2. Λειτουργικὴ ζωή ᾿Εκκλησιαστικὴ ὑμνογραφία ΠΑΡΑΚΛΗΣΙΣ ΕΠΙ ΑΣΘΕΝΩΝ ΚΑΙ ΝΟΣΟΥΝΤΩΝ

 

ΠΑΡΑΚΛΗΣΙΣ

ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

ΕΠΙ ΑΣΘΕΝΩΝ ΚΑΙ ΝΟΣΟΥΝΤΩΝ

 

ἐν ᾗ προσετέθη ἐν τέλει

καὶ εὐχὴ εἰς λοιμικὴν νόσον

 

Σημειώσεις. 1) Τὰ κείμενα προέρχονται ἀπὸ τὸ Ψαλτήριον, τὸ Εὐχολόγιον τὸ Μέγα καὶ τὸ Μ. ῾Ωρολόγιον, ἐπίσημα καὶ ἀρχαῖα βιβλία τῆς ᾿Ορθοδόξου ᾿Εκκλησίας διὰ λειτουργικὴν χρῆσιν (βλ. ᾿Ιωάννου Φουντούλη, «Λειτουργικὴ Α΄», Θεσσαλονίκη 1995, σ. 78-83), ἀπὸ τὸ Μέγα Προσευχητάριον τοῦ ᾿Ανδρέου Σιμωνώφ, ἐκδοθὲν εὐλο­γίᾳ τῆς ῾Ι. Συνόδου (ἐν ᾿Αθήναις 1906), καὶ ἀπὸ τὸν τρίτομον Θησαυρὸν Παρακλητι­κῶν Κανόνων (ἐκδόσεις Παπαδημητρίου, ᾿Αθῆναι 2016 καὶ 2018).

2) Διὰ τὰ κείμενα τῶν Ψαλμῶν ἐλήφθησαν ὑπόψιν τὰ ἑξῆς· α) Ψαλτήριον, ἔκδοσις 3η, τῇ ἐγγράφῳ ἀδείᾳ τῆς ῾Αγίας τοῦ Χριστοῦ Μεγάλης ᾿Εκκλησίας, ἐν Βενετίᾳ, ἐκ τῆς ἐκκλησιαστικῆς τυπογραφίας τοῦ Φοίνικος, ἔτους 1862· β) Ψαλτήριον, ὀρθόδοξος κρι­τικὴ ἔκδοσις, μοναχοῦ ῾Ιερωνύμου Γιανναδάκη, ἔκδοσις ἱ. μονῆς Ζωοδόχου Πηγῆς Λογ­γοβάρδας, Πάρος 2019.

3) Τὸ Μέγα Εὐχολόγιον, κατὰ τὴν νεωτέραν διωρθωμένην ἔκδοσιν αὐτοῦ, ὑπὸ τοῦ ἐκδοτικοῦ οἴκου Παπαδημητρίου, ᾿Αθῆναι 2014. ῾Ωσαύτως καὶ τὸ Μικρὸν ῾Ωρολό­γιον, «περιέχον πάντα ὅσα εὑρίσκονται καὶ ἐν τῷ Μεγάλῳ ῾Ωρολογίῳ», ἐκδόσεις Πα­παδημητρίου, ᾿Αθῆναι 2018. Συμπληρωματικῶς εἰδικαί τινες δεήσεις καὶ ἀναφοραὶ ἐλή­φθησαν ἐκ νεωτέρων ἐπισήμων τελετῶν, ἐκ συνοδικῶν κειμένων, καὶ ἐκ χειρογράφων καὶ δημοσιεύσεων ὀρθοδόξων ἱεραρχῶν ὡς τῶν μακαριστῶν μητροπολιτῶν Διονυσίου Ψαριανοῦ (Σερβίων καὶ Κοζάνης), Πολυκάρπου Λιώση (Σισανίου καὶ Σιατίστης), Νικο­δήμου Βαλληνδρᾶ (Πατρῶν), καὶ ἄλλων.

4) ῾Η ἔναρξις πάσης Παρακλήσεως γίνεται ὡς διατυποῦται ἐνταῦθα, ἐφόσον ψάλ­λεται αὐτόνομος ἐν τῷ ναῷ ἢ ἐκτὸς αὐτοῦ· ἂν ὅμως προηγηθῇ ἑτέρα ἀκολουθία, τὸ «Βασιλεῦ οὐράνιε», τὸ τρισάγιον καὶ τὸ «Δεῦτε προσκυνήσωμεν» παραλείπονται, καὶ ἀρχόμεθα εὐθὺς ἀπὸ τοῦ ψαλμοῦ «Κύριε εἰσάκουσον». (Δ.A.)

 

῾Ο ἱερεύς.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.          

῾Ο ἀναγνώστης.

᾿Αμήν.

[Μὴ ὑπάρχοντος ἱερέως λέγομεν· «Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἀμήν»].

῾Ο ἱερεύς.

    Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,

     ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν,

     ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός,

     ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν

     καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος

     καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

῾Ο ἀναγνώστης.

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης.

᾿Αμήν. Κύριε, ἐλέησον (ιβ΄).

Δόξα... Καὶ νῦν...

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

[Ἔν τισι περιοχαῖς οἱ Ψαλμοὶ ἀπαγγέλλονται ἐμμελῶς πως ὑπὸ τοῦ ἀναγνώστου ἢ ψάλλονται ὑπὸ τῶν δύο χορῶν εἰς σύντομον μέλος, ἀλλαχοῦ δὲ δύο ἀναγνῶσται λέ­γουσιν ἕνα παρ᾿ ἕνα στίχον ἐναλλάξ].

Ψαλμὸς ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθή­σεται ἐνώπιόν σου πᾶς ζῶν.

῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

᾿Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

 

[Εἰ ἔστι δυνατόν (καὶ εἰ δόξοι τῷ προεστῶτι), λέγονται καὶ οἱ ἑπόμενοι Ψαλμοί· εἰδάλλως μετάβηθι εὐθὺς εἰς τὸ «Θεὸς Κύριος»].

 

Ψαλμὸς κβ΄ (22)

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.

Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με.

Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύ­σκον με ὡσεὶ κράτιστον.

Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

 

Ψαλμὸς κf΄ (26)

 

Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;

Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

᾿Εν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.

Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

᾿Εὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.

᾿Εὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

Τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν να­ὸν τὸν ἅγιον αὐτοῦ.

῞Οτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.

Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου.

᾿Εκύκλωσα, καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀ­λαλαγμοῦ· ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.

Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.

Σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· Κύριον ζητήσω· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.

Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.

῞Οτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.

Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

῾Υπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

 

Ψαλμὸς ξζ΄ (67)

 

ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

῾Ως ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώ­που πυρός.

Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

᾿Αγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβε­βηκότι ἐπὶ δυσμῶν.

Κύριος ὄνομα αὐτῷ· καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.

Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.

῾Ο Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τά­φοις.

῾Ο Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ δια­βαίνειν σε ἐν τῇ ἐρήμῳ.

Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ισραήλ.

Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένη­σε, σὺ δὲ κατηρτίσω αὐτήν.

Τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός.

Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.

῾Ο βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.

᾿Εὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτρυγες περιστερᾶς περι­ηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσου.

᾿Εν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσον­ται ἐν Σελμών.

Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.

῾Ινατί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θε­ὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἦν, ἐν τῷ ἁγίῳ.

᾿Ανέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.

῾Ο Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν· καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.

Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς δι­απορευομένων ἐν πλημμελείαις αὐτῶν.

Εἶπε Κύριος· ᾿Εκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσ­σης.

῞Οπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ.

᾿Εθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.

Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμ­πανιστριῶν.

᾿Εν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν ᾿Ισραήλ.

᾿Εκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες ᾿Ιούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλίμ.

Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κα­τειργάσω ἐν ἡμῖν.

᾿Απὸ τοῦ ναοῦ σου ἐπὶ ᾿Ιερουσαλήμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα.

᾿Επιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.

Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρείῳ· διασκόρπι­σον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

῞Ηξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.

Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κα­τὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

Δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν ᾿Ισραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς ᾿Ισραήλ, αὐτὸς δώ­σει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.

 

Εἶτα οἱ ψάλται ψάλλουσι τετράκις μετὰ τῶν στίχων αὐτοῦ τὸν ἑξῆς ὕμνον.

    Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·

     εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. ᾿Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ­μοῖς ἡμῶν.

Εἶτα τὸ κάτωθι τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

῾Ως ἰατρόν σε τῶν ψυχῶν καὶ σωμάτων

ἐκδυσωπῶ σε ταπεινῶς, πανοικτίρμον,

ἐξ ἀρρωστίας ῥῦσαί με καὶ σῶσον, Χριστέ·

δέσποτα, ἐλέησον τὴν ψυχὴν καὶ τὸ σῶμα,

κάθαρον, θεράπευσον μολυσμοῦ νοσημάτων·

μὴ ἀποστρέψῃς σὸν δοῦλον κενόν,

καὶ τὴν ὑγείαν κατ᾿ ἄμφω νῦν δώρησαι.

Δόξα, Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·

εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων,

τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν δέσποινα ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Καὶ εὐθὺς ὁ ἀναγνώστης·

Ψαλμὸς ν΄ (50)

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαί­νισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγε­μονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιά­σεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴ­νεσίν σου.

῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκή­σεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ᾿Ιερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώμα­τα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Εἶτα ψάλλομεν τὸν παρόντα παρακλητικὸν κανόνα εἰς τὸν Κύ­ριον ἡμῶν Ἰησοῦν Χριστόν, μετὰ πρεσβειῶν τῆς ὑπεραγίας Θεοτό­κου, τῶν ἀσωμάτων, τῶν ἀποστόλων καὶ πάντων τῶν ἁγίων.

 

[Οἱ εἱρμοὶ τοῦ κανόνος παρατίθενται ἐνταῦθα διὰ μικροτέρων στοιχείων, διότι, ὡς γνω­στόν, εἰς τὰς Παρακλήσεις οἱ κανόνες ψάλλονται ἄνευ εἱρμῶν.]

 

Ἦχος β΄. ᾿ῼδὴ α΄. ῾Ο εἱρμός.

 

     Δεῦτε, λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ,

     τῷ διελόντι θάλασσαν καὶ ὁδηγήσαντι

     τὸν λαὸν ὃν ἀνῆκε

     δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

 

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ποιητὴς καὶ λυτρωτής μου καὶ Κύριος,

ἡ τῶν πιστῶν βοήθεια, τάχυνον ῥῦσαί με

τοῦ παρόντος κινδύνου,

ὁ δοῦλός σου βοᾷ σοι, μόνε φιλάνθρωπε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

τὴν ἡμῶν μόνος γινώσκων ἀσθένειαν

ἐκ τῆς παρούσης θλίψεως καὶ τοῦ συνέχοντος

ὀλεθρίου προφθάσας

ἐξάρπασον καὶ σῶσον, Σῶτερ τὸν δοῦλόν σου.

Δόξα Πατρί.

γγελικαὶ τάξεις ἀΰλων δυνάμεων

σὺν ἀποστόλοις, μάρτυσι καθικετεύσατε

τὸν τῶν ὅλων Δεσπότην

κινδύνου βαρυτάτου ῥῦσαι τὸν δοῦλον αὐτοῦ.

Καὶ νῦν. Θεοτοκίον.

τῶν πιστῶν καταφυγή, ἀειπάρθενε,

ἡ κραταιὰ βοήθεια ἡμῶν τῶν δούλων σου,

τῆς παρούσης ἀνάγκης

τὸν δοῦλόν σου πρεσβείαις λύτρωσαι, Δέσποινα.

 

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.

 

     Στερέωσον ἡμᾶς ἐν σοί, Κύριε,

     ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,

     καὶ τὸν φόβον σου ἐμφύτευσον

     εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

 

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ς πάλαι Ἰακὼβ τὸν σὸν θεράποντα

ἐρρύσω τῆς τοῦ Ἠσαῦ βασκανίας,

οὕτω ῥῦσαι τὸν οἰκέτην σου,

τῆς παρούσης ἀνάγκης ὡς φιλάνθρωπος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Φιλάνθρωπε Σωτήρ, ἐπικαλοῦμαί σε

ἐν θλίψει ὑπάρχων καὶ ἀθυμίᾳ·

μὴ παρίδῃς με τὸν δοῦλόν σου,

ἀλλὰ σπεῦσον καὶ ῥῦσαί με ὡς εὔσπλαγχνος.

Δόξα Πατρί.

μόνος ἀγαθός, ὁ μόνος εὔσπλαγχνος,

ὁ μόνος οἰκτίρμων καὶ ἐλεήμων,

τῇ πρεσβείᾳ τῶν ἁγίων σου

τὸν σὸν δοῦλον οἰκτίρας ἐλευθέρωσον.

 

Καὶ νῦν. Θεοτοκίον.

ν ἔτεκες, ἁγνή, Θεὸν ἱκέτευε

σὺν πᾶσιν ἀγγέλοις καὶ ἀποστόλοις,

σὺν προφήταις τε καὶ μάρτυσιν,

ἐκ κινδύνων τὸν δοῦλόν σου λυτρώσασθαι.

 

῾Ο ἱερεὺς μνημονεύει ὡς εἴθισται, καὶ ἡμεῖς ψάλλομεν τὸ «Κύριε, ἐλέησον» ιβ΄· ἢ ἀντὶ τῆς συνήθους ἐκτενοῦς λέγεται ἡ παροῦσα δέησις ὑπὲρ ἀσθενοῦντος.

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται (εἰς ἑκάστην δέησιν). Κύριε ἐλέησον (γ΄).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπι­σκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοι­κούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃνήσχώρᾳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου]. (Τὰ ἐντὸς ἀγκυλῶν λέγονται, μόνον ἐὰν ἡ παράκλησις τελῆται ἐν τῷ ναῷ.)

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος ἀδελφο ἡμῶν (τοῦ δεῖνος) [ἢ ὑπὲρ τῶν ἀσθενούντων ἀδελφῶν ἡμῶν (...)] καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐπισκέψεως, καὶ ὑπὲρ ὑγείας καὶ σωτηρίας αὐτοῦ [ἢ αὐτῶν].

τι δεόμεθα ὑπὲρ τοῦ ἐλεηθῆναι καὶ διαφυλαχθῆναι αὐτὸν [ἢ αὐτοὺς] κατὰ τὸ μέγα τοῦ Κυρίου ἔλεος, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ τε [ἢ αὐτοῖς τε] καὶ ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπισκέψασθαι καὶ ἰάσασθαι αὐτοῦ [ἢ αὐτῶν] πᾶσαν ἀσθένειαν σωματικήν τε καὶ ψυ­χικήν.

τι δεόμεθα ὑπὲρ τοῦ ἀφεθῆναι αὐτοῦ [ἢ αὐτῶν] τὰς ἁμαρτίας καὶ τὰ ἐξ ἁμαρτιῶν ἐπίπονα, καὶ ὑπὲρ τοῦ ἀποστῆναι ἀπ᾿ αὐτοῦ [ἢ ἀπ᾿ αὐτῶν] πάντα πειρασμὸν καὶ πᾶσαν ἐπανάστασιν τοῦ ἀντικειμέ­νου.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἀναστῆναι αὐτὸν [ἢ αὐτοὺς] ἀπὸ τῆς κλίνης καὶ τῆς ἀρρωστίας αὐτοῦ [ἢ αὐτῶν], καὶ ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτὸν [ἢ αὐτοὺς] τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, ψυχῇ καὶ σώματι ὑγιαίνοντα καὶ προκόπτοντα [ἢ ὑγιαίνοντας καὶ προκόπτοντας] ἐν ἔργοις καὶ λόγοις ἀγαθοῖς.

῾Ο ἱερεὺς τὴν ἐκφώνησιν.

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Σημείωσις. Μὴ ὑπάρχοντος ἱερέως πᾶσαι αἱ αἰτήσεις παραλείπονται, ὁμοίως καὶ τὸ Εὐαγγέλιον καὶ τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου», ἀντὶ δὲ τῶν δεήσεων ἀναγινώσκεται ἡ παροῦσα εὐχή·

 

Μνήσθητι, Δέσποτα φιλάνθρωπε ὁ Θεὸς ἡμῶν, πάντων τῶν εὐσε­βῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Μνήσθητι, Κύριε, τῶν αἰχμαλώτων, τῶν ὁδοιπορούντων, τῶν ξενιτευόντων καὶ τῶν ἐν ἀποδημίαις ὄντων, τῶν ἐν θαλάσσῃ, ὕδατι, ἀέρι καὶ διαστήματι πλεόντων, τῶν ἐν αἰχμα­λωσίαις, μετοικεσίαις, ἐξορίαις, φυλακαῖς, μετάλλοις, καὶ ἐν πικραῖς δουλείαις ὄντων, τῶν ἐν θλίψεσι, τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ, καὶ τῶν ἐν ἀνάγκαις εὑρισκομένων. Μνήσθητι, Κύριε, τῶν νοσούντων, καμνόν­των καὶ ἐν ἀσθενείαις κατακειμένων, τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν καὶ τῶν χρηζόντων περιθάλψεως καὶ προστασίας. Ἔτι μνήσθη­τι, Κύριε, τῶν ἰατρῶν, νοσηλευτῶν, νοσηλευτριῶν, νοσοκόμων καὶ πάντων τῶν βοηθῶν καὶ συνεργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δο­μαῖς ὑγείας, τήρησον αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ πάσης ἐναντίου δυνάμεως, εὐλόγησον δὲ καὶ ἐνίσχυσον αὐτοὺς εἰς τὸ ἔργον αὐτῶν καὶ ἱκάνωσον αὐτοὺς πρὸς ἔγκαιρον διάγνωσιν καὶ ἴασιν τῶν ἐν κλίνῃ ἀσθενείας καὶ νόσου κατακειμένων. Ἔτι μνήσθητι, Κύριε, τῆς χώρας καὶ τοῦ γένους ἡμῶν, πάσης ἀρχῆς καὶ ἐξουσίας, τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα στρατοῦ, τοῦ πυροσβεστικοῦ, τοῦ λιμενικοῦ καὶ τῶν λοιπῶν σωμάτων προστασίας καὶ ἀσφαλείας. Ἔτι δεόμεθά σου, Κύριε, ὑπὲρ τῶν ἀγαθοποιούντων, ὑπὲρ τῶν μισούντων, λυπούν­των καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς, ὑπὲρ τῶν διακονούντων ἡμῖν τοῖς ἀναξίοις, ὑπὲρ τῶν ἀδελφῶν, συγγενῶν καὶ οἰκείων ἡμῶν, ὅπως παράσχῃς αὐτοῖς τὰ πρὸς σωτηρί­αν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τῶν ἐντειλαμέ­νων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν καὶ ἐλέησον κατὰ τὸ μέ­γα σου ἔλεος. Μνήσθητι, Κύριε, τῶν προκοιμηθέντων πατέρων, ἀδελ­φῶν καὶ συγγενῶν ἡμῶν καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου· ἐλέησον δὲ καὶ ἀξίωσον πάντας ἡμᾶς εἰσ­ελθεῖν εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον· ἀμήν.

 

Κάθισμα, ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ζωῆς χορηγέ, πηγὴ τῆς ἀναστάσεως,

γείας δοτὴρ καὶ πάντων τὸ κραταίωμα,

ζωοδότα, κράζομεν, καὶ πρὸς σέ, Χριστέ, καταφεύγομεν·

᾿Εκ νοσημάτων παντὸς μολυσμο

προφθάσας ῥῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Δόξα, Καὶ νῦν. Θεοτοκίον.

Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον,

ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,

ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον

καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,

ἡ μόνη ταχέως προστατεύουσα.

 

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.

     ᾿Ελήλυθας ἐκ παρθένου οὐ πρέσβυς οὐκ ἄγγελος,

     ἀλλ᾿ αὐτὸς ὁ Κύριος σεσαρκωμένος καὶ ἔσωσας

     ὅλον με τὸν ἄνθρωπον·

     δι᾿ ὃ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου, Κύριε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τῇ λαίλαπι τῶν κινδύνων δεινῶς ῥιπιζόμενον

τὸν σὸν δοῦλον, Δέσποτα, καὶ τῷ πελάγει τῶν θλίψεων

νῦν κλυδωνιζόμενον

πρὸς γαληνότατον ὅρμον καθοδήγησον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Οἱ θλίβοντες τὸν σὸν δοῦλον, Χριστέ, ἐπληθύνθησαν

καὶ γλῶσσαν ἠκόνησαν καθά περ δίστομον μάχαιραν·

ἴδε οὖν, φιλάνθρωπε,

καὶ ἐξ ἀδίκου θανάτου τὸν σὸν δοῦλον λύτρωσαι.

Δόξα Πατρί.

ρχάγγελοι ἐξουσίαι δυνάμεις καὶ ἄγγελοι,

ἀπόστολοι, μάρτυρες, ὅσιοι, προφῆται καὶ δίκαιοι,

πάντες δυσωπήσατε

ὑπὲρ τοῦ νῦν παναθλίως κινδυνεύοντος.

Καὶ νῦν. Θεοτοκίον.

Πανύμνητε, τῶν ἀνθρώπων ἑτοίμη βοήθεια,

τὰ ἄγρια κύματα τῶν πειρασμῶν καταπράυνον

καὶ τὸν ἐν τῇ σκέπῃ σου

καταφεύγοντα ἴασαι δοῦλόν σου, Δέσποινα.

᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.

     Ὁ τοῦ φωτὸς χορηγὸς

     καὶ τῶν αἰώνων ποιητής, Κύριε,

     ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς·

     ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἐζεκίου ποτὲ

ἀποπληρώσας τὰς εὐχάς, Κύριε,

καὶ τὴν ἐμὴν πλήρωσον ἐν τάχει, ὁ μόνος ἀγαθός,

καὶ σῶσον σὸν δοῦλον ἐκ πάσης κακώσεως.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

δι᾿ ἀγγέλου χειρὸς

τὸν κορυφαῖον μαθητήν, Κύριε,

ἐκ φυλακῆς θείᾳ δυναστείᾳ ποτὲ ἐξαγαγών,

ῥῦσαι τὸν δοῦλόν σου δεινῶς κινδυνεύοντα.

Δόξα Πατρί.

γγελικαὶ στρατιαί,

τῶν ἀποστόλων, προφητῶν δῆμός τε,

πανευκλεῶν μαρτύρων, ὁσίων,  ὑπὲρ τοῦ ἐν δεινοῖς

ὑπάρχοντος ἅμα πρεσβείαν ποιήσατε.

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ Χριστοῦ τοῦ Θεοῦ,

τάχυνον ῥῦσαι τὸν πιστὸν δοῦλόν σου,

τοῦ χαλεποῦ καὶ δεινοῦ κινδύνου τοῦ νῦν ἐπελθόντος,

ἵνα σε δοξάζῃ καρδίᾳ καὶ στόματι.

 

᾿ῼδὴ f΄. ῾Ο εἱρμός.

     ᾿Εν ἀβύσσῳ πταισμάτων κυκλούμενος,

     τὴν ἀνεξιχναστον τῆς εὐσπλαγχνίας σου,

     ἐπικαλοῦμαι ἄβυσσον·

     ᾿Εκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

κητῴας γαστρὸς λυτρωσάμενος

πάλαι τὸν προφήτην σου, Δέσποτα Κύριε,

τὸν σὸν οἰκέτην λύτρωσαι,

ἵνα πίστει καὶ πόθῳ δοξάζῃ σε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δανιὴλ ὡς ἐρρύσω λεόντων, Χριστέ,

ῥῦσαι πονηρῶν ἐξ ἀνθρώπων νυνὶ κἀμὲ

τὸν σὸν οἰκέτην, Δέσποτα,

καὶ φθορᾶς καὶ θανάτου ἀνάγαγε.

Δόξα Πατρί.

Κινδυνεύοντα σῶσον τὸν δοῦλόν σου,

Σῶτερ, τῶν ἁγίων ἀγγέλων δεήσεσι,

τῶν προφητῶν μαρτύρων τε

καὶ σοφῶν μαθητῶν σου ἐντεύξεσι.

Καὶ νῦν. Θεοτοκίον.

Μὴ παρίδῃς δεινῶς χειμαζόμενον

καὶ ἐξαπορούμενον, κόρη, τὸν δοῦλόν σου·

ἀλλὰ συνήθως λύτρωσαι

προσφυγόντα τῇ σκέπῃ σου, ἄχραντε.

 

Καὶ γίνεται πάλιν αἴτησις, ὡς εἴθισται, ὑπὲρ ὧν τελεῖται ἡ ἱερὰ παράκλησις (βλέπε καὶ τὰς εἰδικὰς αἰτήσεις ἀπὸ γ΄ ᾠδῆς ἢ ἐν τέλει μετὰ τὸ τρισάγιον καὶ τὰ τροπάρια).

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Προστασία ἄμαχε τῶν θλιβομένων

καὶ πρεσβεία ἕτοιμε τῶν ἐλπιζόντων ἐπὶ σέ,

ἀπὸ κινδύνων ἐκλύτρωσαι

καὶ μὴ παρίδῃς, ἡ πάντων ἀντίληψις.

[Σημείωσις. Εἰ οὐκ ἔστιν ἱερεύς, τὸ προκείμενον καὶ τὸ Εὐαγγέλιον παραλείπονται καὶ μεταβαίνομεν εὐθὺς εἰς τὸ Δόξα Πατρί, «Πάτερ, Λόγε, Πνεῦμα» κλπ.]

Καὶ εὐθὺς τὸ προκείμενον. Ἦχος δ΄.

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,

μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Στίχ. ᾿Ελέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμί· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.

ΕΥΑΓΓΕΛΙΟΝ

᾿Εκ τοῦ κατὰ Ματθαῖον (ι΄ 1, 5-8).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθη­τὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκ­βάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύε­σθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πο­ρευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρα­νῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρε­τε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

 

[Καὶ εὐθὺς ψάλλομεν τὰ ἐφεξῆς τροπάρια]

Δόξα Πατρί. ῏Ηχος β΄.

    Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τροπάριον, ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι,

καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον,

τὸν πολλὰ πταίσαντα ὑπὲρ πᾶσαν φύσιν

τῶν ἀνθρώπων, ἐκ νεότητος, δι᾿ ὃ προσπίπτω σοι

κλίνων μου τὸ γόνυ σὺν δάκρυσι·

σπλαγχνίσθητι, ἐλέησον, δεῖξον ἐν ἐμοὶ τὰ ἐλέη σου,

Κύριε τῆς δόξης, ἐλέους ὁ Πατὴρ καὶ οἰκτιρμῶν,

μή με ἀπώσῃ τὸν ἄθλιον τὸν παρακαλοῦντά σε.

Δόξα Πατρί. Καὶ νῦν. Θεοτοκίον.

Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ προστασίᾳ,

Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ οἰκέτου σου·

θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι,

τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι,

οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος πάντοθεν πολεμούμενος,

καὶ παραμυθίαν οὐκ ἔχων πλήν σου·

δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν,

μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Εἶτα ὁ ἱερεύς.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγίοις πατέ­ρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων ᾿Ιωακὶμ καὶ ῎Αν­νης· τοῦ ἁγίου (τῆς ἡμέρας, οὗ τὴν μνήμην ἐπιτελοῦμεν) καὶ πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Τὸ «Κύριε, ἐλέησον» ιβ΄,

καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν.

᾿Ελέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 

Καὶ ψάλλονται αἱ λοιπαὶ ᾠδαὶ τοῦ κανόνος.

 

᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.

     Εἰκόνος χρυσῆς ἐν πεδίῳ Δεϊρὰ λατρευομένης,

     οἱ τρεῖς σου παῖδες κατεφρόνησαν ἀθεωτάτου προστάγματος,

     μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον·

     Εὐλογητὸς εἶ, ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ς πάλαι τοὺς τρεῖς ἐκ καμίνου τοῦ πυρὸς παῖδας ἐρρύσω,

ῥῦσαι, οἰκτίρμον, τὸν οἰκέτην σου ὡς ἀγαθὸς δυσωποῦμέν σε

τῆς ἐπερχομένης ἀνάγκης, καὶ τῆς φλογώσεως, Δέσποτα,

τῶν ἀνυποίστων πειρασμῶν, ὅπως δοξάζῃ σε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

μόνος εἰδὼς τὴν ἀσθένειαν, Χριστέ, τὴν ἀνθρωπίνην,

ὁ ὑποδείξας ἐν ταῖς θλίψεσι τὰς παρακλήσεις, φιλάνθρωπε,

ῥῦσαι τοῦ παρόντος κινδύνου τὸν οἰκέτην σου ψάλλοντα·

Εὐλογητὸς εἶ, ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Δόξα Πατρί.

γγέλων πληθύς, ἀποστόλων, προφητῶν, μαρτύρων θείων,

καὶ προπατόρων θεῖος σύλλογος, τὸν ἀγαθὸν δυσωπήσατε

νῦν τὸν κοπετὸν μεταστρέψαι εἰς χαρὰν τοῦ κραυγάζοντος·

Εὐλογητὸς εἶ, ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

μόνη ἐλπὶς καὶ βοήθεια πιστῶν, θεογεννῆτορ,

σπεῦσον βοήθει τῷ οἰκέτῃ σου χειμαζομένῳ ταῖς θλίψεσι

πάντοθεν καὶ ἠπορημένῳ καὶ ἐν ὀδύνῃ ὑπάρχοντι

καὶ καταφεύγοντι εἰς σέ, ἐν πεποιθήσει ψυχῆς.

 

᾿ῼδὴ η΄. ῾Ο εἱρμός.

     Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

     τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα,

     καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεὸν

     ὑμνεῖτε, τὰ ἔργα, ὡς Κύριον,

     καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Παύλου καὶ Σίλα τὰς εὐχὰς

ὡς ἐδέξω καὶ δεσμῶν τούτους ἐρρύσω

καὶ ἡμῶν, ἐλεῆμον, τῶν ἀναξίων νυνὶ

βοώντων τὰς φωνὰς ἐπάκουσον·

ῥῦσαι τὸν σὸν δοῦλον φθορᾶς τε καὶ θανάτου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μὴ ἀποστρέψῃς ἀπ’ ἐμοῦ

τοῦ οἰκέτου σου Χριστὲ τὸ πρόσωπόν σου,

ὅτι θλίβομαι· ταχὺ ἐπάκουσόν μου Σωτήρ,

καὶ ῥῦσαι τοῦ παρόντος κλύδωνος·

δι᾿ ἡμῶν βοᾷ σοι ὁ δοῦλός σου, οἰκτίρμον.

Δόξα Πατρί.

Ταῖς ἱκεσίαις, ὁ Θεός,

τῶν ἀΰλων λειτουργῶν καὶ ἀποστόλων

καὶ μαρτύρων χορείας καὶ ἱερῶν προφητῶν,

ὁσίων, δικαίων ἁπάντων τε,

ῥῦσαι τὸν σὸν δοῦλον τοῦ χαλεποῦ κινδύνου.

Καὶ νῦν. Θεοτοκίον.

Καταφυγὴ Χριστιανῶν,

βοηθὲ τῶν ἐν δεινοῖς χειμαζομένων,

Παναγία παρθένε, μὴ ὑπερίδῃς τὸν σὸν

οἰκέτην κινδύνοις ποντούμενον

καὶ τῇ κραταιᾷ σου προσφεύγοντα νῦν σκέπῃ.

 

᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.

     Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον τὸν ἀρρήτῳ σοφίᾳ

     ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ,

     βρώσει φθορᾷ πεπτωκότα δεινῶς,

     ἐξ ἁγίας Παρθένου ἀφράστως σαρκωθέντα δι’ ἡμᾶς,

     οἱ πιστοὶ ὁμοφρόνως ἐν ὕμνοις μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὰ λυπηρὰ τοῦ σοῦ δούλου τοῦ παρόντος κινδύνου

καὶ ζάλην τὴν πολλὴν καὶ χαλεπὴν

μεταποίησον νῦν, Δέσποτα,

καὶ μετάτρεψον τούτου τὸ πένθος εἰς χαρὰν διηνεκῆ,

ἵνα πίστει καὶ πόθῳ, ἀπαύστως μεγαλύνῃ σε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σοῦ τὴν πολλὴν εὐσπλαγχνίαν μὴ νικήσῃ, οἰκτίρμον,

τὸ πλῆθος τῶν ἀμέτρων μου κακῶν·

ἀλλὰ συνήθει ἐλέει σου, δι’ ἡμῶν σοι

κραυγάζει ὁ δοῦλός σου· Σῶσον, καὶ ῥῦσαί με Χριστέ,

ἀπὸ βλάβης παντοίας, ὁ μόνος πολυέλεος.

 

Δόξα Πατρί.

Φεῖσαί μου, Κύριε, φεῖσαι, ὅταν μέλλῃς με κρῖναι,

καὶ μὴ καταδικάσῃς με εἰς πῦρ,

μὴ τῷ θυμῷ σου ἐλέγξῃς με·

δυσωπεῖ σε παρθένος ἡ σὲ κυοφορήσασα, Χριστέ,

τῶν ἀγγέλων τὰ πλήθη καὶ τῶν μαρτύρων σύλλογος.

Καὶ νῦν. Θεοτοκίον.

περαγία παρθένε, μετὰ τῶν ἀσωμάτων λειτουργῶν

καὶ ἁγίων ἀγγέλων, ἀποστόλων,

προφητῶν, μαρτύρων, καὶ ὁσίων ἁπάντων

τὸν μόνον ὑπεράγαθον Θεὸν ἐκδυσωπήσατε

ῥυσθῆναι κακώσεως τὸν δοῦλόν σου.

 

Εἶθ᾿ οὕτω τὰ παρόντα μεγαλυνάρια.

Ἦχος β΄ (ἢ πλ. β΄ εἱρμολογικός).

ξιον ἐστὶν ὡς ἀληθῶς, Θεὲ Λόγε, τοῦ ὑμνολογεῖσθαί σε,

μέγαν ἰατρὸν καὶ ῥύστην ὑπάρχοντα

τῶν σωμάτων καὶ ψυχῶν ἡμῶν. —

Κύριε καὶ δέσποτα ᾿Ιησοῦ,

Θεὲ καὶ σωτήρ μου, ψυχικὰς καὶ σωματικὰς

ἰάτρευσον νόσους, ἀπάλλαξον κινδύνων

καὶ σῶσον, πανοικτίρμον, τοὺς σοὶ προστρέχοντας.

 

ξιον ἐστὶν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον

τὴν ἀειμακάριστον καὶ παναμώμητον

καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν χερουβὶμ

καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν σεραφίμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,

τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

᾿Απὸ τῶν πολλῶν μου ἁμαρτιῶν

ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή·

πρὸς σὲ καταφεύγω τὴν κεχαριτωμένην,

ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

 

Δέσποινα καὶ μῆτερ τοῦ λυτρωτοῦ,

δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν,

ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα·

ὦ δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

 

νδοξοι ἀπόστολοι τοῦ Χριστοῦ,

μάρτυρες Κυρίου καὶ πανθαυμαστοὶ ἀθληταί,

προφητῶν ὁ δῆμος, ἱεραρχῶν ὁσίων,

ποιήσατε πρεσβείαν ὑπὲρ ὑμῶν πρὸς Θεόν.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,

πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς,

οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου,

ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

῾Ο ἀναγνώστης.

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Τροπάρια. ῏Ηχος πλ. β΄.

᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς·

πάσης γὰρ ἀπολογίας ἀποροῦντες,

ταύτην σοι τὴν ἱκεσίαν ὡς δεσπότῃ

οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν·

μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,

ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος

καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου,

πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε·

ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν·

ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·

σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

῾Ο διάκονος ἢ ὁ ἱερεὺς μνημονεύει πάλιν τοῦ ἀσθενοῦς ἢ τῶν ἀσθενῶν ὡς προεση­μειώθη (βλέπε μετὰ τὴν γ΄ ᾠδὴν) ἢ ἐκφωνεῖ τὴν κάτωθι ἐκτενῆ δέησιν (μετὰ τῶν εἰδικῶν αἰτήσεων αὐτῆς).

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται ἐν ἑκάστῃ δεήσει. Κύριε ἐλέησον (τρίς).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ τοῦ ἔθνους ἡμῶν καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, ὑπὲρ τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα φιλοχρίστου στρα­τοῦ, τοῦ πυροσβεστικοῦ σώματος, τοῦ λιμενικοῦ καὶ πάντων τῶν σω­μάτων προστασίας καὶ ἀσφαλείας, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον.

῎Ετι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀναπαύσεως τῶν δούλων τοῦ Θεοῦ πάντων τῶν ἐπ᾿ ἐσχάτως βιαίῳ θανάτῳ ἐν πυρί, ἐν ὕδατι, ἐν συσσεισμῷ, ἐν λοιμῷ ἢ ἄλλως πως μεταστάντων προπατό­ρων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπι­σκέψεως, κυβερνήσεως, κατευοδώσεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθο­δόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πό­λει ( χώρᾳ κώμῃ νήσῳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συν­δρομητῶν, ἀφιερωτῶν, διακονούντων καὶ διακονησάντων, κοπιώντων καὶ ψαλλόντων ἐν τῷ ἁγίῳ ναῷ τούτῳ]. (Τὰ τελευταῖα ταῦτα –τὰ ἐντὸς ἀγκυ­λῶν– λέγονται μόνον ἐὰν ἡ παράκλησις τελῆται ἐν τῷ ναῷ.)

῾Υπὲρ τῶν ἐν γήρᾳ καὶ ἐν ἀνάγκαις ὄντων.

τι δεόμεθα ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν θλιβομένης τε καὶ κα­ταπονουμένης, ἐλέους Θεοῦ καὶ βοηθείας ἐπιδεομένης· καὶ ὑπὲρ τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, ὑπὲρ τῶν νοσούντων, καμνόντων καὶ ἐν ἀσθενείαις κατακειμένων, καὶ ὑπὲρ τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, ὅπως τῆς παρὰ τοῦ Κυρίου ταχείας ἰάσεως τύχωσι καὶ ὑπὲρ σωτηρίας τῶν ψυχῶν αὐτῶν.

῾Υπὲρ ἑνὸς ἀσθενοῦντος.

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος δούλου ( τῆς ἀσθενούσης δούλης) τοῦ Θεοῦ (δεῖνος), ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐ­τὸν ( αὐτὴν) ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτοῦ ( ἐπ᾿ αὐτῆς) ἐπικειμένης καὶ χαρίσηται αὐτῷ ( αὐτῇ) ταχεῖαν καὶ πλήρη ἀποκατάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

Ἢ ἀντὶ τῆς προηγουμένης αἰτήσεως, ἐὰν ὦσι πολλοὶ ἀσθενεῖς.

τι δεόμεθα ὑπὲρ τῶν ἀσθενούντων δούλων τοῦ Θεοῦ (καὶ μνη­μονεύει ὀνομαστὶ αὐτῶν, εἰ ἔστι δυνατόν), καὶ ὑπὲρ ἐνισχύσεως πάντων τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐτοὺς ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτῶν ἐπικειμένης καὶ χαρίσηται αὐτοῖς ταχεῖαν καὶ πλήρη ἀποκα­τάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

῾Υπὲρ τῶν διακονούντων ἐν τῇ ὑγείᾳ.

τι δεόμεθα ὑπὲρ τῶν θεραπόντων ἰατρῶν, νοσηλευτῶν, νοσηλευ­τριῶν, νοσοκόμων, ὑπὲρ παντὸς τοῦ ἰατρικοῦ, ἐπιστημονικοῦ, διδα­κτικοῦ, διοικητικοῦ, νοσηλευτικοῦ καὶ ὑγειονομικοῦ προσωπικοῦ, καὶ πάντων τῶν βοηθῶν καὶ συνεργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσοκομείοις, κλινικαῖς, νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικαῖς σχο­λαῖς, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δομαῖς ὑγείας, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν τηρήσῃ αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ ἐναντί­ων δυνάμεων, εὐλογήσῃ δέ, ἐνισχύσῃ καὶ ἱκανώσῃ αὐτοὺς πρὸς ἐπι­τυχῆ ἐπιτέλεσιν τοῦ κοινωφελοῦς ἔργου αὐτῶν.

῾Υπὲρ ὁδοιπορούντων, πλεόντων, ἀποδημούντων.

τι δεόμεθα ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κό­σμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ τῶν ὁδοιπορούντων, πλεόντων, ἱπταμένων, ξενιτευόντων καὶ ἐν ἀποδημίαις εὑρισκομένων, ὑπὲρ τῶν ἐν αἰχμαλωσίαις, μετοι­κεσίαις, ἐξορίαις, φυλακαῖς, καὶ ἐν πικραῖς δουλείαις ὄντων ἀδελφῶν ἡμῶν, καὶ ὑπὲρ ἀναρρύσεως καὶ εἰρηνικῆς ἐπανόδου αὐτῶν.

τι δεόμεθα ὑπὲρ τοῦ συνοδεῦσαι τοὺς δούλους τοῦ Θεοῦ (τοὺς δεῖνας), εἴτε διὰ θαλασσῶν λιμνῶν ποταμῶν ἀέρων ἢ ὁδοιποριῶν τὴν πορείαν ποιουμένους, καὶ πάντας ἀποκαταστῆσαι εἰς λιμένας σωτη­ρίους καὶ καταφύγια ἀσφαλῆ, καὶ ὑπὲρ τοῦ γενέσθαι Κύριον τὸν Θε­ὸν ἡμῶν σύμπλουν καὶ συνοδοιπόρον αὐτῶν καὶ τὴν πορείαν αὐτῶν κατευοδῶσαι ἐν πᾶσιν, αὐτῶν δὲ καὶ ἡμῶν τὴν παρεπιδημίαν τὴν ἐν τῷ βίῳ τούτῳ ἀχείμαστον καὶ ἀβλαβῆ διαφυλάξαι.

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τῶν δείνων) καὶ ὑπὲρ τοῦ ῥυσθῆναι αὐτοὺς ἀπὸ πειρατηρίων καὶ λῃστηρίων καὶ πάσης χει­μασίας, ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτοὺς ἐν εἰρήνῃ καὶ εὐρωστίᾳ, δι­καιοσύνης πάσης πρόνοιαν ποιουμένους κατὰ τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ ὑπὲρ τοῦ γενέσθαι αὐτοὺς πλήρεις τῶν βιοτικῶν καὶ ἐπουρανίων αὐτοῦ ἀγαθῶν.

῾Υπὲρ φίλων καὶ ἐχθρῶν.

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομα­στὶ ὧν βούλεται ζώντων), καὶ ὑπὲρ τῶν μισούντων, λυπούντων καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς καὶ διακονούντων ἡμῖν τοῖς ἀναξίοις, καὶ ὑπὲρ τῶν ἐν πνεύματι ἀδελφῶν ἡμῶν ὑγείας τε καὶ σωτηρίας αὐτῶν.

῾Υπὲρ τῶν παρισταμένων.

τι δεόμεθα ὑπὲρ τῶν ἐπιτελούντων τὴν ἱερὰν λιτὴν ταύτην, τῶν συνελθόντων ἐν αὐτῇ καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ ὑπὲρ τῶν δού­λων τοῦ Θεο(καὶ μνημονεύει ὀνομαστὶ ἐκείνων ὑπὲρ ὧν ἡ παρά­κλησις γίνεται).

τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν πόλιν (ἢ χώραν ἢ κώμην ἢ νῆσον ἢ μονὴν) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λι­μοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύ­λων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐ­μενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῖν δι­καίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.

Οἱ ψάλται. Κύριε ἐλέησον (40).

τι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.

Οἱ ψάλται. Κύριε ἐλέησον (τρίς).

῾Ο ἱερεύς.

πάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν πε­ράτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς. [Καὶ εὐθὺς ἡ ἐκφώνησις]. ᾿Ελεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δό­ξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

᾿Ενταῦθα λέγει ὁ ἱερεύς· Εἰρήνη πᾶσι, τῶν ψαλτῶν ἀποκρινομένων· Καὶ τῶ πνεύματί σου, ὁ δὲ διάκονος ἐκφωνεῖ· Τοῦ Κυρίου δεηθῶμεν, καὶ ὁ ἱερεὺς λαμβάνων θρυαλλίδα συναλείφει τὸν ἀσθενῆ, λέγων τὴν εὐχὴν ταύτην.

 

Εὐχὴ ἐπὶ ἀρρώστου

 

Πάτερ ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦ­λόν σου (τὸν δεῖνα) ἐκ τῆς περιεχούσης αὐτὸν ψυχικῆς τε καὶ σω­ματικῆς ἀσθενείας, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· καὶ ζωοποίη­σον αὐτὸν κατὰ τὸ σοὶ εὐάρεστον, ὅπως τὴν ὀφειλομένην σοι εὐ­χαριστίαν καὶ προσκύνησιν ἐν ἀγαθοεργίαις ἀποπληροῖ· πρεσβείαις καὶ ἱκεσίαις τῆς ὑπερευλογημένης ἐνδόξου δεσποίνης ἡμῶν Θεοτό­κου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων σου τῶν ἁγίων. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ ἀνάρ­χῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

Εὐχὴ ἑτέρα, ἐπὶ νοσοῦντας.

 

Θεὸς ὁ δυνατὸς καὶ ἐλεήμων, ὁ πάντα οἰκονομῶν ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, ἐπίσκεψαι τὸν δοῦλόν σου (τὸν δεῖνα) ἐπικεκλη­μένον τὸ ὄνομα τοῦ Χριστοῦ σου, καὶ ἴασαι αὐτῷ πᾶσαν ἀσθένει­αν σωματικήν τε καὶ ψυχικήν, ἄφες αὐτῷ τὰς ἁμαρτίας καὶ τὰ ἐξ ἁμαρτίας ἐπίπονα, πάντα δὲ πειρασμὸν καὶ πᾶσαν ἐπανάστασιν τοῦ ἀντικειμένου ἀπόστησον ἀπὸ τοῦ δούλου σου. Καὶ ἀποκατά­στησον αὐτὸν τῇ ἁγίᾳ σου ἐκκλησίᾳ, ψυχῇ καὶ σώματι ὑγιαίνοντα καὶ προκόπτοντα ἐν ἔργοις καλοῖς καὶ λόγοις ἀγαθοῖς, δοξάζοντα μετὰ παντὸς τοῦ λαοῦ σου τὸ ὄνομα τοῦ Χριστοῦ σου, τῆς ἐλπί­δος ἡμῶν, μεθ’ οὗ σοι δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰ­ῶνας τῶν αἰώνων· ἀμήν.

 

Εἶτα ποιεῖ τὴν συνήθη (μικρὰν) ἀπόλυσιν.

[Σημείωσις. Μεγάλη ἀπόλυσις λέγεται μόνον ὅτε αἱ Παρακλήσεις συνάπτονται εἰς τὸν ἑσπερινὸν ἢ τὸν ὄρθρον ἢ σπανιώτερον εἰς τὴν λειτουργίαν.]

 

῾Ο ἱερεύς.

Δόξα σοι, ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

῾Ο ἀναγνώστης.

Δόξα, Καὶ νῦν. Κύριε ἐλέησον (τρίς). Εὐλόγησον.

῾Ο ἱερεύς.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, [τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἐφόρου τῆς περιοχῆς ἢ τῆς οἰκίας], [τοῦ ἁγίου τῆς ἡμέρας, ἐὰν ἔχῃ δοξαστικόν], καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Εἶτα ψάλλεται τὸ ἑπόμενον.

Τροπάριον, ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.

Πρόσσχες ταῖς δεήσεσιν ἡμῶν

τῶν ἐν κατανύξει βοώντων σοὶ τῷ Θεῷ καὶ Πατρί,

τῷ Υἱῷ καὶ Πνεύματι τῷ ἀγαθῷ καὶ σοφῷ,

᾿Εξελοῦ ἡμᾶς, λέγοντας, παντοίας ἀνάγκης,

πάσης περιστάσεως καὶ ἐπηρείας ἐχθρῶν,

δίδου εὐσεβῶς σοι λατρεύειν

πίστει ὀρθοδόξῳ καὶ γνώμῃ,

Τριὰς ὑπερούσιε καὶ τρισάγιε.

Θεοτοκίον, ὅμοιον.

Μόνη τὸν ἀχώρητον Θεόν,

ἀστενοχωρήτως ἐν μήτρᾳ ἐκυοφόρησας,

ἄνθρωπον γενόμενον δι᾿ ἀγαθότητα,

Παναγία θεόνυμφε· δι᾿ ὃ δυσωπῶ σε,

τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον·

ὅπως τὴν στενὴν καὶ εὐθεῖαν

τρίβον διοδεύσας πρὸς πλάτος

φθάσω τῆς ἐκεῖ μακαριότητος.

῾Ο ἱερεύς· Δι᾿ εὐχῶν...

 

Εἰ δὲ οὐκ ἔστιν ἱερεύς, ἀντὶ τῶν ἀνωτέρω ἱερατικῶν εὐχῶν καὶ τῆς ἀπολύσεως, λέ­γομεν τὴν εὐχὴν ταύτην.

 

Εὐχὴ ἐπὶ ἀσθενείᾳ καὶ νόσῳ

 

Δέσποτα Κύριε Παντοκράτορ, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σω­μάτων ἡμῶν, ὁ ταπεινῶν καὶ εἶτα ἀνυψῶν, ὁ παιδεύων καὶ πάλιν ἰώμενος, ὁ εὐεργετῶν καὶ παρακαλῶν ἡμᾶς, εἰ καὶ ἀνάξιοι ἐσμὲν τῶν πολλῶν καὶ ἀφάτων σου εὐεργεσιῶν, ἐπάκουσον τῆς δεήσεως ἡμῶν ταύτης καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν διὰ τὰς πολλὰς ἁμαρτίας καὶ τὸ πλῆθος τῶν ἀνομημάτων ἡμῶν.

Εὐχαριστοῦμέν σοι, Κύριε, ὅτι ἐμακροθύμησας μέχρι τοῦ νῦν καὶ οὐκ εἴασας ἡμᾶς συναπολέσθαι ταῖς ἁμαρτίαις ἡμῶν. Εὐχαριστοῦ­μέν σοι ὅτι ἐγένου ὁδηγὸς ἡμῖν καὶ ἀντίληψις, καὶ ὅτι ἐν λόγοις καὶ λογισμοῖς καὶ ὑποδείγμασιν ἀεὶ πρὸς σωτηρίαν ὁδηγεῖς καὶ φωτί­ζεις ἡμᾶς τοὺς ἀγνώμονας δούλους σου, τοὺς ἐν ἁμαρτίαις τὴν ζω­ὴν ἡμῶν ἅπασαν καταναλώσαντας.

Καὶ νῦν, πολυέλεε καὶ φιλάνθρωπε Δέσποτα, ὁ μὴ θέλων τὸν θά­νατον τοῦ ἁμαρτωλοῦ ἀλλὰ τὴν ἐπιστροφὴν αὐτοῦ ἀναμένων καὶ προσδεχόμενος, ὁ σῴζων τοὺς ἀπηλπισμένους καὶ ἀναζωῶν τοὺς τεθανατωμένους, ἐπίβλεψον καὶ ἐφ᾿ ἡμᾶς τοὺς ἀναξίους καὶ ἀσθε­νοῦντας δούλους σου, καὶ ἐπίσκεψαι ἐν τῷ ἀπείρῳ σου ἐλέει. Ἔ­κτεινον τὸν βραχίονά σου τὸν πλήρη ἰάσεως καὶ θεραπείας καὶ ἴα­σαι ἡμᾶς, κατερραγμένους ἀνάστησον ἡμᾶς ἐξανιστῶν ἀπὸ κλίνης καὶ ἀρρωστίας, καὶ συντετριμμένους θεράπευσον.

Ἀπόστησον ἀφ᾿ ἡμῶν πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσαν μάστιγα, πάντα πυρετὸν ἢ ῥῖγος, πᾶσαν νόσον, βλάβην καὶ ἀ­σθένειαν. Καὶ εἴ τι ἐστὶν ἐν ἡμῖν πλημμέλημα ἢ ἀνόμημα, ἐν ἔργῳ ἢ λόγῳ ἢ κατὰ διάνοιαν, ἐν γνώσει ἢ ἐν ἀγνοίᾳ πραχθέν, ἄνες, ἄφες, συγχώρησον, τῇ συνήθει σου φιλανθρωπία χρώμενος καὶ τῇ ἀπ’ αἰῶνος ἀκαταλήπτῳ σου χρηστότητι. Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰ­ώνων· ἀμήν.

 

* * *

 

ΕΥΧΗ ΕΙΣ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

 

Τοῦ Κυρίου δεηθῶμεν.

 

Παντοκράτορ Δέσποτα, μακρόθυμε, πολυέλεε, εὐδιάλλακτε, φι­λάνθρωπε, πανάγαθε, ὑπεράγαθε, παντοδύναμε Χριστὲ ὁ Θεὸς ἡ­μῶν· σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ μόνην ἀγαθότητος περιου­σίαν τὴν ὑμετέραν φύσιν παρήγαγες· σὺ νοερὰν ψυχὴν καὶ λόγον ἐμπνεύσας ἡμῖν καὶ εἰκόνι σου τιμήσας ἡμᾶς, τρυφῆς τοῦ παραδεί­σου καὶ θεοειδοῦς ἀγωγῆς καὶ ὁμιλίας θείας ὑπερφυῶς κατηξίω­σας· σὺ τὴν σὴν ἐντολὴν ἀθετήσαντας καὶ ἀπάτῃ καὶ πλάνῃ καθυ­παχθέντας δαιμονικῇ, καὶ τῆς σῆς ἐκπεσόντας δόξης καὶ θάνατον ἀλλαξαμένους ζωῆς, καὶ βασιλείας δουλείαν αἰσχράν, οὐ παρεῖδες διὰ πέλαγος ἄφατον μακροθυμίας καὶ ἀγαθότητος, ἀλλ’ ἐπεσκέψω πολυτρόπως διὰ πατέρων καὶ προφητῶν· σὺ Νόμον ἡμῖν τὸν ἐν γράμμασιν εἰς ἐπιστροφὴν καὶ παιδαγωγίαν ἔδωκας· ἀγγέλους ἐπέ­στησας ὁδηγούς τε καὶ φύλακας, διδάσκοντας καὶ χειραγωγοῦντας οἱονεὶ πρὸς τὴν τοῦ κρείττονος εὕρεσιν.

Ἐπεὶ δὲ πάντα ταῦτα κενὰ καὶ μάταια ἀπεδείξαμεν τῇ ἀμέτρῳ πρὸς τὴν κακίαν ἡμῶν ῥοπῇ, αὐτὸς σὺ τὴν δευτέραν τῆς φύσεως ἡμῶν δημιουργίαν τε καὶ ἀνάπλασιν ἀρρήτως ἐπὶ τέλει τῶν αἰώνων εἰργάσω, καὶ ὅλον τὸν ἡμέτερον ἄνθρωπον ἑνώσας φρικτῶς ὅλῃ σου τῇ Θεότητι, καὶ σαρκὶ τὴν σάρκα καὶ ψυχῇ τὴν ψυχὴν καθαγιά­σας, καὶ θανάτῳ καὶ πάθεσι τῶν παρὰ φύσιν παθῶν καὶ τοῦ θανά­του ἀπαλλάξας ἡμᾶς, διὰ τῆς τηρήσεως τῶν θείων σου ἐντολῶν τῆς ἀθανάτου ζωῆς κατηξίωσας. Ἀλλὰ καὶ πάλιν ἡμεῖς τὰς θείας σου ἐντολὰς ταύτας παραβάντες καὶ τῶν ὀρέξεων ἡμῶν καὶ τῶν θελημάτων ὀπίσω γενόμενοι, πᾶσαν ἁμαρτίαν ἐπιμελῶς καθ’ ἑκά­στην διενεργοῦμεν· καταλαλιάν, βλασφημίαν, μνησικακίαν, ἐπιορκί­αν, ψευδολογίαν, αἰσχρολογίαν, δόλον, ἔριν, φθόνον, καὶ πᾶσαν ἀ­θέμιτον αἰσχρουργίαν φυσικήν τε καὶ παρὰ φύσιν· καὶ ἣν οὐδὲ ἐν ἀλόγοις ζῴοις ἐστὶν εὑρεῖν ταύτην ἀσεβέστατα καινοτομοῦμεν. Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, τῆς βοηθείας τῆς σῆς γε­γυμνώμεθα, μυκτηρισμὸς καὶ χλεύη τοῖς κύκλῳ ἡμῶν ἐγενήθημεν· τὸ σὸν ὄνομα τὸ πανάγιον καὶ προσκυνητὸν δι᾿ ἡμῶν βλασφημεῖ­σθαι τοῖς ἔθνεσι πεποιήκαμεν, τῇ κακίᾳ παλαιωθέντες καὶ ταῖς τρί­βοις ἀφρόνως χωλάναντες· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ἕως ἑνός· ἱερεῖς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό.

Διὰ ταῦτα κρίσει δικαίᾳ ἐξώσθημεν ἀπὸ σοῦ καὶ ἀπερρίφημεν τῆς μεγάλης σου ἀντιλήψεως, καὶ τὴν πολλήν σου φιλανθρωπίαν πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι. Λοιμοὶ καὶ αἰχμαλω­σία καὶ στενοχωρία καὶ ἀπορία καὶ θάνατοι ποικίλοι καὶ συνεχεῖς τοὺς τρισαθλίους ἡμᾶς ἐμερίσαντο, ἵνα διὰ τῶν τοιούτων μαστίγων πρὸς σεαυτὸν ἄκοντας ἑλκύσῃς, φιλάνθρωπε. Ἀλλ’ οὐδὲ οὕτω γέ­γονέ τι πλέον παρ’ ἡμῶν· παρέδωκας ἡμᾶς εἰς δουλείαν τοῖς ἔθνεσι καὶ εἰς αἰχμαλωσίαν καὶ σφαγὴν καὶ διαρπαγὴν τοῖς ἀνόμοις, καὶ οὐδὲ οὕτω συνήκαμεν οὐδὲ τῶν πονηριῶν ἡμῶν καὶ τῶν ἀνομιῶν ἡμῶν ἀπέστημεν. Μικρὸν τῆς δουλείας ἀνῆκες ἡμᾶς παραδόξως καὶ τῶν ἀσεβῶν παρὰ πᾶσαν ἠλευθέρωσας ἐλπίδα, καὶ ἔτι μᾶλλον προσεθήκαμεν ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ, τῇ εὐεργεσίᾳ φυσιωθέντες καὶ τῇ ἐλευθερίᾳ καὶ τῇ ἀνέσει καταχρησάμενοι.

Διὰ ταῦτα, πανάγαθε Δέσποτα, ὡς μήτε διὰ τῶν λυπηρῶν καὶ τῶν δεινῶν σωφρονιζομένους, μήτε διὰ τῶν σῶν εὐεργεσιῶν καὶ τῶν χαρίτων βελτίους γινομένους, κρίσει δικαίᾳ κατεδίκασας ἡμᾶς καὶ ἀπωλείᾳ καὶ πανωλεθρίᾳ καὶ ἀφανισμῷ παντελεῖ παραδέδω­κας· καὶ δῆλον ὡς τέλεον ἐκτριβῆναι καὶ ἀφανισθῆναι κατεκρίθημεν, ἀφ᾿ ὧν οὕτως ἀφειδῶς τὴν διαδοχὴν τοῦ γένους πρόωρον ἐξεθέρι­σας, ὡς μηδὲ ῥίζαν μηδὲ σπέρμα τῷ Ἰσραὴλ ὑπολειφθῆναι, κατὰ τὸ γεγραμμένον, ἀλλὰ γενέσθαι ἡμᾶς ὡς Σόδομα καὶ ὡς Γόμορρα, καθ’ οὓς κατακλυσμὸς ἄρδην πάλαι διέφθειρεν, αὐταῖς ῥίζαις καὶ αὐτοῖς κλάδοις ἀφανισθέντας. Οὐδὲ γὰρ ἡ νόσος ἐπιπεσοῦσα κατὰ μικρὸν μετρίως ὑπεξάγει τοὺς θνῄσκοντας, ἀλλὰ καθά περ σφαγέ­ως παρόντος καὶ ἑκάστῳ μετὰ τῆς ῥομφαίας καιρίαν ἐπιφέροντος, οὕτως ἅμα τε τὴν πληγὴν καὶ τὸ σύμβολον ἀθρόον ἐδέξαντο τοῦ θανάτου πολλοί, καὶ ἅμα πάντας ἐξαίφνης τὸ σκότος ἐκάλυψε, καὶ ὁ θάνατος, ὡς μόνον εἰπόντας ὅτι ἐπλήγημεν, κατὰ πόδας εὐθὺς ἐπακολουθεῖ, ὥστε συνδύο καὶ συντρεῖς ἐκβάλλεσθαι ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς οἰκίας καὶ πρὸς ἐκφορὰν ἀπάγεσθαι, ὥς περ σωρηδὸν ἐπὶ μιᾷ κλίνῃ κειμένους, καὶ μηδ’ ἐξαρκεῖν τοὺς περιλειπομένους τῶν νενομισμένων ἀξιοῦν τοὺς προσήκοντας, μηδὲ ἔχειν πρὸς τίνα πρῶτον τῶν συγγενῶν πορευθῆναι, πάντων ἁπλῶς ὁμοῦ φθειρομέ­νων ἐλεεινῶς, καὶ παραπεμπομένων τῷ ᾅδη· ἀλλ’ ἀπορίᾳ καὶ ἀμη­χανίᾳ πανταχόθεν ἐλαυνομένους, μὴ ἐξευρίσκειν τί μᾶλλον τῆς συμφορᾶς θρηνῆσαι προσήκει, πότερον τὸν ἄωρον θάνατον ἢ τὸ αἰφνιδίως οὕτως ἁρπάζεσθαι ἢ τοὺς προαπελθόντας ἢ τοὺς τηνι­καῦτα ἐκπνέοντας ἢ τοὺς αὐτίκα τοῦτο πείσεσθαι μέλλοντας ἢ τοὺς περιεῖναι δοκοῦντας καὶ ἀνωτέρους τοῦ πάθους.

Πρὸ πάντων δὲ μᾶλλον ἔπεστιν ὀδύρεσθαι καὶ δακρύειν ὡς, οὐ περιλειπομένης ἐλπίδος οὐδὲ μιᾶς, μὴ καὶ ἑαυτοὺς ἐν ὀλίγῳ μετὰ νεκρῶν ἀριθμεῖσθαι· οὕτως ἀπηλπισμένοι πανταχόθεν προκείμεθα, καθά περ θρέμματα τὴν σφαγὴν ἀναμένοντες. Σήμερον περιίσταται τοῖς πατράσι καὶ ταῖς μητράσι χορὸς παίδων, χορὸς υἱῶν, χορὸς ἄλλων συγγενῶν καὶ συνήθων, ὡς στενοχωρεῖσθαι τὰς οἰκίας τῷ πλήθει, συναγομένων ἐν οἷς τε κατὰ φατρίας καὶ συγγενείας· καὶ αὔριον ἄπαιδες, ἔρημοι, ἐλεεινοί, περιῃρημένοι, καὶ ὥς περ ἠκρωτη­ριασμένοι τὰ καιριώτατα, καὶ ἀθρόως τὴν ἐλπίδα πᾶσαν ἀποβαλ­λόμενοι καὶ τῆς ζωῆς καὶ τοῦ γήρως, καὶ τῆς διαδοχῆς τῆς εἰς ἔπει­τα γενεάς, καὶ πάντων ὁμοῦ τῶν φυσικῶν καὶ τῶν φιλτάτων καὶ τῶν ἀναγκαιοτάτων στερούμενοι.

Ἐξεπλάγημεν οὖν, φιλάνθρωπε Δέσποτα, τῷ μεγέθει τῆς ἀφορή­του ταύτης συμφορᾶς καὶ τῆς μάστιγος· καὶ μικροῦ ἐξέστημεν ἑαυ­τῶν, καὶ ἀπορία καὶ ἀμηχανία περιέσχεν ἡμᾶς, καὶ φόβος καὶ τρό­μος ἀνεκδιήγητος ἦλθεν ἐφ’ ἡμᾶς, καὶ ἐκάλυψεν ἡμᾶς σκιὰ θανά­του, καὶ ἀπειρήκαμεν καὶ ἀπεγνώκαμεν παντάπασιν. Οὐδὲ γὰρ ἐν τοῖς ζῶσιν ἑαυτοὺς εἶναι λογιζόμεθα, οὐδ’ ἐν τῷ καθεστηκότι τοῦ νοὸς ἐσμέν, ἀλλ’ ἕκαστος τὴν πληγὴν καὶ τὸ σημεῖον ἑαυτῷ φαν­ταζόμενος ἔχειν, πυκνὰ τῶν μελῶν ἐφαπτόμενοι, καθ’ ὥραν ἐξιστά­μενοι, κἂν κώνωψ ἐπέλθῃ, κἂν ζωΰφιόν τι δάκῃ, τὸν ὄλεθρον πα­ρεῖναι οἰόμενοι ὑπὸ τοῦ δέους, καὶ πρὸ τοῦ θανάτου νεκροῦσθαι δοκοῦμεν.

Ὅθεν καὶ περιάγομεν ἅπαντες ὥς περ ἡμιθνῆτες καὶ ἐκλελυμένοι καὶ πανταχόθεν ἠπορημένοι, καὶ μηδὲ μίαν καταφυγὴν εὑρίσκοντες· καὶ τὸ δὴ χείριστον, ὅτι οὐδὲ διάραι τὰ ὄμματα ἡμῶν εἰς τὸν οὐρα­νὸν οὐδὲ ἀνοῖξαι τὸ στόμα ἡμῶν καὶ εὔξασθαι ἐνώπιόν σου τολ­μῶμεν οἱ τάλανες, τῷ κέντρῳ τοῦ συνειδότος πληττόμενοι· ἀλλὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ πάσης ἀκαθαρσίας ἀνάμεστα πρὸ ὀ­φθαλμῶν ἔχοντες, αἰσχύνῃ τὰ πρόσωπα καλυπτόμενοι, ἀναξίους ἑαυτοὺς τῆς σῆς βοηθείας καὶ τῆς σῆς ἀντιλήψεως κρίνομεν, τοῦτο μόνον, συντετριμμένοι καὶ τεταπεινωμένοι καὶ κατῃσχυμμένοι βοῶν­τες πρὸς σὲ τὸν ἀγαθὸν Θεόν· Δίκαιος εἶ, Κύριε, καὶ δικαία ἡ κρί­σις σου κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν· μᾶλλον δὲ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησας ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀντα­πέδωκας ἡμῖν, ἀλλὰ καὶ ταύτην τὴν καθ’ ἡμῶν ἐπιφερομένην μά­στιγα, φιλάνθρωπον πλέον ἢ δικαίαν εἶναι ὁμολογοῦμεν· πᾶσα γὰρ μάστιξ καὶ πληγὴ καὶ πᾶς ὄλεθρος καθ’ ἡμῶν ἐπιφερόμενος ὀλίγος ἐστὶ καὶ μικρὸς πρὸς τὰ πολυπληθῆ ἡμῶν ἀνομήματα.

Διὰ μὲν οὖν τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων οὐδὲ θαρρῆ­σαι ἔχομεν, δικαιοκρῖτα Κύριε, ἵνα τὴν σὴν ἱκετεύσωμεν ἀγαθότητα λύσιν τῆς φοβερᾶς ταύτην εὑρεῖν ἀπειλῆς. Ἡ δὲ ὑπερβολὴ τῆς σῆς εὐσπλαγχνίας καὶ τῶν σῶν οἰκτιρμῶν ἡ ἄβυσσος, πολυέλεε Δέσπο­τα, κατατολμᾶν ἀναγκάζει καὶ τὰ ὑπὲρ τὴν ἡμετέραν ἀξίαν ἐπιζη­τεῖν. Ὅθεν, Θεὲ ὑπεράγαθε καὶ Κύριε τοῦ ἐλέους, δεόμεθά σου τῆς γαληνότητος·

Στῆσον τὴν καθ’ ἡμῶν τοσαύτην ἐπιφερομένην ὀξεῖαν καὶ ἄωρον τοῦ θανάτου ῥομφαίαν καὶ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ παραδῴης ἡμᾶς εἰς τέλος ἀπολέσθαι διὰ τὸ ὄνομά σου τὸ ἅγιον, μηδὲ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, φιλάνθρωπε, μηδὲ διασκε­δάσῃς τὴν διαθήκην σου, ἣν διέθου τοῖς πατράσιν ἡμῶν, μηδὲ ὀλι­γοστοὺς ἡμᾶς ποιήσῃς παρὰ πάντα τὰ ἔθνη. Ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου τῷ πλήθει τῶν ἡμετέρων κακῶν· σοὶ μόνῳ ἁμαρ­τάνομεν, Κύριε, ἀλλὰ καὶ σοὶ μόνῳ λατρεύομεν· ἐκτός σου ἄλλον Θεὸν οὐ γινώσκομεν· σοὶ μόνῳ μετὰ συντετριμμένης καὶ τεταπεινω­μένης καρδίας παριστάμεθα, καὶ δακρύοντες βοῶμεν τὸ «Κύριε, ἐλέησον».

Δέξαι, φιλάνθρωπε, τὴν κοινὴν ταύτην συντριβὴν ἡμῶν καὶ τὸν καρδιακὸν πόνον, ὡς ἐδέξω τὰ δάκρυα Ἐζεκίου ἐν τῇ θλίψει τῆς καρδίας αὐτοῦ καὶ τοῦ θανάτου τοῦτον ἐρρύσω καὶ χρόνον ζωῆς ἐδωρήσω παρὰ τὸν ὡρισμένον τοῦ τέλους αὐτῷ. Ἀπέστρεψε, γὰρ φησίν, Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ἔκλαυσε· καὶ παρευθὺς ὡς φιλάνθρωπος Δεσπότης τὸν προφήτην ἀπέστειλας λέγοντα αὐτῷ· Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου καὶ προσθήσω ἐπὶ τὰ ἔτη σου πεντεκαίδεκα ἔτη. Αὐτὸς οὖν, ἀνεξίκακε Κύριε, ὁ εἰπών· Οὐ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, σπλαγχνίσθητι καὶ ἐφ’ ἡμῖν τοῖς ἀναξίοις καὶ ἀπόστρεψον τὸν θυμόν σου τὸν δικαιότατον ἀφ’ ἡμῶν, καὶ μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν. Ὁρᾷς, Δέσποτα, ὅπως ἐσμικρύνθημεν καὶ ὠλιγώθημεν ἡ κληρονομία σου καὶ τὸ ἅγιον ἔθ­νος σου καὶ τὸ πλήρωμα τῆς γῆς ὅλης, οὗ ἡ σκιὰ καὶ τὰ ὅρη περι­ελάμβανε.

Μνήσθητι, φιλάνθρωπε, τοῦ Σταυροῦ καὶ τοῦ θανάτου καὶ τοῦ ἑκουσίου πάθους σου, ὃ ὑπὲρ ἡμῶν τῶν κατακρίτων ὑπέμεινας, καὶ μὴ ἁρπάσῃ ὡς λέων τὰς ψυ­χὰς ἡμῶν, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. Οἶδας, μακρόθυμε, ὡς οὐδεμία πληγὴ τῶν ἀναισθήτων οὕτως Αἰγυπτίων καθήψατο ὡς ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώ­λεια· ἐφ᾿ ἡμῖν δὲ ἀμύθητος ἐστὶν ἡ συμφορὰ καὶ ἀνείκαστον τὸ δει­νόν, πάντων ὅμου, καὶ τῶν πρώτων καὶ τῶν μέσων καὶ τῶν ἐσχά­των, πρὸ ὥρας οὕτως ἁρπαζομένων ἐξαίφνης.

Σπλαγχνίσθητι οὖν, εὐδιάλλακτε Κύριε, ἐπὶ τοῖς δάκρυσι καὶ τοῖς κλαυθμοῖς τῶν νηπίων καὶ τῶν βρεφῶν, καὶ τῆς ἀπλάστου πάσης καὶ ἀώρου ἡλικίας, καὶ στῆσον τὴν καθ’ ἡμῶν δικαίαν σου ἀγανά­κτησιν, καὶ κοπασάτω ἡ θραῦσις, πολυέλεε Κύριε· τὴν γὰρ πληγὴν καὶ τὸ σύμβολον τοῦ θανάτου τὰ βρέφη δεξάμενα καὶ ἐν συναισθή­σει τοῦ κακοῦ καὶ τῆς φθορᾶς γενόμενα, πρὸς ἡμᾶς κεχήνασι, καὶ ὅλοις ὀφθαλμοῖς ἐνατενίζουσι, καὶ χεῖρας ὀρέγουσι, καὶ δάκρυσι καὶ ψελλίσμασι καὶ ἀκοαῖς ἀσήμοις καὶ οἷς ἔχουσι κινήμασι τὴν σφαγὴν δεικνύουσι, τὸν ὄλεθρον ἀποδύρονται, καὶ πρὸς βοήθειαν αὐτῶν πᾶσι τρόποις ἡμᾶς ἐφελκύσασθαι δῆθεν βιάζονται. Ἡμεῖς δὲ μηδαμόθεν δυνάμενοι χεῖρα τούτοις ἐπορέξαι, πρὸς σὲ τὸν πάντα δυνάμενον καταφεύγομεν καὶ παρὰ σοῦ μόνου τὴν βοήθειαν καὶ τὴν λύσιν τῶν δεινῶν ἐξαιτούμεθα· σοὶ γὰρ μόνῳ δυνατὰ τὰ παρὰ ἀνθρώποις ἀδύνατα, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· ἀμήν.

 

 

᾿Επιμέλεια παρούσης μορφῆς καὶ δημοσιεύσεως·

Διονύσιος ᾿Ανατολικιώτης, 31ῃ μαρτίου 2020

 

 

῾Η παροῦσα παράκλησις εἰς μορφὴν φορητοῦ ἐγγράφου (pdf) εὑρίσκεται ἐδῶ.