (ἢ πλ. β΄ εἱρμολογικός).

ξιον ἐστὶν ὡς ἀληθῶς, τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα,

ἄναρχον Πατέρα καὶ παντουργόν,

συνάναρχον Λόγον πρὸ αἰώνων ἐκ τοῦ Πατρός,

ἀρρεύστως τεχθέντα, καὶ τὸ Ἅγιον Πνεῦμα

τὸ ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκπορευόμενον.

 

μνήσωμεν πάντες θεοπρεπῶς

ᾄσμασιν ἐνθέοις τὸν Πατέρα καὶ τὸν Υἱὸν

καὶ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον κράτος,

τὴν μίαν βασιλείαν καὶ κυριότητα.

 

Τριὰς ὁμοούσιε καὶ Μονάς,

δέξαι τὸν σὸν λάτρην, ὑπερούσιε ποιητά·

σῶσον μὴ παρίδῃς τῶν σῶν χειρῶν τὸ πλάσμα,

οἰκτίρμον, ἐλεῆμον, Κύριε, σῶσόν με.

 

Κύριε καὶ δέσποτα ᾿Ιησοῦ,

Θεὲ καὶ σωτήρ μου, τῆς ψυχῆς μου τὰς χαλεπὰς

ἰάτρευσον νόσους, ὦ λυτρωτὰ τοῦ κόσμου,

καὶ σῶσον, πανοικτίρμον, τοὺς σοὶ προστρέχοντας.

 

Πρόσδεξαι, γλυκύτατε ᾿Ιησοῦ,

ἡμῶν τὰς ἱκεσίας, ὑπεράγαθε λυτρωτά·

σῶσον νοσημάτων ἡμᾶς καὶ τὸν λαόν σου,

οἰκτίρμον Σῶτερ πάντων, εὔσπλαγχνε Κύριε.

 

Δεῦτε ἀρυσώμεθα δαψιλῶς

ἰαμάτων ῥεῖθρα ἐκ τῆς χάριτος τοῦ Σταυροῦ,

ἵνα πολυτρόπων παθῶν καὶ νοσημάτων

ψυχῶν τε καὶ σωμάτων τὴν φλόγα σβέσωμεν.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,

πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς,

οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου,

ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

῾Ο ἀναγνώστης.

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 

Τροπάρια. ῏Ηχος πλ. β΄.

᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς·

πάσης γὰρ ἀπολογίας ἀποροῦντες,

ταύτην σοι τὴν ἱκεσίαν ὡς δεσπότῃ

οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν·

μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,

ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος

καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου,

πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε·

ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν·

ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·

σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

῾Ο διάκονος ἢ ὁ ἱερεὺς μνημονεύει πάλιν ὡς προεσημειώθη (βλέπε μετὰ τὴν γ΄ ᾠδὴν) ἢ ἐκφωνεῖ τὴν κάτωθι ἐκτενῆ δέησιν (μετὰ τῶν εἰδικῶν αἰτήσεων αὐτῆς).

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται ἐν ἑκάστῃ δεήσει. Κύριε ἐλέησον (τρίς).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ τοῦ ἔθνους ἡμῶν καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, ὑπὲρ τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα φιλοχρίστου στρα­τοῦ, τοῦ πυροσβεστικοῦ σώματος, τοῦ λιμενικοῦ καὶ πάντων τῶν σω­μάτων προστασίας καὶ ἀσφαλείας, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον.

῎Ετι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀναπαύσεως τῶν δούλων τοῦ Θεοῦ πάντων τῶν ἐπ᾿ ἐσχάτως βιαίῳ θανάτῳ ἐν πυρί, ἐν ὕδατι, ἐν συσσεισμῷ, ἐν λοιμῷ ἢ ἄλλως πως μεταστάντων προπατό­ρων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπι­σκέψεως, κυβερνήσεως, κατευοδώσεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθο­δόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πό­λει ( χώρᾳ κώμῃ νήσῳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συν­δρομητῶν, ἀφιερωτῶν, διακονούντων καὶ διακονησάντων, κοπιώντων καὶ ψαλλόντων ἐν τῷ ἁγίῳ ναῷ τούτῳ]. (Τὰ τελευταῖα ταῦτα –τὰ ἐντὸς ἀγκυ­λῶν– λέγονται μόνον ἐὰν ἡ παράκλησις τελῆται ἐν τῷ ναῷ.)

῾Υπὲρ τῶν ἐν γήρᾳ καὶ ἐν ἀνάγκαις ὄντων.

τι δεόμεθα ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν θλιβομένης τε καὶ κα­ταπονουμένης, ἐλέους Θεοῦ καὶ βοηθείας ἐπιδεομένης· καὶ ὑπὲρ τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, ὑπὲρ τῶν νοσούντων, καμνόντων καὶ ἐν ἀσθενείαις κατακειμένων, καὶ ὑπὲρ τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, ὅπως τῆς παρὰ τοῦ Κυρίου ταχείας ἰάσεως τύχωσι καὶ ὑπὲρ σωτηρίας τῶν ψυχῶν αὐτῶν.

῾Υπὲρ ἑνὸς ἀσθενοῦντος.

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος δούλου ( τῆς ἀσθενούσης δούλης) τοῦ Θεοῦ (δεῖνος), ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐ­τὸν ( αὐτὴν) ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτοῦ ( ἐπ᾿ αὐτῆς) ἐπικειμένης καὶ χαρίσηται αὐτῷ ( αὐτῇ) ταχεῖαν καὶ πλήρη ἀποκατάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

Ἢ ἀντὶ τῆς προηγουμένης αἰτήσεως, ἐὰν ὦσι πολλοὶ ἀσθενεῖς.

τι δεόμεθα ὑπὲρ τῶν ἀσθενούντων δούλων τοῦ Θεοῦ (καὶ μνη­μονεύει ὀνομαστὶ αὐτῶν, εἰ ἔστι δυνατόν), καὶ ὑπὲρ ἐνισχύσεως πάντων τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐτοὺς ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτῶν ἐπικειμένης καὶ χαρίσηται αὐτοῖς ταχεῖαν καὶ πλήρη ἀποκα­τάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

῾Υπὲρ τῶν διακονούντων ἐν τῇ ὑγείᾳ.

τι δεόμεθα ὑπὲρ τῶν θεραπόντων ἰατρῶν, νοσηλευτῶν, νοσηλευ­τριῶν, νοσοκόμων, ὑπὲρ παντὸς τοῦ ἰατρικοῦ, ἐπιστημονικοῦ, διδα­κτικοῦ, διοικητικοῦ, νοσηλευτικοῦ καὶ ὑγειονομικοῦ προσωπικοῦ, καὶ πάντων τῶν βοηθῶν καὶ συνεργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσοκομείοις, κλινικαῖς, νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικαῖς σχο­λαῖς, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δομαῖς ὑγείας, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν τηρήσῃ αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ ἐναντί­ων δυνάμεων, εὐλογήσῃ δέ, ἐνισχύσῃ καὶ ἱκανώσῃ αὐτοὺς πρὸς ἐπι­τυχῆ ἐπιτέλεσιν τοῦ κοινωφελοῦς ἔργου αὐτῶν.

῾Υπὲρ ὁδοιπορούντων, πλεόντων, ἀποδημούντων.

τι δεόμεθα ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κό­σμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ τῶν ὁδοιπορούντων, πλεόντων, ἱπταμένων, ξενιτευόντων καὶ ἐν ἀποδημίαις εὑρισκομένων, ὑπὲρ τῶν ἐν αἰχμαλωσίαις, μετοι­κεσίαις, ἐξορίαις, φυλακαῖς, καὶ ἐν πικραῖς δουλείαις ὄντων ἀδελφῶν ἡμῶν, καὶ ὑπὲρ ἀναρρύσεως καὶ εἰρηνικῆς ἐπανόδου αὐτῶν.

τι δεόμεθα ὑπὲρ τοῦ συνοδεῦσαι τοὺς δούλους τοῦ Θεοῦ (τοὺς δεῖνας), εἴτε διὰ θαλασσῶν λιμνῶν ποταμῶν ἀέρων ἢ ὁδοιποριῶν τὴν πορείαν ποιουμένους, καὶ πάντας ἀποκαταστῆσαι εἰς λιμένας σωτη­ρίους καὶ καταφύγια ἀσφαλῆ, καὶ ὑπὲρ τοῦ γενέσθαι Κύριον τὸν Θε­ὸν ἡμῶν σύμπλουν καὶ συνοδοιπόρον αὐτῶν καὶ τὴν πορείαν αὐτῶν κατευοδῶσαι ἐν πᾶσιν, αὐτῶν δὲ καὶ ἡμῶν τὴν παρεπιδημίαν τὴν ἐν τῷ βίῳ τούτῳ ἀχείμαστον καὶ ἀβλαβῆ διαφυλάξαι.

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τῶν δείνων) καὶ ὑπὲρ τοῦ ῥυσθῆναι αὐτοὺς ἀπὸ πειρατηρίων καὶ λῃστηρίων καὶ πάσης χει­μασίας, ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτοὺς ἐν εἰρήνῃ καὶ εὐρωστίᾳ, δικαιοσύνης πάσης πρόνοιαν ποιουμένους κατὰ τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ ὑπὲρ τοῦ γενέσθαι αὐτοὺς πλήρεις τῶν βιοτικῶν καὶ ἐπουρανίων αὐτοῦ ἀγαθῶν.

῾Υπὲρ φίλων καὶ ἐχθρῶν.

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ ὧν βούλεται ζώντων), καὶ ὑπὲρ τῶν μισούντων, λυπούντων καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς καὶ διακονούντων ἡμῖν τοῖς ἀναξίοις, καὶ ὑπὲρ τῶν ἐν πνεύματι ἀ­δελφῶν ἡμῶν ὑγείας τε καὶ σωτηρίας αὐτῶν.

῾Υπὲρ τῶν παρισταμένων.

τι δεόμεθα ὑπὲρ τῶν ἐπιτελούντων τὴν ἱερὰν λιτὴν ταύτην, τῶν συνελθόντων ἐν αὐτῇ καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ ὑπὲρ τῶν δούλων τοῦ Θεο(καὶ μνημονεύει ὀνομαστὶ ἐκείνων ὑπὲρ ὧν ἡ παράκλησις γίνεται).

τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν πόλιν (ἢ χώραν ἢ κώμην ἢ νῆσον ἢ μονὴν) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύ­λων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῖν δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.

Οἱ ψάλται. Κύριε ἐλέησον (40).

τι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.

Οἱ ψάλται. Κύριε ἐλέησον (τρίς).

῾Ο ἱερεύς.

πάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν πε­ράτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς. [Καὶ εὐθὺς ἡ ἐκφώνησις]. ᾿Ελεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μέλλοντος τοῦ ἱερέως ἐπισυνάψαι τὴν ἐν τέλει τῆς Παρακλήσεως εἰδικὴν εὐχήν, ἢ ἄλλην τινὰ ἁρμόδιον διὰ τὴν περίστασιν, λέγει ἐνταῦθα ὁ ἱερεύς· Εἰρήνη πᾶσι, τῶν ψαλτῶν ἀποκρινομένων· Καὶ τῷ πνεύματί σου, ὁ δὲ διάκονος ἐκφωνεῖ· Τοῦ Κυρίου δεη­θῶμεν, καὶ ὁ ἱερεὺς λέγει τὴν εὐχήν. Εἶτα ποιεῖ τὴν συνήθη (μικρὰν) ἀπόλυσιν.

[Σημείωσις. Μεγάλη ἀπόλυσις λέγεται μόνον ὅτε αἱ Παρακλήσεις συνάπτονται εἰς τὸν ἑσπερινὸν ἢ σπανιώτερον εἰς τὴν λειτουργίαν.]

῾Ο ἱερεύς.

Δόξα σοι, ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

῾Ο ἀναγνώστης.

Δόξα, Καὶ νῦν. Κύριε ἐλέησον (τρίς). Εὐλόγησον.

῾Ο ἱερεύς.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, [τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἐφόρου τῆς περιοχῆς ἢ τῆς οἰκίας], [τοῦ ἁγίου τῆς ἡμέρας, ἐὰν ἔχῃ δοξαστικόν], καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εἶτα ψάλλεται τὸ ἑπόμενον.

Τροπάριον, ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.

Πρόσσχες ταῖς δεήσεσιν ἡμῶν,

τῶν ἐν κατανύξει βοώντων σοὶ τῷ Θεῷ καὶ Πατρί,

τῷ Υἱῷ καὶ Πνεύματι τῷ ἀγαθῷ καὶ σοφῷ,

᾿Εξελοῦ ἡμᾶς, λέγοντας, παντοίας ἀνάγκης,

πάσης περιστάσεως καὶ ἐπηρείας ἐχθρῶν,

δίδου εὐσεβῶς σοι λατρεύειν,

πίστει ὀρθοδόξῳ καὶ γνώμῃ,

Τριὰς ὑπερούσιε καὶ τρισάγιε.

Θεοτοκίον, ὅμοιον.

Μόνη τὸν ἀχώρητον Θεόν,

ἀστενοχωρήτως ἐν μήτρᾳ ἐκυοφόρησας,

ἄνθρωπον γενόμενον δι᾿ ἀγαθότητα,

Παναγία θεόνυμφε· δι᾿ ὃ δυσωπῶ σε,

τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον·

ὅπως τὴν στενὴν καὶ εὐθεῖαν,

τρίβον διοδεύσας πρὸς πλάτος,

φθάσω τῆς ἐκεῖ μακαριότητος.

῾Ο ἱερεύς· Δι᾿ εὐχῶν...

 

* * *

 

Εὐχὴ εἰς ἐπιδημίαν πανώλους

ἢ ἄλλης λοιμικῆς ἀσθενείας

 

Φιλάνθρωπε Κύριε, οἶδας τὸ πλάσμα ἡμῶν, οἶδας τὴν ἀσθένειαν ἡμῶν· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν οὐδὲ διε­πετάσαμεν τὰς χεῖρας ἡμῶν εἰς θεὸν ἀλλότριον. Φεῖσαι ἡμῶν κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, δεόμεθα, ὁ τῶν Νινευιτῶν τὰς ἀνο­μίας πρότερον μὲν ἀνεχόμενος, ὕστερον δὲ τὴν μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν προσδεξάμενος, καὶ δι᾿ ὑπερβάλλουσαν ἀγαθότητα καὶ μακροθυμίαν χαρισάμενος αὐτοῖς πάσας τὰς ἀνομίας καὶ τὰ πλημμελήματα, τῇ συνήθει καὶ ἀφάτῳ σου φιλανθρωπίᾳ χρησάμε­νος.

Δέξαι, Κύριε, καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς δεήσεις ταύτας καὶ εὐχὰς ὡς ποτὲ τῶν Νινευιτῶν τὴν ἐπιστροφὴν καὶ μετάνοιαν. Δέ­ξαι τὰ δάκρυα ἡμῶν καὶ τοὺς στεναγμούς· δέξαι τὴν τεταπεινωμέ­νην ἡμῶν δέησιν· οὐ γὰρ δυνάμεθα ὅλως ταῖς ἁμαρτίαις γενόμενοι, πρὸς σὲ τὸν μόνον ἀναμάρτητον ἀτενίζειν. Δέξαι τὰς ἐκ βάθους καρδίας ἀναπεμπομένας σοι τῷ δεσπότῃ κραυγὰς δεητικάς· δέξαι τοῦ ταλαιπώρου λαοῦ τὴν παράκλησιν.

Νικησάτω ἡ ἄβυσσος τῆς σῆς εὐσπλαγχνίας τὸ πλῆθος τῶν ἡμε­τέρων ἁμαρτιῶν· στῆσον τὴν ὀργήν σου, καταπράυνον τὸν θυμόν σου τὸν δίκαιον καὶ δὸς τοῖς κάμνουσι τὴν ὑγείαν, τοῖς ἀσθενοῦσι τὴν ῥῶσιν, τοὺς δὲ ὑγιαίνοντας τήρησον ἐν ταύτῃ, πᾶσαν δὲ νόσον τῆς λοιμικῆς ἀσθενείας ταύτης (τῆς πανώλους)1 [ἢ (τοῦ κορωνοϊ­οῦ)] ἀπέλασον ἐκ τοῦ λαοῦ σου· πάντας τῆς προσδοκίας ταύτης ἐλευθέρωσον, συντηρῶν ἀνεπηρεάστους τῆς αἰκισάσης ἀσθενείας καὶ φυλάττων τῇ παντοκρατορικῇ σου χειρὶ ἀπροσψαύστους τῆς δεινῆς ταύτης κακώσεως καὶ ὀλεθρίου συντριβῆς.

῾Ιλάσθητι καὶ ἄνες, Κύριε, εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράν­του Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων σου τῶν ἁγίων, καὶ ἐλέησον καὶ σῶσον ἡμᾶς. ῞Οτι σὺ εἶ ἡ τοῦ ἐλέους πηγὴ καὶ ἡ τῆς εὐσπλαγχνίας ἀνεξιχνίαστος ἄβυσσος, καὶ σοὶ τὴν δόξαν ἀνα­πέμπομεν τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ­νων· ἀμήν.

 

1. ᾿Αντὶ «τῆς πανώλους» εἶναι δυνατὸν νὰ μὴ λεχθῇ τίποτε ἢ νὰ λεχθῇ ἡ ὀνομασία ἄλλης νόσου, οἷον «τοῦ τύφου» ἢ «τῆς φυματιώσεως» ἢ «τῆς ἱλαρᾶς» ἢ «τῆς χολέ­ρας» ἢ «τῆς ἑλονοσίας» κ.λπ. ἢ «τοῦ κορωνοϊοῦ» ἢ ἄλλης μελλοντικῆς ἐπιδημικῆς λοι­μικῆς ἀσθενείας.

 

 

᾿Επιμέλεια παρούσης μορφῆς καὶ δημοσιεύσεως·

Διονύσιος ᾿Ανατολικιώτης, 29ῃ μαρτίου 2020

 

 

῾Η παροῦσα παράκλησις εἰς μορφὴν φορητοῦ ἐγγράφου (pdf) εὑρίσκεται ἐδῶ.

Καὶ γίνεται πάλιν αἴτησις, ὡς εἴθισται, ὑπὲρ ὧν τελεῖται ἡ ἱερὰ παράκλησις (βλέπε καὶ τὰς εἰδικὰς αἰτήσεις ἀπὸ γ΄ ᾠδῆς ἢ ἐν τέλει μετὰ τὸ τρισάγιον καὶ τὰ τροπάρια).