2. Λειτουργικὴ ζωή ᾿Εκκλησιαστικὴ ὑμνογραφία Παράκλησις εἰς πᾶσαν νόσον καὶ ἀνάγκην καὶ ἀσθένειαν

 

ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΟΝ

ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

εἰς πᾶσαν νόσον καὶ ἀνάγκην καὶ ἀσθένειαν

 

ἐν ᾗ προσετέθησαν ἐν τέλει καὶ ἓξ παλαιαὶ εὐχαὶ

λεγόμεναι εἰς ἀσθενεῖς καὶ λοιμικὴν ἀσθένειαν καὶ λιμόν

 

Σημειώσεις. 1) Τὰ κείμενα προέρχονται ἀπὸ τὸ Ψαλτήριον, τὸ Εὐχολόγιον τὸ Μέγα καὶ τὸ Μ. ῾Ωρολόγιον, ἐπίσημα καὶ ἀρχαῖα βιβλία τῆς ᾿Ορθοδόξου ᾿Εκκλησίας διὰ λειτουργικὴν χρῆσιν (βλ. ᾿Ιωάννου Φουντούλη, «Λειτουργικὴ Α΄», Θεσσαλονίκη 1995, σ. 78-83), ἀπὸ τὸ Μέγα Προσευχητάριον τοῦ ᾿Ανδρέου Σιμωνώφ, ἐκδοθὲν εὐλο­γίᾳ τῆς ῾Ι. Συνόδου (ἐν ᾿Αθήναις 1906), καὶ ἀπὸ τὸν τρίτομον Θησαυρὸν Παρακλητι­κῶν Κανόνων (ἐκδόσεις Παπαδημητρίου, ᾿Αθῆναι 2016 καὶ 2018).

2) Διὰ τὰ κείμενα τῶν Ψαλμῶν ἐλήφθησαν ὑπόψιν τὰ ἑξῆς· α) Ψαλτήριον, ἔκδοσις 3η, τῇ ἐγγράφῳ ἀδείᾳ τῆς ῾Αγίας τοῦ Χριστοῦ Μεγάλης ᾿Εκκλησίας, ἐν Βενετίᾳ, ἐκ τῆς ἐκκλησιαστικῆς τυπογραφίας τοῦ Φοίνικος, ἔτους 1862· β) Ψαλτήριον, ὀρθόδοξος κρι­τικὴ ἔκδοσις, μοναχοῦ ῾Ιερωνύμου Γιανναδάκη, ἔκδοσις ἱ. μονῆς Ζωοδόχου Πηγῆς Λογ­γοβάρδας, Πάρος 2019.

3) Τὸ Μέγα Εὐχολόγιον, κατὰ τὴν νεωτέραν διωρθωμένην ἔκδοσιν αὐτοῦ, ὑπὸ τοῦ ἐκδοτικοῦ οἴκου Παπαδημητρίου, ᾿Αθῆναι 2014. ῾Ωσαύτως καὶ τὸ Μικρὸν ῾Ωρολό­γιον, «περιέχον πάντα ὅσα εὑρίσκονται καὶ ἐν τῷ Μεγάλῳ ῾Ωρολογίῳ», ἐκδόσεις Πα­παδημητρίου, ᾿Αθῆναι 2018. Συμπληρωματικῶς εἰδικαί τινες δεήσεις καὶ ἀναφοραὶ ἐλή­φθησαν ἐκ νεωτέρων ἐπισήμων τελετῶν, ἐκ συνοδικῶν κειμένων, καὶ ἐκ χειρογράφων καὶ δημοσιεύσεων ὀρθοδόξων ἱεραρχῶν ὡς τῶν μακαριστῶν μητροπολιτῶν Διονυσίου Ψαριανοῦ (Σερβίων καὶ Κοζάνης), Πολυκάρπου Λιώση (Σισανίου καὶ Σιατίστης), Νικο­δήμου Βαλληνδρᾶ (Πατρῶν), καὶ ἄλλων.

4) ῾Η ἔναρξις πάσης Παρακλήσεως γίνεται ὡς διατυποῦται ἐνταῦθα, ἐφόσον ψάλ­λεται αὐτόνομος ἐν τῷ ναῷ ἢ ἐκτὸς αὐτοῦ· ἂν ὅμως προηγηθῇ ἑτέρα ἀκολουθία, τὸ «Βασιλεῦ οὐράνιε», τὸ τρισάγιον καὶ τὸ «Δεῦτε προσκυνήσωμεν» παραλείπονται, καὶ ἀρχόμεθα εὐθὺς ἀπὸ τοῦ ψαλμοῦ «Κύριε εἰσάκουσον». (Δ.A.)

 

῾Ο ἱερεύς.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.          

῾Ο ἀναγνώστης.

᾿Αμήν.

 

[Μὴ ὑπάρχοντος ἱερέως λέγομεν· «Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἀμήν»].

 

῾Ο ἱερεύς.

    Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,

     ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν,

     ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός,

     ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν

     καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος

     καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

῾Ο ἀναγνώστης.

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης.

᾿Αμήν. Κύριε, ἐλέησον (ιβ΄).

Δόξα... Καὶ νῦν...

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

[Ἔν τισι περιοχαῖς οἱ Ψαλμοὶ ἀπαγγέλλονται ἐμμελῶς πως ὑπὸ τοῦ ἀναγνώστου ἢ ψάλλονται ὑπὸ τῶν δύο χορῶν εἰς σύντομον μέλος, ἀλλαχοῦ δὲ δύο ἀναγνῶσται λέ­γουσιν ἕνα παρ᾿ ἕνα στίχον ἐναλλάξ].

Ψαλμὸς ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθή­σεται ἐνώπιόν σου πᾶς ζῶν.

῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

᾿Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

 

[Εἰ ἔστι δυνατόν (καὶ εἰ δοκεῖ τῷ προεστῶτι), λέγονται καὶ οἱ ἑπόμενοι Ψαλμοί· εἰδάλλως μετάβηθι εὐθὺς εἰς τὸ «Θεὸς Κύριος»].

 

Ψαλμὸς κβ΄ (22)

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.

Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με.

Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύ­σκον με ὡσεὶ κράτιστον.

Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

 

Ψαλμὸς κf΄ (26)

 

Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;

Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

᾿Εν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.

Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

᾿Εὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.

᾿Εὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

Τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν να­ὸν τὸν ἅγιον αὐτοῦ.

῞Οτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.

Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου.

᾿Εκύκλωσα, καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀ­λαλαγμοῦ· ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.

Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.

Σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· Κύριον ζητήσω· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.

Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.

῞Οτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.

Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

῾Υπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

 

Ψαλμὸς ξζ΄ (67)

 

ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

῾Ως ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώ­που πυρός.

Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

᾿Αγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβε­βηκότι ἐπὶ δυσμῶν.

Κύριος ὄνομα αὐτῷ· καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.

Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.

῾Ο Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τά­φοις.

῾Ο Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ δια­βαίνειν σε ἐν τῇ ἐρήμῳ.

Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ισραήλ.

Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένη­σε, σὺ δὲ κατηρτίσω αὐτήν.

Τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός.

Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.

῾Ο βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.

᾿Εὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτρυγες περιστερᾶς περι­ηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσου.

᾿Εν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσον­ται ἐν Σελμών.

Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.

῾Ινατί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θε­ὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἦν, ἐν τῷ ἁγίῳ.

᾿Ανέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.

῾Ο Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν· καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.

Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς δι­απορευομένων ἐν πλημμελείαις αὐτῶν.

Εἶπε Κύριος· ᾿Εκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσ­σης.

῞Οπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ.

᾿Εθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.

Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμ­πανιστριῶν.

᾿Εν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν ᾿Ισραήλ.

᾿Εκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες ᾿Ιούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλίμ.

Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κα­τειργάσω ἐν ἡμῖν.

᾿Απὸ τοῦ ναοῦ σου ἐπὶ ᾿Ιερουσαλήμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα.

᾿Επιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.

Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρείῳ· διασκόρπι­σον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

῞Ηξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.

Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κα­τὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

Δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν ᾿Ισραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς ᾿Ισραήλ, αὐτὸς δώ­σει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.

 

Εἶτα οἱ ψάλται ψάλλουσι τετράκις μετὰ τῶν στίχων αὐτοῦ τὸν ἑξῆς ὕμνον.

    Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·

     εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. ᾿Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ­μοῖς ἡμῶν.

Εἶτα τὰ κάτωθι τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

῾Ως ἰατρόν σε τῶν ψυχῶν καὶ σωμάτων

ἐκδυσωπῶ σε ταπεινῶς, πανοικτίρμον·

᾿Εξ ἀρρωστίας ῥῦσαί με καὶ σῶσον, Χριστέ·

δέσποτα, ἐλέησον τὴν ψυχὴν καὶ τὸ σῶμα,

κάθαρον, θεράπευσον μολυσμοῦ νοσημάτων·

μὴ ἀποστρέψῃς σὸν δοῦλον κενὸν

καὶ τὴν ὑγείαν κατ᾿ ἄμφω νῦν δώρησαι.

Δόξα, Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·

εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων,

τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν δέσποινα ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Καὶ εὐθὺς ὁ ἀναγνώστης.

Ψαλμὸς ν΄ (50)

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαί­νισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγε­μονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιά­σεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴ­νεσίν σου.

῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκή­σεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ᾿Ιερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώμα­τα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, ποίημα Θεοφυλάκτου τοῦ ἐλαχίστου.

[Οἱ εἱρμοὶ τοῦ κανόνος παρατίθενται ἐνταῦθα διὰ μικροτέρων στοιχείων, διότι, ὡς γνω­στόν, εἰς τὰς Παρακλήσεις οἱ κανόνες ψάλλονται ἄνευ εἱρμῶν.]

 

Ἦχος πλ. δ΄. ᾿ῼδὴ α΄. ῾Ο εἱρμός.

     ῾Υγρὰν διοδεύσας ὡσεὶ ξηρὰν

     καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,

     ὁ ᾿Ισραηλίτης ἀνεβόα·

     Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

 

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Σωτὴρ Ἰησοῦ μου, σοὺς οἰκτιρμοὺς

καὶ τὴν εὐσπλαγχνίαν κινδυνεύων ἐπιζητῶ·

Ὦ Κύριε τοῦ κόσμου, μὴ παρίδῃς

τὸν δυστυχῆ ἀσθενοῦντα οἰκέτην σου.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

άτρευσον, Σῶτερ καὶ λυτρωτά,

δεινῶς με νοσοῦντα κατὰ σῶμά τε καὶ ψυχὴν

καὶ δός μοι πταισμάτων μου τὴν λύσιν,

οἷά περ μόνος Θεὸς πολυεύσπλαγχνος.

Δόξα Πατρί.

Σαρκὸς τὰς ὀδύνας καὶ τὰς πληγὰς

ψυχῆς τῆς δυστήνου σὺ θεράπευσον, λυτρωτά·

τραύματα δεινὰ καὶ ἁμαρτίας,

ὦ Ἰησοῦ, τοῦ σοῦ δούλου ἐξάλειψον.

Καὶ νῦν. Θεοτοκίον.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχὴν

ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ σοῦ

ἀξίωσον, μόνη θεομῆτορ,

ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

 

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.

     Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε

     καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον

     ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης,

     τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

 

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Νοσημάτων τὴν λύσιν καὶ τῶν παθῶν ἴασιν

καὶ δυσχερειῶν τῶν ἐν βίῳ τὴν ἀπολύτρωσιν

δίδου ἑκάστοτε, ὦ σωτήρ μου καὶ Λόγε,

τοῖς ἀνενδοιάστῳ σοι γνώμῃ προστρέχουσι.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Διαφύλαξον πάντας τοὺς τὸ φρικτόν, Δέσποτα,

πόθῳ ἀνυμνοῦντάς σου μόνον ἅγιον ὄνομα

εἰς ἀπολύτρωσιν ἁμαρτιῶν καὶ πταισμάτων

καὶ νοσοῦντας ἴασαι, μόνε φιλάνθρωπε.

Δόξα Πατρί.

φυμνίους ᾠδάς σοι πόθῳ πολλῷ, Δέσποτα,

καὶ τῇ τοῦ σταυροῦ σου δυνάμει ᾄδοντες μέλπομεν

παθῶν εἰς ἴασιν καὶ νοσημάτων, οἰκτίρμον,

καὶ πταισμάτων ἄφεσιν, μόνε Θεάνθρωπε.

Καὶ νῦν. Θεοτοκίον.

Χαλεπαῖς ἀρρωστίαις καὶ νοσεροῖς πάθεσιν

ἐξεταζομένῳ, παρθένε, σύ μοι βοήθησον·

τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ σε γινώσκω

θησαυρόν, πανάμωμε, τὸν ἀδαπάνητον.

 

῾Ο ἱερεὺς μνημονεύει ὡς εἴθισται, καὶ ἡμεῖς ψάλλομεν τὸ «Κύριε, ἐλέησον» ιβ΄· ἢ ἀντὶ τῆς συνήθους ἐκτενοῦς λέγεται ἡ παροῦσα δέησις ὑπὲρ ἀσθενοῦντος.

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται (εἰς ἑκάστην δέησιν). Κύριε ἐλέησον (γ΄).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτη­ρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃνήσχώρᾳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερω­τῶν τοῦ ἁγίου ναοῦ τούτου]. (Τὰ ἐντὸς ἀγκυλῶν λέγονται, μόνον ἐὰν ἡ παράκλη­σις τελῆται ἐν τῷ ναῷ.)

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος ἀδελφο ἡμῶν (τοῦ δεῖνος) [ἢ ὑπὲρ τῶν ἀσθενούντων ἀδελφῶν ἡμῶν (...)] καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐπισκέψεως, καὶ ὑπὲρ ὑγείας καὶ σωτη­ρίας αὐτοῦ [ἢ αὐτῶν].

τι δεόμεθα ὑπὲρ τοῦ ἐλεηθῆναι καὶ διαφυλαχθῆναι αὐτὸν [ἢ αὐτοὺς] κατὰ τὸ μέγα τοῦ Κυρίου ἔλεος, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ τε [ἢ αὐτοῖς τε] καὶ ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπισκέψασθαι καὶ ἰάσασθαι αὐτοῦ [ἢ αὐτῶν] πᾶσαν ἀσθένειαν σωματικήν τε καὶ ψυχικήν.

τι δεόμεθα ὑπὲρ τοῦ ἀφεθῆναι αὐτοῦ [ἢ αὐτῶν] τὰς ἁμαρτίας καὶ τὰ ἐξ ἁμαρτιῶν ἐπίπονα, καὶ ὑπὲρ τοῦ ἀποστῆναι ἀπ᾿ αὐτοῦ [ἢ ἀπ᾿ αὐτῶν] πάντα πειρασμὸν καὶ πᾶσαν ἐπανάστασιν τοῦ ἀντικειμέ­νου.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἀναστῆναι αὐτὸν [ἢ αὐτοὺς] ἀπὸ τῆς κλίνης καὶ τῆς ἀρρωστίας αὐτοῦ [ἢ αὐτῶν], καὶ ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτὸν [ἢ αὐτοὺς] τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, ψυχῇ καὶ σώματι ὑγιαίνοντα καὶ προκόπτοντα [ἢ ὑγιαίνοντας καὶ προκόπτοντας] ἐν ἔργοις καὶ λόγοις ἀγαθοῖς.

῾Ο ἱερεὺς τὴν ἐκφώνησιν.

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σημείωσις. Μὴ ὑπάρχοντος ἱερέως πᾶσαι αἱ αἰτήσεις παραλείπονται, ὁμοίως καὶ τὸ Εὐαγγέλιον καὶ τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου», ἀντὶ δὲ τῶν δεήσεων ἀναγινώσκεται ἡ παροῦσα εὐχή·

 

Μνήσθητι, Δέσποτα φιλάνθρωπε ὁ Θεὸς ἡμῶν, πάντων τῶν εὐσε­βῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Μνήσθητι, Κύριε, τῶν αἰχμαλώτων, τῶν ὁδοιπορούντων, τῶν ξενιτευόντων καὶ τῶν ἐν ἀποδημίαις ὄντων, τῶν ἐν θαλάσσῃ, ὕδατι, ἀέρι καὶ διαστήματι πλεόντων, τῶν ἐν αἰχμα­λωσίαις, μετοικεσίαις, ἐξορίαις, φυλακαῖς, μετάλλοις, καὶ ἐν πικραῖς δουλείαις ὄντων, τῶν ἐν θλίψεσι, τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ, καὶ τῶν ἐν ἀνάγκαις εὑρισκομένων. Μνήσθητι, Κύριε, τῶν νοσούντων, καμνόντων καὶ ἐν ἀσθενείαις κατακειμένων, τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν καὶ τῶν χρηζόντων περι­θάλψεως καὶ προστασίας. Ἔτι μνήσθητι, Κύριε, τῶν ἰατρῶν, νοση­λευτῶν, νοσηλευτριῶν, νοσοκόμων καὶ πάντων τῶν βοηθῶν καὶ συν­εργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δομαῖς ὑγείας, τήρησον αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ πάσης ἐναντίου δυνάμεως, εὐλόγη­σον δὲ καὶ ἐνίσχυσον αὐτοὺς εἰς τὸ ἔργον αὐτῶν καὶ ἱκάνωσον αὐ­τοὺς πρὸς ἔγκαιρον διάγνωσιν καὶ ἴασιν τῶν ἐν κλίνῃ ἀσθενείας καὶ νόσου κατακειμένων. Ἔτι μνήσθητι, Κύριε, τῆς χώρας καὶ τοῦ γένους ἡμῶν, πάσης ἀρχῆς καὶ ἐξουσίας, τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα στρατοῦ, τοῦ πυροσβεστικοῦ, τοῦ λιμενικοῦ καὶ τῶν λοιπῶν σωμάτων προστασίας καὶ ἀσφαλείας. Ἔτι δεόμεθά σου, Κύριε, ὑπὲρ τῶν ἀ­γαθοποιούντων, ὑπὲρ τῶν μισούντων, λυπούντων καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς, ὑπὲρ τῶν διακο­νούντων ἡμῖν τοῖς ἀναξίοις, ὑπὲρ τῶν ἀδελφῶν, συγγενῶν καὶ οἰκείων ἡμῶν, ὅπως παράσχῃς αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος. Μνήσθη­τι, Κύριε, τῶν προκοιμηθέντων πατέρων, ἀδελφῶν καὶ συγγενῶν ἡ­μῶν καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου· ἐλέησον δὲ καὶ ἀξίωσον πάντας ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον· ἀμήν.

Κάθισμα, ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ζωῆς χορηγέ, πηγὴ τῆς ἀναστάσεως,

γείας δοτὴρ καὶ πάντων τὸ κραταίωμα,

ζωοδότα, κράζομεν, καὶ πρὸς σέ, Χριστέ, καταφεύγομεν·

᾿Εκ νοσημάτων παντὸς μολυσμο

προφθάσας ῥῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Δόξα, Καὶ νῦν. Θεοτοκίον.

Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον,

ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,

ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον,

καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,

ἡ μόνη ταχέως προστατεύουσα.

 

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.

     Εἰσακήκοα, Κύριε,

     τῆς οἰκονομίας σου τὸ μυστήριον,

     κατενόησα τὰ ἔργα σου,

     καὶ ἐδόξασά σου τὴν θεότητα.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Λυτρωτά μου φιλάνθρωπε,

νόσους τὰς δεινάς μου θεράπευσον,

καὶ τοῦ δράκοντος ἐξάρπασον

τῶν χειρῶν, Χριστέ μου, τὸν οἰκέτην σου.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τὰς δεήσεις ἐπάκουσον

ἀναξίου δούλου σου, ὦ φιλάνθρωπε,

χάρισαί μοι δὲ τὴν ἴασιν

σώματος ψυχῆς τε, ὦ πανάγαθε.

Δόξα Πατρί.

Θεραπεύοντα τάχιστα

νόσους καὶ ἡμῶν ἀσθενήματα

ἀναπέμπομεν ἐφύμνια

οἱ γινώσκοντές σε, μόνε Κύριε.

Καὶ νῦν. Θεοτοκίον.

Συνεχόμενοι θλίψεσι

πρὸς τὴν σὴν βοήθειαν καταφεύγομεν

καὶ λυτρούμεθα, Πανάχραντε,

πάσης ἀσθενείας καὶ κακώσεως.

 

᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.

     Φώτισον ἡμᾶς τοῖς προστάγμασί σου, Κύριε,

     καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ

     τὴν σὴν εἰρήνην παράσχου ἡμῖν, φιλάνθρωπε.

 

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Νῦν ὁλοσχερῶς, λυτρωτά μου, τὸν πανάθλιον

τυραννοῦσί με ἀσθένειαι δειναί,

δι᾿ ὃ κραυγάζω· Ἰησοῦ μου, σὺ διάσωσον.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τῶν ἀσθενειῶν, παντοκράτορ, σὺ ἀπάλλαξον

τὸν ἐν τῇ σκέπῃ σου προστρέχοντα,

ὦ λυτρωτά μου, καὶ κινδύνων ἐλευθέρωσον.

Δόξα Πατρί.

δε συμπαθῶς τὸν ἐν νόσοις συντηκόμενον

καὶ τὴν ῥῶσιν ἐκζητοῦντά σοι, Χριστέ,

καὶ παράσχου, λυτρωτά μου, τὰ αἰτήματα.

Καὶ νῦν. Θεοτοκίον.

῎Ιασαι, ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν

ἐπισκοπῆς σου ἀξιώσασα,

καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.

 

᾿ῼδὴ f΄. ῾Ο εἱρμός.

     Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον

     καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις·

     ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη

     καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε

     καὶ δέομαι ὡς ᾿Ιωνᾶς·

     ᾿Εκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Οὐκ ἔχομεν οἱ οἰκτροὶ οἰκέται σου

πλήν σου ἄλλον ὡς Θεὸν καὶ σωτῆρα·

δι᾿ ὅ, Χριστέ, ἐκ καρδίας βοῶμεν·

ἀπὸ κινδύνων καὶ νόσων διάσωσον

τὴν ποίμνην τῶν Χριστιανῶν

καὶ πιστοὺς τοὺς πρὸς σὲ καταφεύγοντας.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Παράκλησιν ἐν ταῖς θλίψεσι, Σῶτερ,

καὶ τῶν νόσων ἰατρόν σε γινώσκω

καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου

καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον

καὶ πάντων τῶν ἐν συμφοραῖς

ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Δόξα Πατρί.

᾿Εκ νόσων καὶ ἐκ παθῶν ἀπάλλαξον

τοὺς πιστῶς αἰτοῦντάς σε, Χριστέ μου,

καὶ τῶν ἐχθρῶν τὰς ἐφόδους εἰς τέλος

ἐκ τῆς σῆς ποίμνης ἀφάνισον τάχιστα,

δεόμεθά σου ἀγαθέ·

Σὺ Θεὸς ἡμῶν μόνος καὶ Κύριος.

Καὶ νῦν. Θεοτοκίον.

᾿Εν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι,

καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου·

ἀλλ᾿ ἡ Θεὸν καὶ σωτῆρα τοῦ κόσμου

καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,

σοῦ δέομαι τῆς ἀγαθῆς·

ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

 

Καὶ γίνεται πάλιν αἴτησις ὑπὲρ ὧν τελεῖται ἡ ἱερὰ παράκλησις, ὡς εἴθισται (βλέπε καὶ τὰς εἰδικὰς αἰτήσεις ἀπὸ γ΄ ᾠδῆς ἢ ἐν τέλει μετὰ τὸ τρισάγιον καὶ τὰ τροπάρια). Μετὰ τὴν ἐκφώνησιν, τὸ κάτωθι.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

῾Ως Θεὸν καὶ Σωτῆρά σε ἔχοντες μέγιστον

καὶ ἐν πᾶσι δεινοῖς βοηθὸν ἡμῶν ἕτοιμον,

ἱκετεύομέν σε θερμῶς, ζωοδότα Ἰησοῦ·

Σοῦ τὴν πρόνοιαν τὴν ἀγαθὴν

καὶ εὐσπλαγχνίαν σου πολλὴν ἐφ᾿ ἡμᾶς ἐνδειξάμενος,

σῶσον ἐκ νοσημάτων δεινῶν τε ἀρρωστημάτων,

καὶ τὴν ὑγείαν δὸς ἡμῖν τοῖς ἐν πίστει ἀνυμνοῦσί σε.

 

[Σημείωσις. Εἰ οὐκ ἔστιν ἱερεύς, τὸ προκείμενον καὶ τὸ Εὐαγγέλιον παραλείπονται καὶ μεταβαίνομεν εὐθὺς εἰς τὸ Δόξα Πατρί, «Πάτερ, Λόγε, Πνεῦμα» κλπ.]

Καὶ εὐθὺς τὸ προκείμενον. Ἦχος δ΄.

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,

μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Στίχ. ᾿Ελέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμί· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.

῾Ο ἱερεύς.

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγ­γελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Οἱ ψάλται. Κύριε ἐλέησον (γ΄).

῾Ο ἱερεύς.

Σοφία! ᾿Ορθοί. ᾿Ακούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.   Εἰρήνη πᾶσι.

Καὶ οἱ ψάλται. Καὶ τῷ πνεύματί σου.

ΕΥΑΓΓΕΛΙΟΝ

᾿Εκ τοῦ κατὰ Ματθαῖον

(η΄ 14-17, θ΄ 11-13).

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθε­ράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγον­τος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε. — Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστὶν «ἔλεον θέλω καὶ οὐ θυσίαν». Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

 

[Καὶ εὐθὺς ψάλλομεν τὰ ἐφεξῆς τροπάρια]

Δόξα Πατρί. ῏Ηχος β΄.

    Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τροπάριον, ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

᾿Ιησοῦ γλυκύτατε, τῶν Ὀρθοδόξων τὸ κλέος,

δέσποτα μακρόθυμε, Κύριέ μου, σῶσόν με τὸν οἰκέτην σου·

ἀσθενείας ῥῦσαί με πάσης φιλανθρώπως,

δυνατὲ καὶ ὑπεράγαθε, τὸν προσιόντα σοι

καὶ πρὸς σὲ, Σωτήρ, καταφεύγοντα,

καὶ μόνος ὡς φιλεύσπλαγχνος

τῆς χειρὸς τοῦ δράκοντός με ἐξάρπασον,

παθῶν τε καὶ κινδύνων, Σωτήρ μου Ἰησοῦ, ἐλευθερῶν

καὶ τῆς ὑγείας τὸ αἴτημα, δέσποτα, ἐκπλήρωσον.

 

῞Ετερον, ὅμοιον.

Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι,

καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον·

ἀγαθέ, ῥῦσαί με συμφορᾶς καὶ νόσων,

᾿Ιησοῦ μου παντοδύναμε· δι᾿ ὃ προσπίπτω σοι

κλίνων μου τὸ γόνυ σὺν δάκρυσι·

σπλαγχνίσθητι, ἐλέησον,

δώρησαι ὑγείαν τῷ δούλῳ σου,

Κύριε τῆς δόξης, ἐλέους ὁ Θεὸς καὶ οἰκτιρμῶν,

μή με ἀπώσῃ τὸν ἄθλιον τὸν παρακαλοῦντά σε.

Εἶτα ὁ ἱερεύς.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγίοις πατέ­ρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπα­τόρων ᾿Ιωακὶμ καὶ ῎Αννης· τοῦ ἁγίου (τῆς ἡμέρας, οὗ τὴν μνήμην ἐπιτελοῦμεν) καὶ πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέ­λεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέη­σον ἡμᾶς.

Τὸ «Κύριε, ἐλέησον» ιβ΄, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν.

᾿Ελέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 

Καὶ ψάλλονται αἱ λοιπαὶ ᾠδαὶ τοῦ κανόνος.

 

᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.

     Οἱ ἐκ τῆς ᾿Ιουδαίας

     καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ,

     τῇ πίστει τῆς Τριάδος

     τὴν φλόγα τῆς καμίνου κατεπάτησαν ψάλλοντες·

     ῾Ο τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

 

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τυφλοῖς ὡς ἐχαρίσω

καὶ πάλιν τὴν τοῦ βλέπειν, Σῶτερ, ἐνέργειαν,

καὶ νῦν τοῖς ἀσθενοῦσι

τοῦ σώματος ὑγείαν καὶ τοῦ πνεύματος, Δέσποτα,

χάρισαι ὅπως, Χριστέ, ἀπαύστως σε ὑμνῶσι.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

῾Υγείαν τε καὶ ῥῶσιν

ψυχῶν τε καὶ σωμάτων δίδου, φιλάνθρωπε,

τοῖς πίστει ἀδιστάκτ

σὲ ὁμολογοῦσιν ὡς Σωτῆρα καὶ ψάλλουσιν·

῾Ο τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.

 

Δόξα Πατρί.

Τὸν λῃσταῖς ψυχοφθόροις,

σῶτερ, περιπεσόντα καὶ πληγωθέντα δεινῶς,

ἰάτρευσον ἐλαίῳ γνησίας μετανοίας

καὶ κατάνυξον ψάλλοντα·

῾Ο τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν ἡμῶν σωτηρίαν

ὡς ἐθέλουσα, μῆτερ ἁγνὴ πανάχραντε,

ἱκέτευσον τὸν κτίστην Θεόν τε καὶ υἱόν σου

διασῶσαι τοὺς δούλους σου

ἀπὸ ποικίλων κακῶν, παθῶν καὶ νοσημάτων.

 

᾿ῼδὴ η΄. ῾Ο εἱρμός.

     Τὸν βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι

     στρατιαὶ τῶν ἀγγέλων, ὑμνεῖτε

     καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

πὸ παντοίων ἀρρωστημάτων, Χριστέ μου,

ἡμᾶς ῥῦσαι τῇ θείᾳ σου δυνάμει,

ἵνα σε ὑμνῶμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τὰς ἀρρωστίας τὰς τῆς σαρκὸς ἰατρεύεις

καὶ σπιλάδας ψυχῶν ἐκκαθαίρεις·

ὅθεν σε ὑμνοῦμεν τὸν λυτρωτὴν τοῦ κόσμου.

 

Δόξα Πατρί.

῾Ρῦσαί με, Σῶτερ, τῇ τοῦ σταυροῦ σου δυνάμει,

τὸν προστρέχοντα πρὸς σὲ τὸν Θεὸν Λόγον

καὶ ἰάτρευσόν με κατὰ ψυχὴν καὶ σῶμα.

 

Καὶ νῦν. Θεοτοκίον.

Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις

τοῖς πιστῶς ὑμνοῦσί σε, παρθένε,

καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.

     Κυρίως Θεοτόκον σὲ ὁμολογοῦμεν

     οἱ διὰ σοῦ σεσωσμένοι, παρθένε ἁγνή,

     σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Σωτὴρ καὶ λυτρωτά μου πάσης ἀσθενείας

καὶ νοσημάτων σὸν δοῦλον διάσωσον

καὶ ἐκ παθῶν καὶ κινδύνων με ἐλευθέρωσον.

Κύριε ᾿Ιησοῦ Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Βασάνων τε καὶ πόνων καὶ πάσης ἀσθενείας

τοὺς ἀσθενοῦντας ποικίλως θεράπευσον

καὶ ἐκζητοῦντας, Χριστέ μου, τὴν θείαν χάριν σου.

Δόξα Πατρί.

Σεισμοῦ λιμοῦ πυρός τε, νόσων καὶ ἀλγηδόνων,

καὶ τῶν δεινῶν τοῦ πολέμου ἐκλύτρωσαι

τοὺς σοὶ λατρεύοντας πάντας, Χριστὲ φιλάνθρωπε.

Καὶ νῦν. Θεοτοκίον.

Κακώσεως ἐν τόπῳ τῷ τῆς ἀσθενείας

ταπεινωθέντα, παρθένε, θεράπευσον

ἐξ ἀρρωστίας εἰς ῥῶσιν μετασκευάζουσα.

 

Εἶθ᾿ οὕτω τὰ παρόντα μεγαλυνάρια.

Ἦχος β΄ (ἢ πλ. β΄ εἱρμολογικός).

 

ξιον ἐστὶν ὡς ἀληθῶς, Θεὲ Λόγε, τοῦ ὑμνολογεῖσθαί σε,

μέγαν ἰατρὸν καὶ ῥύστην ὑπάρχοντα

τῶν σωμάτων καὶ ψυχῶν ἡμῶν. —

Κύριε καὶ δέσποτα ᾿Ιησοῦ,

Θεὲ καὶ σωτήρ μου, ψυχικὰς καὶ σωματικὰς

ἰάτρευσον νόσους, ἀπάλλαξον κινδύνων

καὶ σῶσον, πανοικτίρμον, τοὺς σοὶ προστρέχοντας.

 

Δεῦτε, οἱ ἐν νόσοις παντοδαπαῖς

καὶ οἱ ἐν κινδύνοις συνεχόμενοι χαλεποῖς,

δράμωμεν προθύμως πρὸς τὸν Υἱὸν καὶ Λόγον,

Χριστὸν τὸν ζωοδότην καὶ λυτρωτὴν ἡμῶν.

 

Χάρις νῦν μεγίστη παρὰ Θεοῦ

τοῦ Υἱοῦ καὶ Λόγου καὶ Σωτῆρος ἡμῶν Χριστοῦ

δέδοται τοῖς πόθῳ αὐτῷ νῦν προσκυνοῦσι,

πληροῦσα τὰς αἰτήσεις καὶ νόσους παύουσα.

 

Κύριε τῶν πάντων, ὁ ὢν Θεός,

ἀεὶ βρύεις πᾶσι ῥῶσιν σώματος καὶ ψυχῆς,

δαίμονας ἐλαύνεις, φωτίζεις δὲ τὰς φρένας

τῶν φόβῳ προσιόντων πρὸς σὲ ἐκ πίστεως.

 

Δέομαι, γλυκύτατε ᾿Ιησοῦ,

δέξαι με σὸν δοῦλον, ὑπεράγαθε λυτρωτά·

ῥῦσαί με, οἰκτίρμον, ἐκ νόσων καὶ κινδύνων

καὶ θλίψεων ποικίλων, εὔσπλαγχνε Κύριε.

 

Δεῦτε ἀρυσώμεθα δαψιλῶς

ἰαμάτων ῥεῖθρα ἐκ τῆς χάριτος τοῦ Χριστοῦ,

ἵνα πολυτρόπων παθῶν καὶ νοσημάτων

ψυχῶν τε καὶ σωμάτων τὴν φλόγα σβέσωμεν.

 

Φαίδρυνον κατάλαμψον τοὺς πιστῶς

τιμῶντάς σε, Λόγε, ὀρθοδόξως σε ὡς Θεόν·

ῥῦσαι νοσημάτων καὶ πάσης ἄλλης βλάβης

καὶ ὀδυνῶν παντοίων ὡς Παντοδύναμος.

 

῞Υψωσον τὸ κέρας Χριστιανῶν,

βράβευσον εἰρήνην Ἐκκλησίαις σου, Ἰησοῦ,

φεῖσαι τοῦ λαοῦ σου, μητρός σου μεσιτείαις,

τῶν θείων προφητῶν σου καὶ ἀποστόλων σου.

 

῾Ο ἀναγνώστης.

 

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 

Τροπάρια. ῏Ηχος πλ. β΄.

᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς·

πάσης γὰρ ἀπολογίας ἀποροῦντες,

ταύτην σοι τὴν ἱκεσίαν ὡς δεσπότῃ

οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν·

μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,

ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος

καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου,

πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε·

ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν·

ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·

σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

῾Ο διάκονος ἢ ὁ ἱερεὺς μνημονεύει πάλιν τοῦ ἀσθενοῦς ἢ τῶν ἀσθενῶν ὡς προεση­μειώθη (βλέπε μετὰ τὴν γ΄ ᾠδὴν) ἢ ἐκφωνεῖ τὴν κάτωθι ἐκτενῆ δέησιν (μετὰ τῶν εἰδικῶν αἰτήσεων αὐτῆς).

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται ἐν ἑκάστῃ δεήσει. Κύριε ἐλέησον (τρίς).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ τοῦ ἔθνους ἡμῶν καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, ὑπὲρ τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα φιλοχρίστου στρα­τοῦ, τοῦ πυροσβεστικοῦ σώματος, τοῦ λιμενικοῦ καὶ πάντων τῶν σω­μάτων προστασίας καὶ ἀσφαλείας, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον.

῎Ετι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀναπαύσεως τῶν δούλων τοῦ Θεοῦ πάντων τῶν ἐπ᾿ ἐσχάτως βιαίῳ θανάτῳ ἐν πυρί, ἐν ὕδατι, ἐν συσσεισμῷ, ἐν λοιμῷ ἢ ἄλλως πως μεταστάντων προπατό­ρων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπι­σκέψεως, κυβερνήσεως, κατευοδώσεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθο­δόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πό­λει ( χώρᾳ κώμῃ νήσῳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συν­δρομητῶν, ἀφιερωτῶν, διακονούντων καὶ διακονησάντων, κοπιώντων καὶ ψαλλόντων ἐν τῷ ἁγίῳ ναῷ τούτῳ]. (Τὰ τελευταῖα ταῦτα –τὰ ἐντὸς ἀγκυ­λῶν– λέγονται μόνον ἐὰν ἡ παράκλησις τελῆται ἐν τῷ ναῷ.)

῾Υπὲρ τῶν ἐν γήρᾳ καὶ ἐν ἀνάγκαις ὄντων.

τι δεόμεθα ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν θλιβομένης τε καὶ κα­ταπονουμένης, ἐλέους Θεοῦ καὶ βοηθείας ἐπιδεομένης· καὶ ὑπὲρ τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, ὑπὲρ τῶν νοσούντων, καμνόντων καὶ ἐν ἀσθενείαις κατακειμένων, καὶ ὑπὲρ τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, ὅπως τῆς παρὰ τοῦ Κυρίου ταχείας ἰάσεως τύχωσι καὶ ὑπὲρ σωτηρίας τῶν ψυχῶν αὐτῶν.

῾Υπὲρ ἑνὸς ἀσθενοῦντος.

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος δούλου ( τῆς ἀσθενούσης δούλης) τοῦ Θεοῦ (δεῖνος), ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐ­τὸν ( αὐτὴν) ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτοῦ ( ἐπ᾿ αὐτῆς) ἐπικειμένης καὶ χαρίσηται αὐτῷ ( αὐτῇ) ταχεῖαν καὶ πλήρη ἀποκατάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

Ἢ ἀντὶ τῆς προηγουμένης αἰτήσεως, ἐὰν ὦσι πολλοὶ ἀσθενεῖς.

τι δεόμεθα ὑπὲρ τῶν ἀσθενούντων δούλων τοῦ Θεοῦ (καὶ μνη­μονεύει ὀνομαστὶ αὐτῶν, εἰ ἔστι δυνατόν), καὶ ὑπὲρ ἐνισχύσεως πάντων τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐτοὺς ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτῶν ἐπικειμένης καὶ χαρίσηται αὐτοῖς ταχεῖαν καὶ πλήρη ἀποκα­τάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

῾Υπὲρ τῶν διακονούντων ἐν τῇ ὑγείᾳ.

τι δεόμεθα ὑπὲρ τῶν θεραπόντων ἰατρῶν, νοσηλευτῶν, νοσηλευ­τριῶν, νοσοκόμων, ὑπὲρ παντὸς τοῦ ἰατρικοῦ, ἐπιστημονικοῦ, διδα­κτικοῦ, διοικητικοῦ, νοσηλευτικοῦ καὶ ὑγειονομικοῦ προσωπικοῦ, καὶ πάντων τῶν βοηθῶν καὶ συνεργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσοκομείοις, κλινικαῖς, νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικαῖς σχο­λαῖς, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δομαῖς ὑγείας, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν τηρήσῃ αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ ἐναντί­ων δυνάμεων, εὐλογήσῃ δέ, ἐνισχύσῃ καὶ ἱκανώσῃ αὐτοὺς πρὸς ἐπι­τυχῆ ἐπιτέλεσιν τοῦ κοινωφελοῦς ἔργου αὐτῶν.

῾Υπὲρ ὁδοιπορούντων, πλεόντων, ἀποδημούντων.

τι δεόμεθα ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κό­σμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ τῶν ὁδοιπορούντων, πλεόντων, ἱπταμένων, ξενιτευόντων καὶ ἐν ἀποδημίαις εὑρισκομένων, ὑπὲρ τῶν ἐν αἰχμαλωσίαις, μετοι­κεσίαις, ἐξορίαις, φυλακαῖς, καὶ ἐν πικραῖς δουλείαις ὄντων ἀδελφῶν ἡμῶν, καὶ ὑπὲρ ἀναρρύσεως καὶ εἰρηνικῆς ἐπανόδου αὐτῶν.

 

τι δεόμεθα ὑπὲρ τοῦ συνοδεῦσαι τοὺς δούλους τοῦ Θεοῦ (τοὺς δεῖνας), εἴτε διὰ θαλασσῶν λιμνῶν ποταμῶν ἀέρων ἢ ὁδοιποριῶν τὴν πορείαν ποιουμένους, καὶ πάντας ἀποκαταστῆσαι εἰς λιμένας σωτη­ρίους καὶ καταφύγια ἀσφαλῆ, καὶ ὑπὲρ τοῦ γενέσθαι Κύριον τὸν Θε­ὸν ἡμῶν σύμπλουν καὶ συνοδοιπόρον αὐτῶν καὶ τὴν πορείαν αὐτῶν κατευοδῶσαι ἐν πᾶσιν, αὐτῶν δὲ καὶ ἡμῶν τὴν παρεπιδημίαν τὴν ἐν τῷ βίῳ τούτῳ ἀχείμαστον καὶ ἀβλαβῆ διαφυλάξαι.

 

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τῶν δείνων) καὶ ὑπὲρ τοῦ ῥυσθῆναι αὐτοὺς ἀπὸ πειρατηρίων καὶ λῃστηρίων καὶ πάσης χει­μασίας, ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτοὺς ἐν εἰρήνῃ καὶ εὐρωστίᾳ, δι­καιοσύνης πάσης πρόνοιαν ποιουμένους κατὰ τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ ὑπὲρ τοῦ γενέσθαι αὐτοὺς πλήρεις τῶν βιοτικῶν καὶ ἐπουρανίων αὐτοῦ ἀγαθῶν.

῾Υπὲρ φίλων καὶ ἐχθρῶν.

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομα­στὶ ὧν βούλεται ζώντων), καὶ ὑπὲρ τῶν μισούντων, λυπούντων καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς καὶ διακονούντων ἡμῖν τοῖς ἀναξίοις, καὶ ὑπὲρ τῶν ἐν πνεύματι ἀδελφῶν ἡμῶν ὑγείας τε καὶ σωτηρίας αὐτῶν.

῾Υπὲρ τῶν παρισταμένων.

τι δεόμεθα ὑπὲρ τῶν ἐπιτελούντων τὴν ἱερὰν λιτὴν ταύτην, τῶν συνελθόντων ἐν αὐτῇ καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ ὑπὲρ τῶν δού­λων τοῦ Θεο(καὶ μνημονεύει ὀνομαστὶ ἐκείνων ὑπὲρ ὧν ἡ παρά­κλησις γίνεται).

 

τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν πόλιν (ἢ χώραν ἢ κώμην ἢ νῆσον ἢ μονὴν) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λι­μοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύ­λων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐ­μενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῖν δι­καίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.

 

Οἱ ψάλται. Κύριε ἐλέησον (40).

 

τι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.

 

Οἱ ψάλται. Κύριε ἐλέησον (τρίς).

 

῾Ο ἱερεύς.

πάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν πε­ράτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς. [Καὶ εὐθὺς ἡ ἐκφώνησις]. ᾿Ελεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μέλλοντος τοῦ ἱερέως ἐπισυνάψαι τὰς ἐν τέλει τῆς Παρακλήσεως εἰδικὰς εὐχάς, ἢ ἄλλην τινὰ ἁρμόδιον διὰ τὴν περίστασιν, λέγει ἐνταῦθα ὁ ἱερεύς· Εἰρήνη πᾶσι, τῶν ψαλτῶν ἀποκρινομένων· Καὶ τῷ πνεύματί σου, ὁ δὲ διάκονος ἐκφωνεῖ· Τοῦ Κυρίου δεη­θῶμεν, καὶ ὁ ἱερεὺς λέγει τὴν εὐχήν. Εἶτα ποιεῖ τὴν συνήθη (μικρὰν) ἀπόλυσιν.

 

[Σημείωσις. Μεγάλη ἀπόλυσις λέγεται μόνον ὅτε αἱ Παρακλήσεις συνάπτονται εἰς τὸν ἑσπερινὸν ἢ εἰς τὸν ὄρθρον ἢ σπανιώτερον εἰς τὴν λειτουργίαν.]

 

῾Ο ἱερεύς.

Δόξα σοι, ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

 

῾Ο ἀναγνώστης.

Δόξα, Καὶ νῦν. Κύριε ἐλέησον (τρίς). Εὐλόγησον.

 

῾Ο ἱερεύς.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, [τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἐφόρου τῆς περιοχῆς ἢ τῆς οἰκίας], [τοῦ ἁγίου τῆς ἡμέρας, ἐὰν ἔχῃ δοξαστικόν], καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Εἶτα ψάλλονται τὰ ἑπόμενα.

Τροπάρια, ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντες οἱ ἐν νόσοις χαλεπαῖς

καὶ ταῖς τρικυμίαις τοῦ βίου ἐκταρασσόμενοι νῦν,

δεῦτε δὴ προσδράμωμεν καὶ προσκυνήσωμεν

πρὸς Χριστὸν τὸν φιλάνθρωπον καὶ Κύριον πάντων,

τοῦτον ἱκετεύοντες ἐν κατανύξει πολλῇ,

ὅπως ἐκ παθῶν καὶ κινδύνων

θλίψεώς τε σώσῃ καὶ νόσων,

καὶ τῆς αἰωνίου κατακρίσεως.      

 

῞Ετερον, ὅμοιον.

Mόνε ὑπεράγαθε Χριστέ,

μόνε παντοδύναμε Λόγε, μόνε φιλάνθρωπε,

σοῦ ἡμεῖς δεόμεθα καὶ σοὶ προσπίπτομεν·

ἐφ᾿ ἡμᾶς νῦν ἐπίβλεψον δεινῶς ἀσθενοῦντας·

λύτρωσαι, σωτήρ, ἡμᾶς δεινῶν καὶ θλίψεων,

νόσου ἀσθενείας τε πάσης

καὶ ἐκ συμφορῶν καὶ κινδύνων,

ὅπως σε ὡς ῥύστην ἀνυμνήσωμεν.

 

῞Ετερον, ἦχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,

Λόγε τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.  

῏Ηχος πλ. δ΄.

Δέσποτα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου,

καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

῾Ο ἱερεύς· Δι᾿ εὐχῶν...

 

* * *

 

 

ΕΥΧΗ ΔΙΑ ΤΗΝ ΑΝΤΙΜΕΤΩΠΙΣΙΝ ΑΣΘΕΝΕΙΑΣ

 

 

Δέσποτα Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ, ὁ Θεὸς τοῦ σῴζειν, ὁ τῶν ἁπάντων ποιητής, ὁ τὸν οὐρανὸν στερεώ­σας καὶ τὴν γῆν θεμελιώσας καὶ τὴν θάλασσαν ἁπλώσας, ὁ τὸν ἥλιον ἡγεμόνα καὶ στρατηγὸν δεδωκὼς τῇ ἡμέρᾳ, ὁ κεράσας τῆς νυκτὸς τὸν ζόφον τῷ σεληνιαίῳ φωτί, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ ταπεινῶν καὶ ἀνυψῶν, ὁ παιδεύων καὶ πάλιν ἰώ­μενος, ὁ αὐτοπροαιρέτῳ νεύματι καὶ λόγῳ τοῦ προστάγματός σου πᾶσαν νόσον ἀποδιώκων, ὁ κατὰ γῆν ἰὼν καὶ γενεὰν θαυματουρ­γῶν, ἔνδοξά τε καὶ ἐξαίσια ποιῶν, ὧν οὐκ ἔστιν ἀριθμός· ὁ τοὺς τρεῖς παῖδας διασώσας καὶ τῷ ἐκ γενετῆς τυφλῷ τὸ βλέπειν χαρι­σάμενος καὶ τὸν Λάζαρον τετραήμερον ἀναστήσας, ὁ ἐπιτιμήσας τῷ πυρετῷ τῆς πενθερᾶς τοῦ Πέτρου καὶ παραχρῆμα ἰασάμενος, ὥστε ἀναστᾶσα διακονεῖν· αὐτός, δέσποτα Κύριε, προσκυνητὲ καὶ πολυέλεε, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν τῶν σῶν ἱκετῶν καὶ με­τάδος ἡμῖν ἐκ τῶν οἰκτιρμῶν τῆς σῆς ἀγαθότητος, περίελε ἀφ᾿ ἡμῶν πάσας τὰς σαρκικὰς ἐννοίας καὶ χάρισαι ἡμῖν πᾶσαν πολιτεί­αν πνευματικήν· τοὺς πλανωμένους ἐπίστρεψον, τοὺς ἐν πτωχείᾳ διάθρεψον, τοὺς ἐν πειρασμοῖς λύτρωσαι, τοὺς ἐν θλίψει παρακά­λεσον, τοὺς ἐν νόσοις ἴασαι καὶ τοὺς ἀσθενοῦν­τας ἐπίσκεψαι ἐν τῷ ἐλέει σου, ὅτι σὺ εἶ πάντων καταφυγὴ καὶ παρὰ σοῦ πάντες ἐπιζητοῦμεν τὴν ἐπὶ πᾶσι βοήθειαν.

Δι᾿ ὅ, Κύριε, δεομεθά σου καὶ παρακαλοῦμέν σε καὶ ἱκετεύομεν· ἴασαι τοὺς νοσοῦντας δούλους σου ἀπὸ πά­σης ἀσθενείας, δεσμεύων τὰ συντρίμματα ἡμῶν καὶ πᾶσαν ἐνέργειαν κακοῦσαν καὶ θλίβουσαν ἡμᾶς ἐκμοχλεύων· ἔκτεινον τὸν βραχίονά σου τὸν πλήρη ἰάσεως καὶ θεραπείας καὶ θεράπευσον ἡμᾶς· ἐλθέτω δὲ δύναμις ἐκ τῆς σῆς εὐ­σπλαγχνίας καὶ ἀπελασάτωφ᾿ ἡμῶν τὴν ἐκ τῆς ἀρρωστίας μάστιγα, ἐπίσταξον δὲ ἡμῖν ἀσθε­νοῦσι δρόσον ἰαμάτων, ῥῦσαι ἡμᾶς ἀπὸ πόνων καὶ ἀλγημάτων, ἐξέγειρον ἡμᾶς ἀπὸ κλίνης ὀδύνης καὶ ἀρρωστίας καὶ ἀπὸ στρωμνῆς κακώσεως· φεῖσαι, Κύριε, τῶν πλασμάτων σου, καὶ ἀπόστησον ἀφ’ ἡμῶν πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσαν μά­στιγα, πάντα πυρετὸν ἢ ῥῖγος· καὶ εἴ τι ἐστὶν ἐν ἡμῖν πλημμέλημα ἢ ἀνόμημα, ἄνες, ἄφες, συγχώρησον διὰ τὴν σὴν φι­λανθρωπίαν. ῞Οτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρ­χεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

* * *

 

῞Ετεραι εὐχαὶ ἐπὶ ἀσθενοῦντας, λεγόμεναι ὑπὸ τοῦ ἱερέως.

 

ΕΥΧΗ ΕΠΙ ΑΡΡΩΣΤΟΥ

 

Εἰρήνη πᾶσι.

Τοῦ Κυρίου δεηθῶμεν.

 

Πάτερ ῞Αγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τὸν δεῖνα) ἐκ τῆς περιεχούσης αὐτὸν ψυχικῆς τε καὶ σωματι­κῆς ἀσθενείας, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· καὶ ζωοποίησον αὐτὸν κατὰ τὸ σοὶ εὐάρεστον, ὅπως τὴν ὀφειλομένην σοι εὐχαρι­στίαν καὶ προσκύνησιν ἐν ἀγαθοεργίαις ἀποπληροῖ· πρεσβείαις καὶ ἱκεσίαις τῆς ὑπερευλογημένης ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων σου τῶν ἁγίων. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

ΕΥΧΗ ΕΙΣ ΑΣΘΕΝΗ ΚΑΙ ΜΗ ΥΠΝΟΥΝΤΑ

 

Τοῦ Κυρίου δεηθῶμεν.

 

Θεὸς ὁ μέγας καὶ αἰνετὸς καὶ ἀκατάληπτος καὶ ἀνεκδιήγητος, ὁ πλάσας τὸν ἄνθρωπον τῇ χειρί σου χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ τῇ εἰκόνι τῇ σῇ τιμήσας αὐτόν, Ἰησοῦ Χριστέ, τὸ ἐπιπόθητον ὄνομα, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, ἐπιφάνηθι ἐπὶ τὸν δοῦλόν σου (τόν δε) καὶ ἐπίσκε­ψαι αὐτὸν ψυχῇ καὶ σώματι, δυσωπούμενος ὑπὸ τῆς πανενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἁγίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, τοῦ τιμίου καὶ ἐνδόξου προφή­του προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν ἱεραρχῶν· τῶν ἁγίων καὶ ἐνδόξων μεγαλομαρτύρων καὶ μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ ἰαματικῶν ἀναργύρων· τοῦ ἁγίου (τοῦ δε) καὶ πάντων σου τῶν ἁγίων.

Καὶ δὸς αὐτῷ ὕπνον ἀνέσεως, ὕπνον σωματικόν, ὑγείας καὶ σω­τηρίας καὶ ζωῆς, καὶ ῥῶσιν ψυχῆς καὶ σώματος· καὶ ὡς ἐπεσκέψω ποτὲ Ἀβιμέλεχ τὸν θεράποντά σου ἐν τῷ ναῷ τοῦ Ἀγρίππα καὶ ἔδωκας αὐτῷ ὕπνον παραμυθίας, τοῦ μὴ ἰδεῖν τὴν πτῶσιν ᾿Ιερου­σαλήμ, καὶ τοῦτον κοιμίσας ὕπνῳ θρεπτικῷ καὶ πάλιν τοῦτον ἀνα­στήσας ἐν μιᾷ καιροῦ ῥοπῇ εἰς δόξαν τῆς σῆς ἀγαθότητος· ἀλλὰ καὶ τοὺς ἁγίους σου ἐνδόξους ἑπτὰ παῖδας ὁμολογητὰς καὶ μάρ­τυρας τῆς σῆς ἐπιφανείας ἀναδείξας καὶ τούτους κοιμίσας ἐν τῷ σπηλαίῳ ὡσεὶ βρέφη θάλποντα ἐν τῇ νηδύι τῆς αὐτῶν μητρὸς καὶ μηδόλως ὑπομείναντα φθοράν, εἰς ἔπαινον καὶ δόξαν τῆς φιλαν­θρωπίας σου καὶ εἰς ἔνδειξιν καὶ βεβαίωσιν ἡμῶν τῆς παλιγγενεσίας καὶ ἀναστάσεως πάντων· αὐτὸς οὖν, φιλάνθρωπε βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἐπί­σκεψαι τὸν δοῦλόν σου (τόν δε) καὶ δώρησαι αὐτῷ ὑγείαν, ῥῶσιν καὶ εὐρωστίαν διὰ τῆς σῆς ἀγαθότητος· ὅτι παρὰ σοῦ ἐστὶ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον.   Σὺ γὰρ εἶ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

* * *

 

ΕΥΧΑΙ ΕΠΙ ΣΥΜΦΟΡᾼ ΛΑΟΥ

ΚΑΙ ΕΙΣ ΛΟΙΜΙΚΗΝ ΑΣΘΕΝΕΙΑΝ

 

Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως

 

Εἰρήνη πᾶσι.

Τοῦ Κυρίου δεηθῶμεν.

 

Κύριε καὶ Θεὲ τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγὸς καὶ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν πατήρ, ὁ τῆς συμπαθείας λι­μήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ τῇ σοφίᾳ διοικῶν τὰ πάντα, ὁ δεσμεύων καὶ πάλιν ἐξάγων, ὁ ταπεινῶν καὶ αὖθις ἀνυ­ψῶν, ὁ τοῖς μὲν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν· οὗ τῷ κράτει συνέχεται πᾶσα κτίσις, ὅση τε νοητὴ καὶ αἰ­σθητή, οὗ τὰ κρίματα ἄβυσσος πολλὴ καὶ αἱ ὁδοὶ ἀνεξιχνίαστοι, οὗ τῷ Πνεύματι πάντα ἄγεται, οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ζών­των, ᾧ ὑπείκει τὰ ἄστρα, ᾧ πάντα ὑποτέτακται, ᾧ πᾶσα δουλεύει κτίσις, ὃν αἱ νοεραὶ πᾶσαι δυνάμεις τρέμουσι καὶ ἀλήκτοις δοξολο­γίαις γεραίρουσιν, ὃν τὰ σύμπαντα φωναῖς ἀλαλήτοις ὑμνεῖ· σὺ τοίνυν, νοητὲ δικαιοσύνης ἥλιε, Θεὲ ἀληθινέ, ὁ πάντα ποιῶν καὶ με­τασκευάζων μόνῳ τῷ βούλεσθαι, εὐμενεῖ καὶ ἱλέῳ ὄμματι ἔπιδε ἐπὶ τὸν λαόν σου τὸν ἡμαρτηκότα καὶ ἀπεγνωσμένον καὶ κατάπεμψον ἐπ' αὐτοὺς τὰ ἐλέη σου τὰ πλούσια.

Φεῖσαι τῆς κληρονομίας σου, φεῖσαι τοῦ λαοῦ σου, φεῖσαι τοῦ ἀμπελῶνος, ὃν ἐφύτευσεν ἡ δεξιά σου. Τὴν ἔμφυτον ἀγαθότητα τὴν σὴν ὑπὲρ ἡμῶν ἔχων ἱκετεύουσαν, μνήσθητι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου· μνήσθητι τῶν ἁγίων σου θυσιαστηρί­ων, καὶ στῆσον ἤδη ῥάβδον ἁμαρτωλῶν κατὰ κλήρου δικαίων ἀφιε­μένην. Μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον καὶ διὰ τὸν ἄφατον ἔλεον τὸν ὑπερεκχυνόμενον ἐκ τῆς σῆς ἀγαθότη­τος.

Καὶ δὸς δὴ τῷ φιλοχρίστῳ λαῷ σου ἄνεσιν καὶ ἀπαλλαγὴν τῶν κατεχόντων τούτων ἀνιαρῶν, καὶ πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀο­ράτων ἐχθρῶν ἀνώτερον αὐτὸν διατήρησον, ὡς ἂν τὸ σὸν ἅγιον ἔθνος ἤρεμον καὶ ἡσύχιον βίον διάγῃ· πρεσβείαις τῆς πανυπερενδό­ξου καὶ ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου, τῶν ἀύλων λειτουργῶν καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστη­σάντων· ἀμήν.

 

 

ΕΥΧΗ ΕΤΕΡΑ ΙΚΕΤΗΡΙΟΣ ΠΡΟΣ ΘΕΟΝ

ΛΕΓΟΜΕΝΗ ΕΝ ΚΑΙΡῼ ΛΙΜΟΥ ΚΑΙ ΛΟΙΜΟΥ

 

Τοῦ αὐτοῦ

 

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ὁρωμένην ταύτην κτίσιν δημιουργικῇ σου προστάξει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγών, εἶτα καὶ τὸν ἄνθρωπον οἰκείαις χερσὶ διαπλάσας τῇ ἄκρᾳ σου ἀγαθότητι, καὶ πρότερον μὲν πᾶσαν αὐτοῦ τὴν ἑτοιμασίαν ἀδάπανον καὶ ἄνετον ἐκτελέσας εἰς βρῶσιν καὶ πόσιν, ἅμα δὲ τῇ παραβάσει τῆς ἐντολῆς στερήσας αὐτὸν τῆς ἀκηράτου τρυφῆς ἐκείνης, καὶ ἑτέραν διαγω­γὴν αὐτῷ ἐπίπονον παρασχὼν συμφερόντως, ὥστε καρποὺς ἐκφέ­ρειν ἐπιτάξας τὴν γῆν εἰς τροφὴν ἡμετέραν καὶ αὐτῶν τῶν ἀλόγων ζῴων πολυειδῶς καὶ ποικίλως· καὶ τοῖς μὲν ἐξ αὐτῶν τῶν σπερμά­των τῆς γῆς χορηγῶν τὰ πρὸς χρείαν, τοῖς δὲ ἑτέρως κατὰ τὴν προνοητικήν σου δύναμιν, δι᾿ ἧς καὶ τοὺς τῆς θαλάσσης ἰχθύας ἐφορᾷς τῇ σῇ χρηστότητι, τῆς σῆς δεξιᾶς ἀνοιγομένης καὶ ἐμπι­πλώσης πᾶν ζῷον εὐδοκίας· ὁ μεγάλα καὶ θαυμαστὰ τεράστια ἐρ­γασάμενος ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Νέᾳ Διαθήκῃ, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου.

Καὶ καθά περ ποτέ, διὰ τοῦ Ἰωσὴφ ἐκείνου τοῦ φέροντος τύπον τοῦ μονογενοῦς σου Υἱοῦ ἅπαντα τὸν Ἰσραηλίτην ἐκεῖνον διέθρε­ψας λαὸν δαψιλῶς, οὕτω καὶ νῦν, διὰ τοῦ μονογενοῦς σου Υἱοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, χορήγησον τὰ πρὸς τροφὴν καὶ ἀνάπαυ­σιν ἡμετέραν, καὶ τῶν ἀνιαρῶν πάντων ἀπαλλαγὴν ἡμῖν δώρησαι, τοῦ λοιμοῦ καὶ λιμοῦ καὶ τῆς προσδοκωμένης ἀνάγκης καὶ βίας ἐλευθερώσας ἡμᾶς· ἵνα δοξασθῇ τὸ πανάγιον ὄνομά σου τοῦ ἀνάρ­χου Πατρὸς καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

 

ΕΥΧΗ ΕΤΕΡΑ ΟΜΟΙΑ

ΛΕΓΟΜΕΝΗ ΕΝ ΚΑΙΡῼ ΛΙΜΟΥ

 

Τοῦ αὐτοῦ

 

Τοῦ Κυρίου δεηθῶμεν.

τῶν θαυμασίων Θεός, ὁ καὶ μεγάλα καὶ θαυμαστὰ ἐργασά­μενος, ὁ τὸν παλαιὸν Ἰσραὴλ διὰ Μωσέως ἐλευθερώσας τῆς πικρᾶς δουλείας τοῦ φαραώ, ὁ τῇ χειρί σου τῇ δεξιᾷ τοῦτον καθοδηγήσας καὶ ἀβλαβῆ διασώσας πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, ὁ πρότερον μὲν διὰ τῶν ὀρνίθων ἐκείνων εἰς κόρον ἐκθρέψας οὐκ εὐαρίθμητον λαὸν ἐν τῇ ἐρήμῳ τῇ ξηροτάτῃ, ὁ ὀμβρήσας τὸ μάννα καθά περ ὕδωρ ἐκ πηγῆς ἀενάου, ὁ τὴν ἀκρότομον πέτραν πηγὰς ὑδάτων ὀμβρῆσαι παρασκευάσας καὶ πάντας κορέσας τῇ τοῦ ὕδατος ἐκ­χύσει τῷ δίψει πιεζομένους, οὕτω καὶ νῦν ἡμᾶς θρέψον τῇ συνήθει σου φιλανθρωπίᾳ καὶ ἀγαθότητι.

Χορήγησον ἡμῖν τὰ δέοντα καὶ αὐτάρκησον πρὸς ὑπουργίαν καὶ τροφὴν ἡμετέραν· δεῖξον καὶ ἐν ἡμῖν τὰ σὰ μεγάλα θαυμάσια καὶ θρέψον ἡμᾶς εἰς κόρον τῇ εὐλογίᾳ τῆς σῆς χρηστότητος· πάντα γὰρ δυνατά σοι, ἀδυνατεῖ δέ σοι οὐδέν. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐκθρέψας μυριάδας λαοῦ ἐν ὀλίγοις ἄρτοις ἐν τῇ ἐρήμῳ, θρέψον καὶ νῦν ἡμᾶς τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, καὶ μὴ παρίδῃς τὰς δεή­σεις ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου· ἵνα δοξασθῇ τὸ πανάγιον ὄνομα σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

 

᾿Επιμέλεια παρούσης μορφῆς καὶ δημοσιεύσεως·

Διονύσιος ᾿Ανατολικιώτης, 7ῃ ἀπριλίου 2020

 

 

῾Η παροῦσα παράκλησις εἰς μορφὴν φορητοῦ ἐγγράφου (pdf) εὑρίσκεται ἐδῶ.