«ἔοικεν ἡ μὲν ἀρχὴ τοῦ πένθους, οἷον τις εἶναι Θεοῦ μνηστείας ζήτησις, σχεδὸν δοκούσης ἀνεφίκτου» (Πρὸς Ξένην μοναχὴν ἔκδ. Φιλοκαλία τῶν ἱερῶν νηπτικῶν τ. 4 1976 σ. 114).
«ἐκεῖνο δὲ τὸ Πνεῦμα τοῦ ἀνωτάτω Λόγου οἷον τις ἔρως ἐστὶν ἀπόῤῥητος τοῦ Γεννήτορος πρὸς αὐτὸν τὸν ἀποῤῥήτως γεννηθέντα Λόγον· ᾧ καὶ αὐτὸς ὁ τοῦ Πατρὸς ἐπέραστος Λόγος καὶ Υἱὸς χρῆται πρὸς τὸν Γεννήτορα... Αὕτη γὰρ ἡ Πατρὸς τε καὶ Υἱοῦ προαιώνιος χαρά, τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν» (Κεφάλαια φυσικά, θεολογικά, ἠθικά τε καὶ πρακτικά, λf’ ὅπ. πρ. σσ. 145, 146).
«Ὑπὲρ τάξιν οὖν, ἀλλ’ οὐχ ὑπὸ τάξιν ὁ Θεός» (Περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος λόγος α’, 33 ἔκδ. Ε.Π.Ε. τ. 1 σ. 144).
«Τοῦτο δὴ τὸ φῶς καὶ πῦρ ἐστι θεῖον καὶ ἄϋλον, ψυχὰς φωτίζειν πεφυκός...τὴν ἐν τῷ ὀφθαλμῷ δοκὸν κατακαίων, καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν» (Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων Λόγος 3, 1, 40 τ. 2 σ. 540).